Orationes 13

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

κριταῖς νικᾷ καὶ πρός γε ἔτι ταῖς χώραις ἁπάσαις· ὥστʼ οὐκ ἄν τις ὀκνήσειεν εἰπεῖν ὅτι χρὴ καὶ πρώτην καὶ δευτέραν καὶ τρίτην αὐτὴν ἐν τοῖς Ἕλλησι κηρύττειν, ὥσπερ ἐν ἅρμασιν, εἰ δὴ καὶ ἅρμα γε ἀπὸ τῶν Ἀθηνῶν τὸ ἀρχαῖον, οὐκ ἀπὸ τῆς Σικελίας. εἶεν. ἀλλὰ ταῦτα μὲν τοιαῦτα.

τὰ δʼ αὖ τοῦ μεγέθους καὶ τῆς ἄλλης κατασκευῆς τίς οὐκ ἂν ἄξια τῆς ὅλης τύχης εἴποι καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος; τοῦτο μὲν αὐτὸν τὸν κύκλον τοῦ ἄστεος, μέγιστον μὲν τῶν Ἑλληνικῶν, κάλλιστον δὲ τῶν πανταχοῦ. καὶ σιωπῶ τείχη καθήκοντά ποτε ἐπὶ θάλατταν, ἡμερησίας ὁδοῦ μῆκος τὰ σύμπαντα, καὶ πρὸς τῇ θαλάττῃ κύκλους ἑτέρους ἀντιστρόφους τῶν περὶ τὴν πόλιν. ἀλλὰ τοὺς δήμους πάρεστι δή που θεωρεῖν, ὧν ἔνιοι λαμπρότερον τῶν ἀλλαχοῦ πόλεών εἰσι κατεσκευασμένοι, καὶ πάντα δὲ τὸν κόσμον καὶ τὸν παρὰ τῆς φύσεως καὶ τὸν παρὰ τῆς τέχνης ἐφάμιλλον κἀν τῇ πόλει κἀν τῇ χώρᾳ. τῶν μὲν αὐτοφυῶν, ἀήρ τε οὗτος ἐξαίρετος τοῦ πολλοῦ καὶ λιμένες τοσοῦτοι, ὧν εἷς ἕκαστος ἀντάξιος πολλῶν. ἔτι δʼ αὐτῆς τῆς ἀκροπόλεως ἡ θέσις καὶ τὸ ὥσπερ αὔρας εὔχαρι προσβάλλον πανταχοῦ. ὃ δὲ καὶ ἐν αὐτοῖς τούτοις ἄξιον ἐπισημήνασθαι, ταῖς μὲν γὰρ ἄλλαις πόλεσιν, ὅπως ἂν ἔχωσι τοῦ οὐρανοῦ, τῆς γε αὑτῶν χώρας ἐπιεικῶς ἡττᾶσθαι συμβέβηκε, τοῦ δὲ τῆς πάσης Ἀττικῆς ἀέρος οὕτως ἔχοντος ἄριστος καὶ καθαρώτατός ἐστιν ὁ τῆς πόλεως ὑπερέχων. γνοίης δʼ ἂν αὐτὴν ἐπὶ τῇ πόρρωθεν ὥσπερ αὐγῇ τῷ ὑπὲρ κεφαλῆς ἀέρι.

καὶ τὰ μὲν παρὰ τῆς φύσεως τοιαῦτα, πολλὰ τῶν ὄντων

ἀφελόντι. τῶν δʼ αὖ τῆς τέχνης τί χρὴ μέγιστον θεῖναι ἢ τί πρῶτον εἰπεῖν; νεῴ τε γὰρ ἐνταῦθα οἱ αὐτοὶ μέγιστοι καὶ κάλλιστοι τῶν πανταχοῦ, καὶ ἀγάλματα ἄνευ τῶν οὐρανίων τῆς πρώτης τέχνης τὰ πρῶτα, καὶ παλαιὰ καὶ καινά· πρὸς δὲ τούτοις βιβλίων ταμιεῖα οἷα οὐχ ἑτέρωθι γῆς

φανερῶς, καὶ μάλα τῶν Ἀθηνῶν κόσμος οἰκεῖος, καὶ οἷα δὴ τῆς παρούσης ἐξουσίας καὶ διαίτης, λουτρά τε σεμνότητι καὶ τρυφῇ νικῶντα καὶ δρόμοι καὶ γυμνάσια· ὥστʼ εἴ τις τῆς πόλεως περιέλοι τοὺς Ἐριχθονίους, τοὺς Κέκροπας, τὰ μυθώδη, τὰ τῶν καρπῶν, τὰ τρόπαια τὰ ἐν τῇ γῇ καὶ τῇ θαλάττῃ, τοὺς λόγους, τοὺς ἄνδρας, πάντα διʼ ὧν τὸν αἰῶνα διεξελήλυθε, σκοποῖτο δʼ αὐτὴν, ὥσπερ τὰς νῦν φρονούσας ἐφʼ αὑταῖς, ἐξαρκεῖν αὐτὴν τοῖς ὁρωμένοις νικᾶν. καὶ μὴν τὰ μὲν ἔσχηκε, τὰ δὲ ἔχει, καὶ οὔτε οἷς ὑπερεῖχεν ἀφῄρηται τὴν μνήμην οὔτʼ αὖ τῆς παρούσης εὐδαιμονίας ἀπολέλειπται, εἴ τῳ καὶ τούτων φίλον μεμνῆσθαι, ἀλλὰ μόνη δὴ πόλεων τὰ μὲν παλαιὰ

τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς καινοῖς, εἰ δὲ βούλει, τὰ μὲν παλαιὰ τοῖς καινοῖς, τὰ δὲ καινὰ τοῖς παλαιοῖς, τοῖς ἑαυτῆς λέγω τὰ τῶν ἄλλων. κατίδοι δʼ ἄν τις κἀκεῖθεν τὰς ὑπερβολὰς αὐτῆς· ὅσοι γὰρ καὶ μικροῦ τινος μέρους τῇ πόλει κεκοινωνήκασιν, ὡς ἄριστοι τῶν ἄλλων ἀγάλλονται· ἡ δʼ οὐδεμιᾶς μὲν φιλοτιμίας ὑστερεῖ τῶν οἱστισινοῦν ὑπαρχόντων, τῶν δʼ ἑαυτῆς οὐδένα κοινωνὸν ἔχει διὰ τέλους· οἷον Ἀργεῖοι παλαιότατοι τῶν Ἑλλήνων ἀξιοῦσιν εἶναι, οὐκοῦν καὶ ἡ τῶν Ἀθηναίων πόλις· καὶ ὅλως οὐχ ὅμοια τὰ τῶν Ἀργείων παλαιὰ τοῖς τῶν Ἀθηναίων οὐδʼ ἂν εἷς φήσαι δικαστὴς κοινός. Ἀρκάδες αὐτόχθονες, μετά γε Ἀθηναίους, καὶ τοῖς δευτέροις αὖ νικῶνται τῇ τῶν καρπῶν εὑρέσει καὶ δόσει. δῆλον δʼ ἐκ τῶν ἐνταῦθα φερόντων Ἑλλήνων τὰς ἀπαρχὰς, ἀλλʼ οὐκ ἐκεῖσε. ἄριστοι Λακεδαιμόνιοι τὰ πρὸς τὸν πόλεμον, ἀλλὰ καὶ ἡ τῶν Ἀθηναίων πόλις· καὶ τά γε δεύτερα ἐκείνοις ἐν φιλοτιμίᾳ καθέστηκεν. ἔχει ταῖς Θήβαις χάριν καὶ τιμὴν ἡ τῶν θεῶν γένεσις· τούτων τοίνυν ὁ μὲν ἐν τῇ Ἀττικῇ τὴν δωρεὰν ἔφηνε, τὸν δὲ πρῶτοι τῶν Ἑλλήνων Ἀθηναῖοι θεὸν ἤγαγον, χωρὶς τῶν διὰ Θησέως πρὸς αὐτὸν