Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
διαφόρων, ἢ τὰς ἀναμὶξ ἥρωσι καὶ θεοῖς ἐν θεοῖς δικασταῖς ἐνταυθοῖ γενομένας; καὶ μὴν τῶν γε δωρεῶν ὡσαύτως οὐ ῥᾴδιον τὴν μεγίστην εὑρεῖν. ἁμιλλάσθω δὲ καὶ περὶ τούτων ἄλλη πρὸς ἄλλην πόλις, ἡ μὲν τοὺς Δήμητρος καρποὺς κομίζουσα, ἡ δὲ τοὺς τοῦ Διονύσου, καὶ τούτους οὐ μόνον τοὺς ἀπὸ τῆς ἀμπέλου, ἀλλὰ καὶ τῶν ἄλλων ἡμέρων· ἡ δὲ τρίτη λεγέτω τὴν τῆς Ἀθηνᾶς δωρεὰν, καὶ ταύτην διπλῆν, ἆρʼ οὐ πολλαῖς πόλεσι μεριζόμενα ἐξαρκεῖ
τὰ ἐκ τῶν θεῶν ἑκάστῃ φιλοτιμεῖσθαι ὡς ἐχούσῃ τὸ κάλλιστον; αὖθις τοίνυν τὰ πρὸς τοὺς θεοὺς, τοῦτο μὲν οἱ νεῲ, τοῦτο δὲ αἱ διʼ ἔτους θυσίαι καὶ πρόσοδοι· ὧν τὰ μὲν παρʼ ὑμῖν πρώτοις γεγένηται, τὰ δʼ εἰς ὑπερβολὴν ἔτι καὶ νῦν γίγνεται· τὰς δʼ ἀρρήτους τελετὰς, ὧν τοῖς μετασχοῦσι καὶ μετὰ τὴν τοῦ βίου τελευτὴν βελτίω τὰ πράγματα γίγνεσθαι δοκεῖ, τίς οὐκ ἂν ἐξαρκεῖν φαίη πᾶσιν ἓν ἀντιθεῖναι; ἀλλὰ μὴν ἥ γε πρὸς τοὺς ἀνθρώπους ὁμιλία τίνʼ ἐκπέφευγε τρόπον εὐεργεσίας; πρῶτον μέν γε ἡ τῶν καρπῶν μετάδοσις, ἔπειθʼ ἡ τῶν τελετῶν ἑτέρα, τρίτον ἡ κατὰ τοὺς πολέμους προστασία, τέταρτον ἡ διὰ τῆς σοφίας ἀεὶ πᾶσι γιγνομένη καὶ εἰς τοὺς ἰδίους οἴκους καὶ εἰς τὰ κοινὰ τῶν πόλεων ἐπικουρία. τῆς τοίνυν σοφίας αὐτῆς πότερον τοὺς νόμους εἴπωμεν, οἷς ἔτι νῦν οἱ πολλοὶ χρῶνται τοῖς ὑμετέροις, ἢ τοὺς λόγους; καὶ τῶν λόγων πότερον τοὺς περὶ τὴν ῥητορείαν, ἢ τοὺς διαλεκτικοὺς, ἢ τὴν ποίησιν, ἢ τὴν ἄλλην συγγραφὴν, εἰ δὲ βούλει, τί τῆς ποιήσεως εἶδος; ὅ τι γὰρ πρῶτον ἢ τελευταῖον εἴποις τῆς πρώτης ἐστὶ τῇ πόλει.σκόπει δὴ καὶ τὰ τῶν πολέμων, τοῦτο μὲν τοὺς ἰδίους ἀγῶνας, τοῦτο δὲ τοὺς ὑπὲρ τῶν ἄλλων, αὖθις αὖ τὰ ἐν τῇ οἰκείᾳ κατορθώματα, καὶ πάλιν γε τὰ ἐν τῇ ὑπερορίᾳ ὁμοίως Ἑλλάδι καὶ βαρβάρῳ· καὶ πότερον τὴν ἀνδρείαν, ἢ τὴν φιλανθρωπίαν ἐρεῖς τὴν ἐν αὐτοῖς τοῖς πολέμοις ἐνοῦσαν; ὥσπερ γὰρ ἐν μιᾷ πηγῇ πάνθʼ ὅσα ἂν μερίσῃς πάλιν εἰς ἄλληλα συρρεῖ καὶ μίγνυται, εἰς μὲν τὰς εὐεργεσίας οἵ τε πόλεμοι τῇ χρείᾳ τῶν δεηθέντων καὶ
τὰ ἀπὸ τῆς σοφίας ἀγαθὰ, εἰς δʼ αὖ τοὺς πολέμους τά τε οἰκεῖα καὶ τὰ ὑπὲρ τῶν δεηθέντων. πάλιν τοίνυν τῶν ἢ ὑπὲρ αὑτῶν ἢ ὑπὲρ τῶν ἄλλων πολέμων πότερον τὰς ναυμαχίας χρὴ λέγειν, ἢ τὰς πεζομαχίας, ἢ τὰς ἱππομαχίας, ἢ τὰς τειχομαχίας; πάντα γὰρ ταῦτα κρατίστη ἡ πόλις. εἰ δʼ αὖ βούλει, τί τῶν ἐν τῇ θαλάττῃ μέγιστον αὐτῆς, ἢ τί τῶν κατʼ ἤπειρον; τρεῖς δʼ οὖν ὅροι ταύτῃ κείσθων, οἷς εἰ μὴ ἑαυτὴν, ἀλλὰ τούς γε ἄλλους ἀναμφισβητήτως ὑπερβέβληκε· πεζομαχία μὲν ἡ Μαραθῶνι, ναυμαχία δʼ ἡ ἐν Σαλαμῖνι, ἱππομαχία δὲ, ἀπορῶ μὲν ἥντινα κρίνω, ἔστω δὲ ἡ ἐν Μαντινείᾳ· τειχομαχίας μὲν γὰρ οὐδʼ ἠμφισβήτησεν οὐδεὶς πώποτε. καὶ τοίνυν πότερον τῷ πλήθει τῶν τροπαίων, ἢ τῷ μεγέθει τῶν ἔργων
θησόμεθα; ἢ πῶς τὴν ἀξίαν ἀποδώσομεν; οὕτω καὶ διὰ πάντων καὶ διʼ ἑκάστου πολλαχῶς νικᾷ. καὶ γὰρ ἀγῶνας πλείστους καὶ μεγίστους καὶ ὑπὲρ καλλίστων ἐποιήσατο, καὶ τρόπαια πλεῖστα καὶ κάλλιστα ἐκ τῶν Ἀθηνῶν, καὶ λόγοι πλεῖστοι καὶ κάλλιστοι καὶ διὰ πάντων ὑπερέχοντες οἱ τῆσδε τῆς πόλεως· προσθήσω δὲ καὶ παρὰ τῆσδε καὶ στρατηγοὶ σοφώτατοι καὶ ὀξύτατοι καὶ ἀσφαλέστατοι καὶ δικαιότατοι καὶ πλείους ἢ σύμπαντες οἱ τῶν Ἑλλήνων. ἵνα δʼ εἴπω κεφάλαιον, τρισὶ τούτοις ὁ τῶν ἀνθρώπων βίος πληροῦται, τῇ τῶν ἀναγκαίων εὐπορίᾳ, τοῖς τῆς παιδείας καλοῖς, τῇ τῶν πρὸς τὸν πόλεμον κατασκευῇ· δυοῖν γὰρ ὄντοιν καιροῖν, εἰρήνης καὶ πολέμου, τὸ μὲν ἀμφοῖν κοινόν ἐστι, τὸ δὲ τῷ τῆς εἰρήνης ἀνεῖται καιρῷ, τὸ δὲ ἀμύνεσθαι δυνατοὺς εἶναι ποιεῖ περὶ τῶν ὑπαρχόντων. τούτων τοίνυν ἔστω μὲν ὅ τί τις βούλεται μέγιστον· τριῶν δʼ εἶναι πόλεων δεδόσθω ταῦτα, ἑκάστῃ ἕκαστον· φημὶ τοίνυν ἐγὼ καθʼ ἣν ἄν τις αὐτῶν κρίνῃ, τῆς πόλεως εἶναι τὸ νικᾶν. πάντα γὰρ αὕτη δείξασα καὶ πάντων ἐπὶ πλεῖστον προελθοῦσα φανήσεται· οὕτω πᾶσι τοῖς