Orationes 13

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

τῶν ἄλλων. ἐπὶ δὲ τῆς πάντα ἀρίστης καὶ μεγίστης τῆς νυνὶ καθεστηκυίας τὰ πρεσβεῖα παντὸς ἔχει τοῦ

Ἑλληνικοῦ, καὶ πέπραγεν οὕτως ὥστε μὴ ῥᾳδίως ἄν τινα αὐτῇ τἀρχαῖα ἀντὶ τῶν παρόντων συνεύξασθαι. γνοίη δʼ ἄν τις ὅσον τῇ πόλει περίεστιν ἐκ τοῦ παντὸς αἰῶνος, εἰ τὰ ὑπάρχοντα αὐτῇ, πάντα μὲν οὐκ ἴσως δυνατὸν, μᾶλλον δὲ σαφῶς ἀδύνατον, ἀλλʼ ὅσα γε ἐγχωρεῖ μερίσας ἄλλο ἄλλῃ χώρᾳ καὶ πόλει προσθεὶς, εἶτα ἀγῶνα τῷ λόγῳ ποιήσειε, καθάπερ ποιητῶν ἢ χορῶν· οὐ γάρ μοι δοκεῖ τὴν νικῶσαν εὑρεῖν ἂν ῥᾳδίως· οἷον εἰ φιλοτιμοῖτο ἡ μὲν ὡς πρώτη τεκοῦσα τὸ τῶν ἀνθρώπων γένος, ἡ δʼ ὡς πρώτη δείξασα τοὺς καρποὺς, ἡ δὲ ὡς πλείστοις μεταδοῦσα, ἡ δέ τις ὡς νόμους καταδείξασα, ἡ δὲ πανηγύρεις, ἡ δʼ ὡς ἐν καλλίστοις κεῖται γῆς ἅμα καὶ θαλάττης, ἡ δὲ τοῖς τῆς σοφίας ἀγαθοῖς ἀγάλλοιτο, ἡ δὲ τὰς ἐν τοῖς πολέμοις πράξεις καταλέγοι, ἄλλη δὲ ὅσους ὑπεδέξατο τῶν Ἑλλήνων, ἡ δὲ τὰς ἀποικίας ἃς ἀπέστειλεν, ἡ δʼ ὅ τι καὶ δοίη τις αὐτῇ τῶν ὑπαρχόντων τῇ πόλει, φήμʼ ἔγωγε μάλιστʼ ἂν οὕτω γενέσθαι καταφανὲς ὁπόσοις τισὶ τοῖς κρείττοσιν ἡ πόλις ὑμῖν τὰς ἄλλας παρελήλυθεν. ἃ γὰρ
ἐξαρκεῖ νειμαμένῃ τῇ Ἑλλάδι, ταῦτα μόνη συλλήβδην ἔχει. καὶ τοίνυν ὥσπερ τοῖς ἅπασι τοσοῦτον περίεστιν, οὕτω καὶ καθʼ ἕκαστον αὖ πολλοῖς τοῖς εἰς ταυτὸν φέρουσιν ἀγάλλεται.

οἷον τῶν μὲν θείων εὐθέως δύο μὲν τὰ πρῶτα καὶ μέγιστα, ἥ τε ἐκ τῶν θεῶν τιμὴ καὶ ἡ περὶ τοὺς θεοὺς σπουδή. τούτων δʼ αὖ τῆς μὲν παρὰ τῶν θεῶν τιμῆς πότερον τὰς ἐπιδημίας εἴποι τις, αἷς τὸ κοινὸν ἐτίμησαν, ἢ τὰς τροφὰς αἷς ἔθρεψαν τοὺς ἐν τέλει καθάπερ παῖδας ἑαυτῶν; ἢ τὰς δίκας ἃς ἐποιήσαντο; καὶ τῶν γε δικῶν αὖ πότερον ἃς πρὸς ἀλλήλους περὶ τῆς πόλεως ἐποιήσαντο, ἢ τὰς ἐν τῇ πόλει πρὸς ἀλλήλους ὑπὲρ τῶν

διαφόρων, ἢ τὰς ἀναμὶξ ἥρωσι καὶ θεοῖς ἐν θεοῖς δικασταῖς ἐνταυθοῖ γενομένας; καὶ μὴν τῶν γε δωρεῶν ὡσαύτως οὐ ῥᾴδιον τὴν μεγίστην εὑρεῖν. ἁμιλλάσθω δὲ καὶ περὶ τούτων ἄλλη πρὸς ἄλλην πόλις, ἡ μὲν τοὺς Δήμητρος καρποὺς κομίζουσα, ἡ δὲ τοὺς τοῦ Διονύσου, καὶ τούτους οὐ μόνον τοὺς ἀπὸ τῆς ἀμπέλου, ἀλλὰ καὶ τῶν ἄλλων ἡμέρων· ἡ δὲ τρίτη λεγέτω τὴν τῆς Ἀθηνᾶς δωρεὰν, καὶ ταύτην διπλῆν, ἆρʼ οὐ πολλαῖς πόλεσι μεριζόμενα ἐξαρκεῖ

τὰ ἐκ τῶν θεῶν ἑκάστῃ φιλοτιμεῖσθαι ὡς ἐχούσῃ τὸ κάλλιστον; αὖθις τοίνυν τὰ πρὸς τοὺς θεοὺς, τοῦτο μὲν οἱ νεῲ, τοῦτο δὲ αἱ διʼ ἔτους θυσίαι καὶ πρόσοδοι· ὧν τὰ μὲν παρʼ ὑμῖν πρώτοις γεγένηται, τὰ δʼ εἰς ὑπερβολὴν ἔτι καὶ νῦν γίγνεται· τὰς δʼ ἀρρήτους τελετὰς, ὧν τοῖς μετασχοῦσι καὶ μετὰ τὴν τοῦ βίου τελευτὴν βελτίω τὰ πράγματα γίγνεσθαι δοκεῖ, τίς οὐκ ἂν ἐξαρκεῖν φαίη πᾶσιν ἓν ἀντιθεῖναι; ἀλλὰ μὴν ἥ γε πρὸς τοὺς ἀνθρώπους ὁμιλία τίνʼ ἐκπέφευγε τρόπον εὐεργεσίας; πρῶτον μέν γε ἡ τῶν καρπῶν μετάδοσις, ἔπειθʼ ἡ τῶν τελετῶν ἑτέρα, τρίτον ἡ κατὰ τοὺς πολέμους προστασία, τέταρτον ἡ διὰ τῆς σοφίας ἀεὶ πᾶσι γιγνομένη καὶ εἰς τοὺς ἰδίους οἴκους καὶ εἰς τὰ κοινὰ τῶν πόλεων ἐπικουρία. τῆς τοίνυν σοφίας αὐτῆς πότερον τοὺς νόμους εἴπωμεν, οἷς ἔτι νῦν οἱ πολλοὶ χρῶνται τοῖς ὑμετέροις, ἢ τοὺς λόγους; καὶ τῶν λόγων πότερον τοὺς περὶ τὴν ῥητορείαν, ἢ τοὺς διαλεκτικοὺς, ἢ τὴν ποίησιν, ἢ τὴν ἄλλην συγγραφὴν,
εἰ δὲ βούλει, τί τῆς ποιήσεως εἶδος; ὅ τι γὰρ πρῶτον ἢ τελευταῖον εἴποις τῆς πρώτης ἐστὶ τῇ πόλει.

σκόπει δὴ καὶ τὰ τῶν πολέμων, τοῦτο μὲν τοὺς ἰδίους ἀγῶνας, τοῦτο δὲ τοὺς ὑπὲρ τῶν ἄλλων, αὖθις αὖ τὰ ἐν τῇ οἰκείᾳ κατορθώματα, καὶ πάλιν γε τὰ ἐν τῇ ὑπερορίᾳ ὁμοίως Ἑλλάδι καὶ βαρβάρῳ· καὶ πότερον τὴν ἀνδρείαν, ἢ τὴν φιλανθρωπίαν ἐρεῖς τὴν ἐν αὐτοῖς τοῖς πολέμοις ἐνοῦσαν; ὥσπερ γὰρ ἐν μιᾷ πηγῇ πάνθʼ ὅσα ἂν μερίσῃς πάλιν εἰς ἄλληλα συρρεῖ καὶ μίγνυται, εἰς μὲν τὰς εὐεργεσίας οἵ τε πόλεμοι τῇ χρείᾳ τῶν δεηθέντων καὶ

τὰ ἀπὸ τῆς σοφίας ἀγαθὰ, εἰς δʼ αὖ τοὺς πολέμους τά τε οἰκεῖα καὶ τὰ ὑπὲρ τῶν δεηθέντων. πάλιν τοίνυν τῶν ἢ ὑπὲρ αὑτῶν ἢ ὑπὲρ τῶν ἄλλων πολέμων πότερον τὰς ναυμαχίας χρὴ λέγειν, ἢ τὰς πεζομαχίας, ἢ τὰς ἱππομαχίας, ἢ τὰς τειχομαχίας; πάντα γὰρ ταῦτα κρατίστη ἡ πόλις. εἰ δʼ αὖ βούλει, τί τῶν ἐν τῇ θαλάττῃ μέγιστον αὐτῆς, ἢ τί τῶν κατʼ ἤπειρον; τρεῖς δʼ οὖν ὅροι ταύτῃ κείσθων, οἷς εἰ μὴ ἑαυτὴν, ἀλλὰ τούς γε ἄλλους ἀναμφισβητήτως ὑπερβέβληκε· πεζομαχία μὲν ἡ Μαραθῶνι, ναυμαχία δʼ ἡ ἐν Σαλαμῖνι, ἱππομαχία δὲ, ἀπορῶ μὲν ἥντινα κρίνω, ἔστω δὲ ἡ ἐν Μαντινείᾳ· τειχομαχίας μὲν γὰρ οὐδʼ ἠμφισβήτησεν οὐδεὶς πώποτε. καὶ τοίνυν πότερον τῷ πλήθει τῶν τροπαίων, ἢ τῷ μεγέθει τῶν ἔργων

θησόμεθα; ἢ πῶς τὴν ἀξίαν ἀποδώσομεν; οὕτω καὶ διὰ πάντων καὶ διʼ ἑκάστου πολλαχῶς νικᾷ. καὶ γὰρ ἀγῶνας πλείστους καὶ μεγίστους καὶ ὑπὲρ καλλίστων ἐποιήσατο, καὶ τρόπαια πλεῖστα καὶ κάλλιστα ἐκ τῶν Ἀθηνῶν, καὶ λόγοι πλεῖστοι καὶ κάλλιστοι καὶ διὰ πάντων ὑπερέχοντες οἱ τῆσδε τῆς πόλεως· προσθήσω δὲ καὶ παρὰ τῆσδε καὶ στρατηγοὶ σοφώτατοι καὶ ὀξύτατοι καὶ ἀσφαλέστατοι καὶ δικαιότατοι καὶ πλείους ἢ σύμπαντες οἱ τῶν Ἑλλήνων. ἵνα δʼ εἴπω κεφάλαιον, τρισὶ τούτοις ὁ τῶν ἀνθρώπων βίος πληροῦται, τῇ τῶν ἀναγκαίων εὐπορίᾳ, τοῖς τῆς παιδείας καλοῖς, τῇ τῶν πρὸς τὸν πόλεμον κατασκευῇ· δυοῖν γὰρ ὄντοιν καιροῖν, εἰρήνης καὶ πολέμου, τὸ μὲν ἀμφοῖν κοινόν ἐστι, τὸ δὲ τῷ τῆς εἰρήνης ἀνεῖται καιρῷ, τὸ δὲ ἀμύνεσθαι δυνατοὺς εἶναι ποιεῖ περὶ τῶν ὑπαρχόντων. τούτων τοίνυν ἔστω μὲν ὅ τί τις βούλεται μέγιστον· τριῶν δʼ εἶναι πόλεων δεδόσθω ταῦτα, ἑκάστῃ ἕκαστον· φημὶ τοίνυν ἐγὼ καθʼ ἣν ἄν τις αὐτῶν κρίνῃ, τῆς πόλεως εἶναι τὸ νικᾶν. πάντα γὰρ αὕτη δείξασα καὶ πάντων ἐπὶ πλεῖστον προελθοῦσα φανήσεται· οὕτω πᾶσι τοῖς

κριταῖς νικᾷ καὶ πρός γε ἔτι ταῖς χώραις ἁπάσαις· ὥστʼ οὐκ ἄν τις ὀκνήσειεν εἰπεῖν ὅτι χρὴ καὶ πρώτην καὶ δευτέραν καὶ τρίτην αὐτὴν ἐν τοῖς Ἕλλησι κηρύττειν, ὥσπερ ἐν ἅρμασιν, εἰ δὴ καὶ ἅρμα γε ἀπὸ τῶν Ἀθηνῶν τὸ ἀρχαῖον, οὐκ ἀπὸ τῆς Σικελίας. εἶεν. ἀλλὰ ταῦτα μὲν τοιαῦτα.

τὰ δʼ αὖ τοῦ μεγέθους καὶ τῆς ἄλλης κατασκευῆς τίς οὐκ ἂν ἄξια τῆς ὅλης τύχης εἴποι καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος; τοῦτο μὲν αὐτὸν τὸν κύκλον τοῦ ἄστεος, μέγιστον μὲν τῶν Ἑλληνικῶν, κάλλιστον δὲ τῶν πανταχοῦ. καὶ σιωπῶ τείχη καθήκοντά ποτε ἐπὶ θάλατταν, ἡμερησίας ὁδοῦ μῆκος τὰ σύμπαντα, καὶ πρὸς τῇ θαλάττῃ κύκλους ἑτέρους ἀντιστρόφους τῶν περὶ τὴν πόλιν. ἀλλὰ τοὺς δήμους πάρεστι δή που θεωρεῖν, ὧν ἔνιοι λαμπρότερον τῶν ἀλλαχοῦ πόλεών εἰσι κατεσκευασμένοι, καὶ πάντα δὲ τὸν κόσμον καὶ τὸν παρὰ τῆς φύσεως καὶ τὸν παρὰ τῆς τέχνης ἐφάμιλλον κἀν τῇ πόλει κἀν τῇ χώρᾳ. τῶν μὲν αὐτοφυῶν, ἀήρ τε οὗτος ἐξαίρετος τοῦ πολλοῦ καὶ λιμένες τοσοῦτοι, ὧν εἷς ἕκαστος ἀντάξιος πολλῶν. ἔτι δʼ αὐτῆς τῆς ἀκροπόλεως ἡ θέσις καὶ τὸ ὥσπερ αὔρας εὔχαρι προσβάλλον πανταχοῦ. ὃ δὲ καὶ ἐν αὐτοῖς τούτοις ἄξιον ἐπισημήνασθαι, ταῖς μὲν γὰρ ἄλλαις πόλεσιν, ὅπως ἂν ἔχωσι τοῦ οὐρανοῦ, τῆς γε αὑτῶν χώρας ἐπιεικῶς ἡττᾶσθαι συμβέβηκε, τοῦ δὲ τῆς πάσης Ἀττικῆς ἀέρος οὕτως ἔχοντος ἄριστος καὶ καθαρώτατός ἐστιν ὁ τῆς πόλεως ὑπερέχων. γνοίης δʼ ἂν αὐτὴν ἐπὶ τῇ πόρρωθεν ὥσπερ αὐγῇ τῷ ὑπὲρ κεφαλῆς ἀέρι.

καὶ τὰ μὲν παρὰ τῆς φύσεως τοιαῦτα, πολλὰ τῶν ὄντων

ἀφελόντι. τῶν δʼ αὖ τῆς τέχνης τί χρὴ μέγιστον θεῖναι ἢ τί πρῶτον εἰπεῖν; νεῴ τε γὰρ ἐνταῦθα οἱ αὐτοὶ μέγιστοι καὶ κάλλιστοι τῶν πανταχοῦ, καὶ ἀγάλματα ἄνευ τῶν οὐρανίων τῆς πρώτης τέχνης τὰ πρῶτα, καὶ παλαιὰ καὶ καινά· πρὸς δὲ τούτοις βιβλίων ταμιεῖα οἷα οὐχ ἑτέρωθι γῆς

φανερῶς, καὶ μάλα τῶν Ἀθηνῶν κόσμος οἰκεῖος, καὶ οἷα δὴ τῆς παρούσης ἐξουσίας καὶ διαίτης, λουτρά τε σεμνότητι καὶ τρυφῇ νικῶντα καὶ δρόμοι καὶ γυμνάσια· ὥστʼ εἴ τις τῆς πόλεως περιέλοι τοὺς Ἐριχθονίους, τοὺς Κέκροπας, τὰ μυθώδη, τὰ τῶν καρπῶν, τὰ τρόπαια τὰ ἐν τῇ γῇ καὶ τῇ θαλάττῃ, τοὺς λόγους, τοὺς ἄνδρας, πάντα διʼ ὧν τὸν αἰῶνα διεξελήλυθε, σκοποῖτο δʼ αὐτὴν, ὥσπερ τὰς νῦν φρονούσας ἐφʼ αὑταῖς, ἐξαρκεῖν αὐτὴν τοῖς ὁρωμένοις νικᾶν. καὶ μὴν τὰ μὲν ἔσχηκε, τὰ δὲ ἔχει, καὶ οὔτε οἷς ὑπερεῖχεν ἀφῄρηται τὴν μνήμην οὔτʼ αὖ τῆς παρούσης εὐδαιμονίας ἀπολέλειπται, εἴ τῳ καὶ τούτων φίλον μεμνῆσθαι, ἀλλὰ μόνη δὴ πόλεων τὰ μὲν παλαιὰ

τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς καινοῖς, εἰ δὲ βούλει, τὰ μὲν παλαιὰ τοῖς καινοῖς, τὰ δὲ καινὰ τοῖς παλαιοῖς, τοῖς ἑαυτῆς λέγω τὰ τῶν ἄλλων. κατίδοι δʼ ἄν τις κἀκεῖθεν τὰς ὑπερβολὰς αὐτῆς· ὅσοι γὰρ καὶ μικροῦ τινος μέρους τῇ πόλει κεκοινωνήκασιν, ὡς ἄριστοι τῶν ἄλλων ἀγάλλονται· ἡ δʼ οὐδεμιᾶς μὲν φιλοτιμίας ὑστερεῖ τῶν οἱστισινοῦν ὑπαρχόντων, τῶν δʼ ἑαυτῆς οὐδένα κοινωνὸν ἔχει διὰ τέλους· οἷον Ἀργεῖοι παλαιότατοι τῶν Ἑλλήνων ἀξιοῦσιν εἶναι, οὐκοῦν καὶ ἡ τῶν Ἀθηναίων πόλις· καὶ ὅλως οὐχ ὅμοια τὰ τῶν Ἀργείων παλαιὰ τοῖς τῶν Ἀθηναίων οὐδʼ ἂν εἷς φήσαι δικαστὴς κοινός. Ἀρκάδες αὐτόχθονες, μετά γε Ἀθηναίους, καὶ τοῖς δευτέροις αὖ νικῶνται τῇ τῶν καρπῶν εὑρέσει καὶ δόσει. δῆλον δʼ ἐκ τῶν ἐνταῦθα φερόντων Ἑλλήνων τὰς ἀπαρχὰς, ἀλλʼ οὐκ ἐκεῖσε. ἄριστοι Λακεδαιμόνιοι τὰ πρὸς τὸν πόλεμον, ἀλλὰ καὶ ἡ τῶν Ἀθηναίων πόλις· καὶ τά γε δεύτερα ἐκείνοις ἐν φιλοτιμίᾳ καθέστηκεν. ἔχει ταῖς Θήβαις χάριν καὶ τιμὴν ἡ τῶν θεῶν γένεσις· τούτων τοίνυν ὁ μὲν ἐν τῇ Ἀττικῇ τὴν δωρεὰν ἔφηνε, τὸν δὲ πρῶτοι τῶν Ἑλλήνων Ἀθηναῖοι θεὸν ἤγαγον, χωρὶς τῶν διὰ Θησέως πρὸς αὐτὸν

κοινωνιῶν. ἀλλὰ καὶ τῆς τελευταίας Θηβαίων ῥώμης ἅπαντες μέμνηνται, ταύτης ἡ πόλις αἰτία, καὶ ὅτε ἔδει τἀναντία πράττειν, οὐκ ἔδεισεν. ἐπαινεῖν ἄν τις ἔχοι Κορινθίους δικαιοσύνης ἕνεκα· ἡ τοίνυν πόλις οὐ βεβούληται

μόνον τὰ δίκαια, ἀλλὰ καὶ βραβεύουσα τοῖς ἄλλοις διαγέγονεν. ἐνδοξότατοι πάντων οἱ κατὰ τὴν Ἑλλάδα ἀγῶνες· καὶ μὴν τούτων πρεσβύτατος ὁ τῶν Παναθηναίων, εἰ δὲ βούλει, ὁ τῶν Ἐλευσινίων. ἔπειτα καὶ πάντας αὐτοὺς ἡ τῆς πόλεως δωρεὰ συγκροτεῖ, λέγω γὰρ οὖν τῆς πόλεως τὴν παρὰ τῆς Ἀθηνᾶς. Σαμοθρᾷκες ἀγάλλονται τοῖς ἱεροῖς, καὶ ταῦτα πάντων ὀνομαστότατά ἐστι, πλὴν τῶν Ἐλευσινίων· ἀλλὰ καὶ Δῆλος ἀνεῖται τοῖς θεοῖς· ἡ δέ ἐστι τῆς πόλεως. τὸ δὲ δὴ καὶ τὴν εἰς Δελφοὺς ὁδὸν ἔργον εἶναι τῆς πόλεως καὶ τὴν θεωρίαν τὴν Πυθιάδα Ἀθηναίων μόνον πάτριον τί ἂν εἴποις ἢ τῶν θεῶν ἅπαντα ταῦτʼ εἶναι, βουλομένων πανταχῆ τὰς Ἀθήνας πρεσβεύειν καὶ πᾶσιν ὥσπερ χεῖρα τοῖς καλοῖς ἐπιβάλλειν τὴν πόλιν; ἔτι τοίνυν εἰσὶν αἳ τῶν κατὰ τὴν Ἀσίαν πόλεων μεγέθει νεῶν φιλοτιμοῦνται, αἱ δὲ κατασκευῇ λουτρῶν τῆς χρείας κρείττονι· καὶ ταῦτʼ ἐστὶ τῇ πόλει πρὸς ὑπερβολὴν, καθάπερ πρώην συνῳκισμένῃ. καὶ τὸ κάλλιστον· ἃ γὰρ τοῖς ἄλλοις ἐν ἀγάλμασι δεῖξαι σπουδὴν ἔχει, τούτων ὑμεῖς
τοὺς νεὼς καὶ τὰ θέατρα κέκτησθε. ἀγάλματα θαυμάζεται καὶ τούτων πρῶτον εἶναι κρατεῖ τὸ παρʼ ὑμῖν ἐν τῇ πόλει, χωρὶς τοῦ καὶ τἄλλα πανταχοῦ κάλλιστα προσήκειν τρόπον δή τινα τῇ πόλει. ἁπάντων γὰρ, ὡς ἔοικε, τῶν ἀρίστων αὕτη πατρὶς καὶ σοφίας πάσης καὶ τέχνης ἡγεμὼν, ὥστʼ οὐ μόνον τοῖς ἀγάλμασιν, ἀλλὰ καὶ τοῖς ἀγαλματοποιοῖς αὐτοῖς περίεστιν.

ἀλλὰ μὴν ἑπτά γε ἀνδρῶν, ἵνα μηδὲ τοῦτο παρῶμεν, ἐνδόξων ἐπὶ σοφίᾳ γενομένων, εἷς ἀπὸ τῆς πόλεως γέγονε, καὶ δυοῖν ἀρίστοιν νομοθέταιν ἅτερος αὐτὸς οὗτος. δύο τοίνυν ἀνδράσι τῶν πρόσθεν ἐκ θεῶν ψῆφον δεδόσθαι παρειλήφαμεν, Λυκούργῳ τε τῷ Λακεδαιμονίῳ καὶ

Σωκράτει τῷ παρʼ ὑμῶν· ὥστε καὶ τῆς ἐπὶ τοῖς κοινοῖς καὶ τῆς ἐπὶ τοῖς ἄκροις φιλοτιμίας μετέχειν τὴν πόλιν καὶ μηδὲν εἶναι τῶν ὀνομαστῶν ὅτῳ μὴ τὸ τῶν Ἀθηνῶν ὄνομα ἐπιφημίζεται. εἰ τοίνυν τις ἐρωτῴη ποῖον τῶν ἐν τοῖς Ἕλλησι δικαστηρίων ἐντιμότατον καὶ ἁγιώτατον, τὸ

ἐν Ἀρείῳ πάγῳ πάντες ἂν φήσαιεν. ἔθεσι δὲ τίνες κοινοτάτοις καὶ δημοτικωτάτοις ἐχρήσαντο; ἡ τῶν Ἀθηναίων πόλις ὁμοίως Ἀθηναίοις τε καὶ πᾶσιν ἀναγκαῖον εἰπεῖν, εἰ τἀληθῆ λέγειν ἐθέλοιεν. καὶ τὸ μὲν διὰ πάντων ἀποδεικνύναι συχνοῦ καὶ λόγου καὶ χρόνου, μόνοι δʼ ἁπάντων ἀνθρώπων τρία ταῦτʼ ἐνομίσατε· τῶν μὲν ὑπὲρ τῆς πόλεως τελευτησάντων αὐτῶν μὲν ἐπαίνους ἐπὶ ταῖς ταφαῖς καθʼ ἕκαστον ἔτος λέγειν, τοὺς δὲ παῖδας δημοσίᾳ τρέφειν ἄχρι ἥβης, καὶ τηνικαῦτα ἀποπέμπειν ἐπὶ τοὺς πατρῴους οἴκους μετὰ τῶν πανοπλιῶν· τοὺς δʼ ἀδυνάτους τῶν πολιτῶν δημοσίᾳ τρέφειν. ὥστε καὶ τὴν δύναμιν καὶ τὴν ἀδυναμίαν τιμῶντες ἐδείξατε ὡς ἑκάτερον προσῆκε. ψηφίσματα τοίνυν πόθεν ἢ λαμπρότερα ἢ φιλανθρωπότερα; ὧν ἃ μὲν ἐν τοῖς εἰρημένοις ἐστὶ παραλείπω, ἓν δʼ ὡσπερεὶ δείγματος χάριν ἔστω μοι κατὰ παντὸς τοῦ περὶ ταῦτα λόγου, τὸ κατʼ Ἀρθμίου τοῦ Ζελείτου νικῆσαν· ὃν, ἐπεὶ τῷ βασιλεῖ διακονῶν χρυσίον ἤγαγεν εἰς Πελοπόννησον, πολέμιον τοῦ δήμου τοῦ Ἀθηναίων ἐψηφίσαντο αὐτὸν καὶ γένος καὶ ἀτίμους. καίτοι μόνου τούτου πάνθʼ ὁμοῦ τὰ τῶν ἄλλων ἀπολείπεται. πρεσβείας τοίνυν πλείστας μὲν ἐδέξατο, πλείστας δʼ ἐξέπεμψε. καὶ τοῦτο εἰ μὲν ὅλως ὁμολογεῖται· εἰ δὲ μὴ, τῇ προσθήκῃ μεῖζον γίγνεται, πλείστας γὰρ ὑπὲρ τῶν δεομένων ἀπέστειλεν. ὅσα μὲν
οὖν ἢ κοινῇ τοὺς Ἕλληνας μὴ πολεμεῖν ἀλλήλοις ἑκάστοτε πείθουσα, ἢ τοὺς ἐν χρείᾳ παραμυθουμένη διεπρεσβεύσατο, ἀναγκαῖον παραλιπεῖν διὰ πλῆθος. δυοῖν δὲ κἀνταῦθα