Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
μνησθήσομαι· Ἀργείους μὲν γὰρ στασιάζοντας ἐν αὑτοῖς ἔπαυσε, Κρῆτας δὲ πολεμοῦντας πρὸς ἀλλήλους διήλλαξεν. εὐσεβείας τοίνυν ἅμα καὶ πραότητος καὶ φρονήματος τίς ἂν εἰπεῖν ἔχοι δεῖγμα κάλλιον; Κορινθίων γὰρ ψηφισαμένων ποτὲ μὴ δέχεσθαι τῇ πανηγύρει τὴν ἐνθένδε θεωρίαν, ἀλλὰ καὶ διὰ πρεσβείας ἀπειπόντων τῇ πόλει μὴ πέμπειν, κοσμήσαντες ὁμοῦ τούς τε θεωροὺς καὶ τοὺς ὁπλίτας ἀπέστειλαν, ὡς δʼ ἦσαν Ἐλευσῖνι, Κορίνθιοι μὲν ἧκον σπενδόμενοι, οἱ δὲ τὴν θεωρίαν πέμψαντες τοὺς ὁπλίτας ἐπανήγαγον. ἀλλὰ μὴν τῶν γε μυστηρίων τὰ μὲν ὡς ἀρχαῖα τετίμηται, τὰ δʼ ὡς ἀναγκαῖα, τὰ δʼ ὡς πλείστοις γνώριμα. πάσαις τοίνυν ταῖς ψήφοις προφέρει τὰ Ἐλευσίνια. καὶ περὶ μὲν τῶν ἄλλων οὐχ ἡμῶν ὁ λόγος· μόνοι δὲ τῶν Ἑλλήνων καθʼ ἕκαστον ἔτος ποιεῖτε πανήγυριν οὐδεμιᾶς πεντετηρίδος φαυλοτέραν καὶ δέχεσθε τῷ Ἐλευσινίῳ πλείους ἢ ἕτεροι τῇ πάσῃ πόλει· καὶ πάντες ἐρίζουσιν ἀεὶ τὴν παροῦσαν ἑορτὴν νικᾶν πολυανθρωπίᾳ. ἀλλὰ μὴν Ἡρακλέα γε καὶ Διοσκούρους ἅπαντες δή που θεοὺς εἶναι νομίζουσι· τούτοις δέ γε, ἕως ὡμίλουν ἀνθρώποις, πρώτοις ξένων ἡ πόλις δείκνυσι τὰ ἱερά· ὥστε
οἷς νῦν ἱερὰ δρῶμεν, τούτους ἱεροποιήσασα αὕτη φαίνεται. καὶ μὴν ἀγῶνάς γε τοῦ πρώτου τέλους μία δὴ πόλις αὕτη πλείστους ἁπάντων ἔτι νῦν ἄγει. ὡς δʼ εἰπεῖν, ἅπαντα ἢ παρʼ ὑμῖν ἐστι μόνοις, ἢ καὶ παρʼ ὑμῶν, καὶ τριῶν ἕν γέ τι συμβέβηκε· τὰ μὲν γὰρ παρʼ ὑμῶν ἤρξατο, τὰ δʼ ὡς κάλλιστα παρʼ ὑμῖν ἐστι, τὰ δʼ ὡς πλεῖστα. εἰσὶ τοίνυν οἳ μηδὲν ἔχοντες φανερὸν δεῖξαι μηδʼ εἰπεῖν ἔργον ἑαυτῶν, μηδὲ ἐφʼ ὅτῳ δικαίως ἂν φρονοῖεν, ἐπὶ τοὺς Τρωικοὺς καταφεύγουσι χρόνους καὶ φιλοτιμίας ἀμφισβητοῦσιν, οὐδʼ οὕτω λέγοντες οὐδὲν κοινὸν ἑαυτῶν, ἀλλʼ ἑνὸς ἀνδρὸς δόξης ἐξαρτώμενοι, οἷον Φθιῶται καὶ Πύλιοι καὶ Ἰθακήσιοι, ὥσπερ τινὲς γεωπεῖναι, διʼ ἑνὸς τῶν πλουσίων ἑαυτοὺς ποιούμενοι. ἡ πόλις δὲ πρὸς τῷμηδὲν δεῖσθαι τοιαύτης καταφυγῆς οὐδὲ τούτου στέρεται τοῦ ἡδύσματος. ἀλλʼ ὁ κοινὸς τῶν Ἑλλήνων ποιητὴς ἐν τῷ καταλόγῳ τῶν νεῶν τε καὶ πόλεων τὸν Ἀθηναίων στρατηγὸν εἰς ἄκρον φησὶν ἐλθεῖν
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.καὶ τό γε πλείονος ἄξιον καὶ καθαρὸν τῆς εὐφημίας, τοὺς μὲν γὰρ ἄλλους οὓς ἐπαινεῖ κατὰ τὴν τοῦ σώματος ἕξιν ἢ καὶ ἄλλως πως ὡς ἀρίστους, ἂν οὕτω τύχῃ, τῶν Ἀχαιῶν, ἢ τῶν δείνων, οὕτως ἐπαινεῖ· φησὶ γοῦν αὐτῶν ἠδὲ καὶ ἵππων, οἳ ἅμʼ Ἀτρείδῃσιν ἕποντο, καὶ ἑτέρωθι λέγει, τῶν τότε ἐπὶ τοῦ Ἰλίου λέγων, ὡς ἄρα ἦν κράτιστος τὴν τοξικήν. καὶ Νέστωρ αὐτῷ λέγει πρός τινας τῶν ἐφʼ αὑτοῦ λαμπρῶν
καὶ ἑξῆς ἀπαριθμεῖ πολλούς τινας, ὡς αὖ κἀκείνους παραπλησίους ἀλλήλοις ὄντας καὶ οὐδένα ὑπερέχοντα ἐπιφανῶς αὐτῶν. τοῦ δὲ Μενεσθέως μνησθεὶς ὁ ποιητὴς οὐδεμιᾷ τοιαύτῃ προσθήκῃ κέχρηται, ἀλλὰ ταῦτα πάντα περικόψας εἰσάπαξ φησὶἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν
- ἀνδράσιν ὡμίλησα.
τῷ δʼ οὔπω τις ὅμοιος ἐπιχθόνιος γένετʼ ἀνήρ· ἐν δέ γε τοῖς ἄνω μικρὸν τούτων διηγεῖται περὶ τοῦ Ἐρεχθέως ὡς θρέψειε μὲν αὐτὸν ἡ θεὸς, τέκοι δʼ ἡ γῆ. οὐκοῦν ἴσως οὐδὲν ἀπεικὸς τοὺς μὲν ἄλλους, οὓς ἐφʼ ἑκάστων κρατίστους ὡρίσατο μετὰ προσθήκης, ἢ τῶν χρόνων, ἢ τῶν γενῶν, αὐτοὺς ἀναγορεύειν· ὃν δὲ τῶν ἀπʼ αὐτῆς τῆς γῆς φύντων ὡς ἄριστον ἐπαινεῖ, τοῦτον ὡς διὰ πάντων τῶν ἐν τῇ γῇ φύντων ἄριστον ἐπαινέσαι. δύο τοίνυν ἀρίστους τὰ πρὸς τὸν πόλεμον τιθεὶς τῶν Ἀχαιῶν, Σαλαμίνιον δή που λέγει τὸν ἕτερον τῶν ἐπωνύμων. ἕν τι δή που καὶ τοῦτο λέγεται σεμνὸν κατὰ τὴν Λακεδαιμονίων πολιτείαν, ὅτι αὐτοῖς ὁ θεὸς συνέταξε τὸ
κατʼ ἀρχὰς τοὺς νόμους· ὁ δέ γε αὐτὸς οὗτος θεὸς τάς τε φυλὰς φαίνεται διελὼν τῇ πόλει καὶ τὰ γένη καὶ τὰς ἑκάστοις προσηκούσας θυσίας θύειν ἀναθεὶς, ὥσπερ οὖν καὶ βασιλέας καὶ ἄρχοντας καὶ τὴν ἄλλην πολιτείαν σχεδὸν ἅπασαν διορίσας αὐτοῖς. ὥστʼ οὐχ ἧττον ἂν εἴη τῆς πόλεως ὁ θεὸς νομοθέτης ἢ ʼκείνων.βούλομαι δὲ καὶ περὶ τῆς πολιτείας αὐτῆς μνησθῆναι διὰ βραχέων, ὡς ἂν οἷός τε ὦ· καὶ γὰρ ἅπαντες μὲν αὐτὴν ἐγκωμιάζουσιν, οὐ μὴν διηρευνήσατό γε ἅπαν τὸ ἐνὸν σχεδὸν οὐδείς· ἐγὼ δὲ ἁπλοῦν τε καὶ οὐχ ἁπλοῦν λέγω. τριῶν γὰρ οὐσῶν, ὡς ἀνωτάτω διελέσθαι, τῶν πολιτειῶν, ᾗ τις ἂν τίθηται, τίθεται τῇ πόλει. βασιλείαις μέν γε τὸ ἐξ ἀρχῆς φανεῖται χρωμένη, γενεὰς οὐκ ὀλίγας τινὰς, οὐ μόνον τῶν Ἐρεχθειδῶν, ἀλλὰ καὶ τῶν ὕστερον ἀξίων ὀφθέντων. δημοκρατία δʼ αὖ καὶ παιδὶ γνώριμος καὶ καθαρωτάτη δὴ καὶ μεγίστη τῶν πασῶν ἡ παρʼ ὑμῖν γεγενημένη. καὶ μὴν εἰς τὴν ἐξ Ἀρείου πάγου βουλὴν βλέψαντα πάντα ἂν ἡγοῦμαι φῆσαι μὴ εἶναι καλλίω λαβεῖν ἀριστοκρατίας εἰκόνα μηδʼ ἥτις σώζει μᾶλλον τοὔνομα. οὕτω πάντα τὰ τῶν πολιτειῶν παραδείγματα ἐνθένδε ὥρμηται· καθάπερ γὰρ νομοθετοῦσα τοῖς ἀνθρώποις ἡ πόλις πρὸς τοὺς αὑτῶν τρόπους ἑκάστοις ἐκλέγεσθαι τὸ πρόσφορον, οὕτω πάντα ἐξεῦρέ τε καὶ προὔθηκεν εἰς κοινὸν, βοηθοῦσα τῇ φύσει πανταχῆ· ὅπερ καὶ κατὰ τοὺς καρποὺς καὶ πολλὰ ἕτερα ἐπιδείκνυμεν αὐτὴν βεβουλευμένην. ὃ δέ γε ἔτι μεῖζον καὶ τελεώτερον, οἵ τε γὰρ
βασιλεῖς αὐτοὶ φανοῦνται διαφερόντως τῶν ἄλλων τὴν κοινότητα ἀγαπήσαντες, καὶ μάλιστα δή που πρὸς τοὺς πολλοὺς ἐξ ἴσου ταῖς γνώμαις καταστάντες, ὅ τε δῆμος, εἴ τινα εὕροι που τῶν πολλῶν ὑπερέχοντα, ἐθελοντὴς ἑαυτοῦ προϊστάμενος καὶ χρώμενος οἷον ἄρχοντι διηνεκεῖ, τὸ δʼ αὐτὸ τοῦτο καὶ τοῖς ὀλίγοις φυλάττων, εἰ τῶν ἄλλων ἀμείνους ὄντας αἴσθοιτο, ἐφαμίλλους δὲ ἐν σφίσιν αὐτοῖς. ὡσαύτως δὲ καὶ ἡ βουλὴ τὸν δῆμον ὅπως μείζω καταστήσῃ σκοποῦσʼ ἀεὶ, τὸ δʼ αὑτῆς οὐδεπώποτε ἰδίᾳ λογισαμένη, ἀλλὰ ταύτην καὶ καλὴν καὶ γιγνομένην πλεονεξίαν ἑαυτῆς κρίνουσα, τὸ τῶν πολλῶν ἐπὶ σωτηρίᾳ μετʼ εὐδοξίας προΐστασθαι. ὥστʼ εἰκότως οὐ μόνον κατὰ τὴν πολιτείαν ἑκάστην, ἀλλὰ καὶ κατὰ τὴν κρᾶσιν τῶν πολιτειῶν παρὰ πάντας τοὺς ἄλλους εὐδοκιμεῖν εἶναι τῇπόλει. ὥσπερ γὰρ ὁ πᾶς οὑτοσὶ κόσμος οἶμαι συνέστη μὲν ἐκ τεττάρων, ὡς ὁ παλαιὸς λόγος, αὐτὸ δʼ ἕκαστον αὖ τούτων μετέχει τῇ φύσει καὶ τῶν λοιπῶν, τῷ δʼ ὑπερβάλλοντι τὴν ἐπωνυμίαν χωρὶς ἕκαστον εἶδος εἴληφεν, οὕτω καὶ τὰς πολιτείας, εἰ καὶ ὅτι μάλιστα κεχωρισμέναι τυγχάνουσι, μετέχειν ἁμωσγέπως ἀλλήλων εἰκός ἐστιν, εἴπερ βασιλείαν ὀρθὴν καὶ δικαίαν ὄψεσθαι μέλλομεν, ἢ τῶν ὀλίγων ὡσαύτως δὲ πολλῶν ἀρχήν. γνοίη δʼ ἄν τις, εἰ τὰς μὲν βασιλείας τὰς ἐν τῇ πόλει πρὸς τὰς ἑτέρωθί που βασιλείας ἐπὶ τῶν αὐτῶν χρόνων, ἢ τῆς Ἑλλάδος ἢ τῆς βαρβάρου γεγονυίας ὁρῴη, τὴν δʼ αὖ δημοκρατίαν τὴν Ἀθήνησι πρὸς τὰς ἑτέρων δημοκρατίας, καὶ μὴν τό γε τῆς βουλῆς συνέδριον πρὸς τὰ ἑτέρωθί που κύρια καὶ
ἡγούμενα. εἰ γὰρ δεῖ τῶν ἄλλων ἀποστάντα ὑπὲρ τῆς δημοκρατίας μόνης εἰπεῖν, φανήσονται τοῖς μὲν βουλήμασι καὶ ταῖς ἐπιθυμίαις πολλῷ προπετέστεροι καὶ ὑβριστότεροι πάντες οἱ τοῦ σχήματος τούτου μετασχόντες, τῷ δʼ ἀξιώματι καὶ τῇ λαμπρότητι μηδʼ ἐγγὺς τοῖς ἀπὸ τῆς πόλεως γεγενημένοι. καὶ μὴν ἐκεῖνό γε ἡ πόλις πρώτη κατέδειξε, μὴ τίθεσθαι πλούτῳ μηδὲ θαυμάζειν. οὔτε γὰρ τοὺς ὑπερέχοντας ταῖς οὐσίαις οὐδεπώποτε ἐπῆρεν, ἀλλʼ ὅσον μὴ ἀδικεῖσθαι διὰ τοῦτο, τοσοῦτον αὐτοῖς ἠξίου παρʼ αὑτῆς ὀφείλεσθαι, οὔτε τοῖς ἀρετῇ μὲν ὑπερφέρουσι, χρήμασι δʼ ἡττημένοις, οὐδαμοῦ πώποτʼ ἔλαττον ἔνειμεν, αἰσχρὸν οἶμαι νομίζουσα τῶν μὲν οἰκετῶν οὐ τοὺς εὐπορωτάτους, ἀλλὰ τοὺς πιστοτάτους βελτίστους νομίζειν, τῶν δʼ ἐλευθέρων φασκόντων εἶναι τὴν ἀξίαν ὡρίσθαι χρήμασιν, ἀλλὰ μὴ ὁποῖός τις ἂν αὐτὸς ἕκαστος ᾖ, τοιοῦτον καὶ νομίζεσθαι. καὶ γάρ τοι μόνη πόλεων οὐ μετέθηκε τὸν θεσμὸν, οὐδʼ ἐποίησε τὰ τῇ φύσει τρίτα τῷ νόμῳ πρῶτα· οὐδὲ ὥσπερ τῶν φασκόντων φιλοσοφεῖν ἔστιν ἰδεῖν ἐνίους λέγοντας μὲν οὕτω περὶ τούτων, ἔργῳ δὲ ὑποπίπτοντας καὶ συγχωροῦντας ἀεὶ τούτοις οὓς ἂν αἴσθωνται δυνατωτέρους, ἀλλὰ καὶ εἰς ἀρχὰς ἄγουσα καὶπιστεύουσα καὶ πασῶν ἀξιοῦσα τῶν τιμῶν ἑωρᾶτο οὐ τοὺς ἀπὸ τῶν μεγίστων τιμημάτων, ἀλλὰ τοὺς ἐπιεικεστάτους τὰς φύσεις· ὡς ὅστις εἰς ἀρετῆς λόγον νικῴη, τοῦτον τοῖς πᾶσι νικῶντα. ἔδειξε δʼ οὐχ ἥκιστα, ἡνίκα ἴσχυσε τὰ μέγιστα. ὄντων γὰρ κατὰ τοὺς αὐτοὺς χρόνους ἐπιφανῶν ἀνδρῶν παρʼ αὐτῇ τῶν μὲν πλουσίων ὑπὲρ τὰ πρῶτα τῶν Ἑλληνικῶν οἴκων, τῶν δʼ ὡς οἷόν τε πενεστάτων, ἐπὶ τὴν προστασίαν τῶν Ἑλληνικῶν ἕνα τῶν ἀπὸ τούτων
εἵλετο· καὶ γάρ τοι ὁ μὲν οἷς ἔταξεν εὐδοκίμησεν, ἡ πόλις δʼ οἷς ἔκρινε. πολλῶν δʼ ὄντων ἅ τις ἂν περὶ τῆς πολιτείας εἰπεῖν ἔχοι, τὰ μὲν πολλὰ καὶ προκατείληπται καὶ ὁ καιρὸς ἀφαιρεῖται, καὶ οὐ πᾶσα ἀνάγκη λέγειν· ἓν δέ τι προσθεὶς καταλύσω καὶ τὸν περὶ τούτου λόγον. τὸ γὰρ εἶναι τό τε βέλτιστον καὶ τὸ κατʼ ἐξουσίαν συμπεπτωκὸς ἐνταυθοῖ, καὶ τὴν μὲν δίαιταν κοινοτάτην ἅπασι, τὰς δὲ τιμὰς τοῖς ἐπιεικεστάτοις ἀνεῖσθαι, πῶς οὐκ ἐλευθέρας πόλεως καὶ πολιτείας ὡς ἀληθῶς, ἐν ᾗ ζῆν μὲν ἔξεστιν, ὡς ἄν τις βούληται, τιμᾶσθαι δὲ καὶ ἰσχύειν οὐ τοῖς βουλομένοις ἔστιν, ἀλλὰ τοῖς ἐξητασμένοις; καὶ γάρ τοι κἀν τοῖς τῶν πολέμων ἀγῶσι κἀν ταῖς χρείαις τὸ εἰκὸς διεσώσαντο, οὐ τὰς ἐξ ἡμισείας οὐδʼ ἂν ἐλάττονος ἔτι μοίρας ἐσπούδαζον ὑπὲρ τῶν πραγμάτων, ἀλλὰ πάντες ἐξ ἴσου ταῖς προθυμίαις κατὰ δύναμιν ἡμιλλῶντο, ὡς ὑπὲρ κοινῆς τῆς πατρίδος καὶ κοινῶν τῶν ἄθλων ἀγωνιζόμενοι, καὶ οὐχ ἑτέροις μὲν τοῦ κινδυνεύειν, ἑτέροις δὲ τοῦ δεσπόζειν, ἂν κρατήσωσι, προκειμένου. ἐξ ὧν ὁμόνοια μὲν καὶ πίστις ἀλλήλων ἤνθει κατὰ τὴν πόλιν, εἰ δέ που καὶ διασταῖεν, οὐ χαλεπῶς ἀλλήλους ἐγνώριζον· ἀνδρείας δʼ εἴ που δεήσαι, λῆρος ἅπαντα τἄλλα πρὸς ἐκείνους ἦν, ἐμοὶ μὲν οὐδὲ πένταθλοι δοκοῦσιν οἱ πάντα νικῶντες τοσοῦτον τοῖς πᾶσι κρατεῖν. ἐν ποίοις δʼ ἄν τις καιροῖς οὐχὶ βελτίων εἴη τῆς πόλεως μεμνημένος; πότερα ἐπὶ στρατείαις; καὶ πόθεν ἂν λάβοι καλλίωπαραδείγματα; ἢ ποίοις ἂν λόγοις χρησάμενος βέλτιον ἂν παρακελεύσαιτο; ἀλλʼ ἐν ταῖς πανηγύρεσιν; ἀλλʼ αὐτὴ τούτων ἡγεμών. ἀλλʼ ἐν ταῖς ἐκκλησίαις καὶ τῇ τῶν κατὰ τὴν πόλιν διοικήσει; καὶ τίς δήμων αὐτὸς ὀξύτερος καὶ πραότερος, ἢ τίνες δημαγωγοὶ μᾶλλον ἄξιοι θαυμάσαι; ἀλλʼ ἐν τῇ τῶν λόγων ἀσκήσει καὶ τῆς λοιπῆς σοφίας; ἀλλʼ ἔτι καὶ νῦν ἐνταῦθα πάντες συνέρχονται· καὶ τὰ γένη τῶν φιλοσόφων οὐ τέθνηκε τῇ τῆς πόλεως ἀγαθῇ τύχῃ, χωρὶς τοῦ καὶ τοὺς ὅπου δὴ γῆς ἀναγκαίως ἔχειν ἅμα τῶν τε λόγων καὶ τῶν Ἀθηναίων μεμνῆσθαι, καὶ μηδέποτε ἐκβαλεῖν ἂν ἐκ τῆς ψυχῆς τὸ εἴδωλον, ὥσπερ ἐν κατόπτρῳ τοῖς λόγοις ἐμβλέποντας. καὶ γάρ τοι πᾶσι μὲν ἀνθρώποις οὕτως αἰδέσιμον τοὔνομα καὶ τοὔδαφος τῆς πόλεως ὡς οὐδὲν ἄλλο ἓν καὶ τὸ αὐτὸ καὶ οὔτʼ ἰδιῶται οὔτε βασιλεῖς μικρὰ ἄττα ἐτίμησαν, ἀλλʼ οὕτως ὥστʼ αὐτοὺς ἀγάλλεσθαι ταῖς ὑπερβολαῖς τῶν τιμῶν αἷς ἐπεδείκνυντο. φανερὰ δὲ καὶ ἡ παρʼ αὐτῶν τῶν θεῶν εὔνοια καὶ ψῆφος καὶ διὰ τοῦ κοινοῦ μάντεως καὶ ἐξηγητοῦ τοῦ πατρῴου τῇ πόλει, θύειν τε ὑπὲρ τῶν Ἑλλήνων τὴν
προηροσίαν κελευόντων καὶ μητρόπολιν τῶν καρπῶν αὐτὴν ἐπονομαζόντων, ἔτι δὲ στεφανηφορεῖν ἀξιούντων, ὡς διὰ βίου νικῶσαν. ἀετόν τε ἐν νεφέλαις αὐτὴν ὁ θεὸς καλεῖ πρὸς τἄλλα πολίσματα. μόνῃ δʼ, ὡς ἔοικε, ταύτῃ πόλεων δύο τἀναντία συμβέβηκε· πλεῖστά τε γὰρ καὶ κάλλιστʼ ἀνθρώποις εἴρηται περὶ ταύτης καὶ οὐκ ἔστιν ἥτις ἐλαττόνων τετύχηκε. πρὸ μὲν γὰρ τῶν ἄλλων τεθαύμασται, ἄξιον δʼ αὑτῆς οὐδὲν ἤκουσε. πρότερον μὲν οὖν ἠγάμην ἀκούων τὸ τῆς σοφίας πρυτανεῖον καὶ τὴν τῆς Ἑλλάδος ἑστίαν καὶ τὸ ἔρεισμα καὶ ὅσα τοιαῦτα εἰς τὴν πόλιν ᾔδετο, νῦν δέ μοι δοκεῖ πάντα ταῦτα εἴσω πίπτειν. ἀλλʼ εἴ τινα χρὴ πόλιν θεῶν ὕπαρχον ἢ συγγενῆ προσειπεῖν ἢ τῆς φύσεως τῆς ἀνθρωπείας εἰκόνα καὶ ὅρον, ἥδʼ ἄν μοι δοκεῖ δικαίως κληθῆναι.ἀνθʼ ὧν, ὦ ἄνδρες Ἕλληνες, οὔτε φθόνον εἰκὸς ἔχειν τῇ πόλει οὔθʼ ὑποχωροῦντας αἰσχύνεσθαι, ἀλλὰ συναύξειν ἐκ τῶν ἐνόντων καὶ φιλοτιμεῖσθαι. τῶν γὰρ Ἀθηναίων νικώντων, παρʼ ὑμῖν ἐστι τὸ νικᾶν. πάντας μὲν γὰρ ἁπάντων εἶναι ἀρίστους ἀδύνατον. ὥσπερ δὲ
ὅταν στρατηγὸς προέχῃ, μετέχει τῆς δόξης ἡ πόλις, οὕτω τῆς ἡγουμένης πόλεως τὰ εἰκότα τιμωμένης ἅπασι μέτεστι τῆς φιλοτιμίας. οἶμαι δὲ οὐδʼ αὐτοῖς Ἀθηναίοις φέρειν αἰσχύνην, ἄν τις αὐτοῖς πρεσβεύῃ τὴν ἀκρόπολιν. χρὴ τοίνυν καὶ ὑμᾶς, ὥσπερ ἀκρόπολίν τινα ἢ κορυφὴν νομίσαντας τῆς Ἑλλάδος καὶ τῶν ὁμοφύλων τὴν πόλιν καὶ ἔργῳ καὶ λόγῳ κοσμεῖν, καὶ μετέχειν τῆς δόξης, ἀλλʼ οὐκ ἀποστερεῖσθαι νομίζοντας. εἴργασται καὶ ἡμῖν ὁ λόγος ἀντὶ τοῦ πέπλου κόσμος Παναθηναίων τῇ θεωρίᾳ· δοῦναι δὲ χάριν τῆς αὐτῆς θεοῦ ἧσπερ καὶ ὁ λόγος καὶ ἡ πόλις.