Orationes 13

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

κοινωνιῶν. ἀλλὰ καὶ τῆς τελευταίας Θηβαίων ῥώμης ἅπαντες μέμνηνται, ταύτης ἡ πόλις αἰτία, καὶ ὅτε ἔδει τἀναντία πράττειν, οὐκ ἔδεισεν. ἐπαινεῖν ἄν τις ἔχοι Κορινθίους δικαιοσύνης ἕνεκα· ἡ τοίνυν πόλις οὐ βεβούληται

μόνον τὰ δίκαια, ἀλλὰ καὶ βραβεύουσα τοῖς ἄλλοις διαγέγονεν. ἐνδοξότατοι πάντων οἱ κατὰ τὴν Ἑλλάδα ἀγῶνες· καὶ μὴν τούτων πρεσβύτατος ὁ τῶν Παναθηναίων, εἰ δὲ βούλει, ὁ τῶν Ἐλευσινίων. ἔπειτα καὶ πάντας αὐτοὺς ἡ τῆς πόλεως δωρεὰ συγκροτεῖ, λέγω γὰρ οὖν τῆς πόλεως τὴν παρὰ τῆς Ἀθηνᾶς. Σαμοθρᾷκες ἀγάλλονται τοῖς ἱεροῖς, καὶ ταῦτα πάντων ὀνομαστότατά ἐστι, πλὴν τῶν Ἐλευσινίων· ἀλλὰ καὶ Δῆλος ἀνεῖται τοῖς θεοῖς· ἡ δέ ἐστι τῆς πόλεως. τὸ δὲ δὴ καὶ τὴν εἰς Δελφοὺς ὁδὸν ἔργον εἶναι τῆς πόλεως καὶ τὴν θεωρίαν τὴν Πυθιάδα Ἀθηναίων μόνον πάτριον τί ἂν εἴποις ἢ τῶν θεῶν ἅπαντα ταῦτʼ εἶναι, βουλομένων πανταχῆ τὰς Ἀθήνας πρεσβεύειν καὶ πᾶσιν ὥσπερ χεῖρα τοῖς καλοῖς ἐπιβάλλειν τὴν πόλιν; ἔτι τοίνυν εἰσὶν αἳ τῶν κατὰ τὴν Ἀσίαν πόλεων μεγέθει νεῶν φιλοτιμοῦνται, αἱ δὲ κατασκευῇ λουτρῶν τῆς χρείας κρείττονι· καὶ ταῦτʼ ἐστὶ τῇ πόλει πρὸς ὑπερβολὴν, καθάπερ πρώην συνῳκισμένῃ. καὶ τὸ κάλλιστον· ἃ γὰρ τοῖς ἄλλοις ἐν ἀγάλμασι δεῖξαι σπουδὴν ἔχει, τούτων ὑμεῖς
τοὺς νεὼς καὶ τὰ θέατρα κέκτησθε. ἀγάλματα θαυμάζεται καὶ τούτων πρῶτον εἶναι κρατεῖ τὸ παρʼ ὑμῖν ἐν τῇ πόλει, χωρὶς τοῦ καὶ τἄλλα πανταχοῦ κάλλιστα προσήκειν τρόπον δή τινα τῇ πόλει. ἁπάντων γὰρ, ὡς ἔοικε, τῶν ἀρίστων αὕτη πατρὶς καὶ σοφίας πάσης καὶ τέχνης ἡγεμὼν, ὥστʼ οὐ μόνον τοῖς ἀγάλμασιν, ἀλλὰ καὶ τοῖς ἀγαλματοποιοῖς αὐτοῖς περίεστιν.

ἀλλὰ μὴν ἑπτά γε ἀνδρῶν, ἵνα μηδὲ τοῦτο παρῶμεν, ἐνδόξων ἐπὶ σοφίᾳ γενομένων, εἷς ἀπὸ τῆς πόλεως γέγονε, καὶ δυοῖν ἀρίστοιν νομοθέταιν ἅτερος αὐτὸς οὗτος. δύο τοίνυν ἀνδράσι τῶν πρόσθεν ἐκ θεῶν ψῆφον δεδόσθαι παρειλήφαμεν, Λυκούργῳ τε τῷ Λακεδαιμονίῳ καὶ

Σωκράτει τῷ παρʼ ὑμῶν· ὥστε καὶ τῆς ἐπὶ τοῖς κοινοῖς καὶ τῆς ἐπὶ τοῖς ἄκροις φιλοτιμίας μετέχειν τὴν πόλιν καὶ μηδὲν εἶναι τῶν ὀνομαστῶν ὅτῳ μὴ τὸ τῶν Ἀθηνῶν ὄνομα ἐπιφημίζεται. εἰ τοίνυν τις ἐρωτῴη ποῖον τῶν ἐν τοῖς Ἕλλησι δικαστηρίων ἐντιμότατον καὶ ἁγιώτατον, τὸ

ἐν Ἀρείῳ πάγῳ πάντες ἂν φήσαιεν. ἔθεσι δὲ τίνες κοινοτάτοις καὶ δημοτικωτάτοις ἐχρήσαντο; ἡ τῶν Ἀθηναίων πόλις ὁμοίως Ἀθηναίοις τε καὶ πᾶσιν ἀναγκαῖον εἰπεῖν, εἰ τἀληθῆ λέγειν ἐθέλοιεν. καὶ τὸ μὲν διὰ πάντων ἀποδεικνύναι συχνοῦ καὶ λόγου καὶ χρόνου, μόνοι δʼ ἁπάντων ἀνθρώπων τρία ταῦτʼ ἐνομίσατε· τῶν μὲν ὑπὲρ τῆς πόλεως τελευτησάντων αὐτῶν μὲν ἐπαίνους ἐπὶ ταῖς ταφαῖς καθʼ ἕκαστον ἔτος λέγειν, τοὺς δὲ παῖδας δημοσίᾳ τρέφειν ἄχρι ἥβης, καὶ τηνικαῦτα ἀποπέμπειν ἐπὶ τοὺς πατρῴους οἴκους μετὰ τῶν πανοπλιῶν· τοὺς δʼ ἀδυνάτους τῶν πολιτῶν δημοσίᾳ τρέφειν. ὥστε καὶ τὴν δύναμιν καὶ τὴν ἀδυναμίαν τιμῶντες ἐδείξατε ὡς ἑκάτερον προσῆκε. ψηφίσματα τοίνυν πόθεν ἢ λαμπρότερα ἢ φιλανθρωπότερα; ὧν ἃ μὲν ἐν τοῖς εἰρημένοις ἐστὶ παραλείπω, ἓν δʼ ὡσπερεὶ δείγματος χάριν ἔστω μοι κατὰ παντὸς τοῦ περὶ ταῦτα λόγου, τὸ κατʼ Ἀρθμίου τοῦ Ζελείτου νικῆσαν· ὃν, ἐπεὶ τῷ βασιλεῖ διακονῶν χρυσίον ἤγαγεν εἰς Πελοπόννησον, πολέμιον τοῦ δήμου τοῦ Ἀθηναίων ἐψηφίσαντο αὐτὸν καὶ γένος καὶ ἀτίμους. καίτοι μόνου τούτου πάνθʼ ὁμοῦ τὰ τῶν ἄλλων ἀπολείπεται. πρεσβείας τοίνυν πλείστας μὲν ἐδέξατο, πλείστας δʼ ἐξέπεμψε. καὶ τοῦτο εἰ μὲν ὅλως ὁμολογεῖται· εἰ δὲ μὴ, τῇ προσθήκῃ μεῖζον γίγνεται, πλείστας γὰρ ὑπὲρ τῶν δεομένων ἀπέστειλεν. ὅσα μὲν
οὖν ἢ κοινῇ τοὺς Ἕλληνας μὴ πολεμεῖν ἀλλήλοις ἑκάστοτε πείθουσα, ἢ τοὺς ἐν χρείᾳ παραμυθουμένη διεπρεσβεύσατο, ἀναγκαῖον παραλιπεῖν διὰ πλῆθος. δυοῖν δὲ κἀνταῦθα