Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
βούλομαι δὲ καὶ περὶ τῆς πολιτείας αὐτῆς μνησθῆναι διὰ βραχέων, ὡς ἂν οἷός τε ὦ· καὶ γὰρ ἅπαντες μὲν αὐτὴν ἐγκωμιάζουσιν, οὐ μὴν διηρευνήσατό γε ἅπαν τὸ ἐνὸν σχεδὸν οὐδείς· ἐγὼ δὲ ἁπλοῦν τε καὶ οὐχ ἁπλοῦν λέγω. τριῶν γὰρ οὐσῶν, ὡς ἀνωτάτω διελέσθαι, τῶν πολιτειῶν, ᾗ τις ἂν τίθηται, τίθεται τῇ πόλει. βασιλείαις μέν γε τὸ ἐξ ἀρχῆς φανεῖται χρωμένη, γενεὰς οὐκ ὀλίγας τινὰς, οὐ μόνον τῶν Ἐρεχθειδῶν, ἀλλὰ καὶ τῶν ὕστερον ἀξίων ὀφθέντων. δημοκρατία δʼ αὖ καὶ παιδὶ γνώριμος καὶ καθαρωτάτη δὴ καὶ μεγίστη τῶν πασῶν ἡ παρʼ ὑμῖν γεγενημένη. καὶ μὴν εἰς τὴν ἐξ Ἀρείου πάγου βουλὴν βλέψαντα πάντα ἂν ἡγοῦμαι φῆσαι μὴ εἶναι καλλίω λαβεῖν ἀριστοκρατίας εἰκόνα μηδʼ ἥτις σώζει μᾶλλον τοὔνομα. οὕτω πάντα τὰ τῶν πολιτειῶν παραδείγματα ἐνθένδε ὥρμηται· καθάπερ γὰρ νομοθετοῦσα τοῖς ἀνθρώποις ἡ πόλις πρὸς τοὺς αὑτῶν τρόπους ἑκάστοις ἐκλέγεσθαι τὸ πρόσφορον, οὕτω πάντα ἐξεῦρέ τε καὶ προὔθηκεν εἰς κοινὸν, βοηθοῦσα τῇ φύσει πανταχῆ· ὅπερ καὶ κατὰ τοὺς καρποὺς καὶ πολλὰ ἕτερα ἐπιδείκνυμεν αὐτὴν βεβουλευμένην. ὃ δέ γε ἔτι μεῖζον καὶ τελεώτερον, οἵ τε γὰρ
βασιλεῖς αὐτοὶ φανοῦνται διαφερόντως τῶν ἄλλων τὴν κοινότητα ἀγαπήσαντες, καὶ μάλιστα δή που πρὸς τοὺς πολλοὺς ἐξ ἴσου ταῖς γνώμαις καταστάντες, ὅ τε δῆμος, εἴ τινα εὕροι που τῶν πολλῶν ὑπερέχοντα, ἐθελοντὴς ἑαυτοῦ προϊστάμενος καὶ χρώμενος οἷον ἄρχοντι διηνεκεῖ, τὸ δʼ αὐτὸ τοῦτο καὶ τοῖς ὀλίγοις φυλάττων, εἰ τῶν ἄλλων ἀμείνους ὄντας αἴσθοιτο, ἐφαμίλλους δὲ ἐν σφίσιν αὐτοῖς. ὡσαύτως δὲ καὶ ἡ βουλὴ τὸν δῆμον ὅπως μείζω καταστήσῃ σκοποῦσʼ ἀεὶ, τὸ δʼ αὑτῆς οὐδεπώποτε ἰδίᾳ λογισαμένη, ἀλλὰ ταύτην καὶ καλὴν καὶ γιγνομένην πλεονεξίαν ἑαυτῆς κρίνουσα, τὸ τῶν πολλῶν ἐπὶ σωτηρίᾳ μετʼ εὐδοξίας προΐστασθαι. ὥστʼ εἰκότως οὐ μόνον κατὰ τὴν πολιτείαν ἑκάστην, ἀλλὰ καὶ κατὰ τὴν κρᾶσιν τῶν πολιτειῶν παρὰ πάντας τοὺς ἄλλους εὐδοκιμεῖν εἶναι τῇπόλει. ὥσπερ γὰρ ὁ πᾶς οὑτοσὶ κόσμος οἶμαι συνέστη μὲν ἐκ τεττάρων, ὡς ὁ παλαιὸς λόγος, αὐτὸ δʼ ἕκαστον αὖ τούτων μετέχει τῇ φύσει καὶ τῶν λοιπῶν, τῷ δʼ ὑπερβάλλοντι τὴν ἐπωνυμίαν χωρὶς ἕκαστον εἶδος εἴληφεν, οὕτω καὶ τὰς πολιτείας, εἰ καὶ ὅτι μάλιστα κεχωρισμέναι τυγχάνουσι, μετέχειν ἁμωσγέπως ἀλλήλων εἰκός ἐστιν, εἴπερ βασιλείαν ὀρθὴν καὶ δικαίαν ὄψεσθαι μέλλομεν, ἢ τῶν ὀλίγων ὡσαύτως δὲ πολλῶν ἀρχήν. γνοίη δʼ ἄν τις, εἰ τὰς μὲν βασιλείας τὰς ἐν τῇ πόλει πρὸς τὰς ἑτέρωθί που βασιλείας ἐπὶ τῶν αὐτῶν χρόνων, ἢ τῆς Ἑλλάδος ἢ τῆς βαρβάρου γεγονυίας ὁρῴη, τὴν δʼ αὖ δημοκρατίαν τὴν Ἀθήνησι πρὸς τὰς ἑτέρων δημοκρατίας, καὶ μὴν τό γε τῆς βουλῆς συνέδριον πρὸς τὰ ἑτέρωθί που κύρια καὶ
ἡγούμενα. εἰ γὰρ δεῖ τῶν ἄλλων ἀποστάντα ὑπὲρ τῆς δημοκρατίας μόνης εἰπεῖν, φανήσονται τοῖς μὲν βουλήμασι καὶ ταῖς ἐπιθυμίαις πολλῷ προπετέστεροι καὶ ὑβριστότεροι πάντες οἱ τοῦ σχήματος τούτου μετασχόντες, τῷ δʼ ἀξιώματι καὶ τῇ λαμπρότητι μηδʼ ἐγγὺς τοῖς ἀπὸ τῆς πόλεως γεγενημένοι. καὶ μὴν ἐκεῖνό γε ἡ πόλις πρώτη κατέδειξε, μὴ τίθεσθαι πλούτῳ μηδὲ θαυμάζειν. οὔτε γὰρ τοὺς ὑπερέχοντας ταῖς οὐσίαις οὐδεπώποτε ἐπῆρεν, ἀλλʼ ὅσον μὴ ἀδικεῖσθαι διὰ τοῦτο, τοσοῦτον αὐτοῖς ἠξίου παρʼ αὑτῆς ὀφείλεσθαι, οὔτε τοῖς ἀρετῇ μὲν ὑπερφέρουσι, χρήμασι δʼ ἡττημένοις, οὐδαμοῦ πώποτʼ ἔλαττον ἔνειμεν, αἰσχρὸν οἶμαι νομίζουσα τῶν μὲν οἰκετῶν οὐ τοὺς εὐπορωτάτους, ἀλλὰ τοὺς πιστοτάτους βελτίστους νομίζειν, τῶν δʼ ἐλευθέρων φασκόντων εἶναι τὴν ἀξίαν ὡρίσθαι χρήμασιν, ἀλλὰ μὴ ὁποῖός τις ἂν αὐτὸς ἕκαστος ᾖ, τοιοῦτον καὶ νομίζεσθαι. καὶ γάρ τοι μόνη πόλεων οὐ μετέθηκε τὸν θεσμὸν, οὐδʼ ἐποίησε τὰ τῇ φύσει τρίτα τῷ νόμῳ πρῶτα· οὐδὲ ὥσπερ τῶν φασκόντων φιλοσοφεῖν ἔστιν ἰδεῖν ἐνίους λέγοντας μὲν οὕτω περὶ τούτων, ἔργῳ δὲ ὑποπίπτοντας καὶ συγχωροῦντας ἀεὶ τούτοις οὓς ἂν αἴσθωνται δυνατωτέρους, ἀλλὰ καὶ εἰς ἀρχὰς ἄγουσα καὶ