Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
αὐτὸ τοῦτʼ ἔχοντες ἐπαρθῆναι καὶ τούτῳ μάλιστα πιστεύσαντες ἁμαρτεῖν, οὐ τῷ διὰ τέλους κρατήσειν τῆς πόλεως, ἀλλὰ τῷ μηδʼ ἂν ληφθῶσι μηδὲν δεινὸν πείσεσθαι, ὡς Ἀθηναίους γε πεφυκότας σώζειν. δῆλον δέ· ἃ γὰρ περὶ
Μυτιληναίων μετέγνωσαν τίς ἔχει νικῆσαι πόλις οἷς ἐξ ἀρχῆς ἐβουλεύσατο; ἐκεῖνοι γὰρ ἃ μὲν τῇ προτεραίᾳ διέγνωσαν τῆς κρίσεως ἦν καὶ ὧν ἠδίκηντο, ἃ δὲ τῇ ὑστεραίᾳ μετέγνωσαν τῆς πόλεως ἦν μόνης καὶ ἡ τριήρης τὴν τριήρη κατειλήφει. θαυμάζω δὲ εἰ τῶν μὲν ἰδιωτῶν τὴν ἔργῳ πάντες ἀπολογίαν τιμῶσι, τῆς πόλεως δὲ οὐχ ὁρῶσιν οἱ σεμνοὶ τὰ ἔργα διʼ οἵων καὶ ὅσων ἀπολελόγηται περὶ τούτων. καὶ ἡλίου μὲν καὶ σελήνης οὐχ ὅσα βλάπτουσι κατηγοροῦμεν, ἀλλʼ ὅσων ἀγαθῶν αἴτιοι γίγνονται θαυμάζομεν, τὴν πόλιν δʼ ἐξ ὧν ἐνίοις προσέκρουσεν, ἀλλʼ οὐκ ἐξ ὧν ἅπασιν ὡμίλησεν, οὐδʼ ἐκ τῆς ὅλης φύσεως κρινοῦμεν; οὐκ οἴομαί γε. ὥσπερ ἂν εἴ τις καὶ τῶν θεῶν κατηγοροίη τοὺς σκηπτοὺς καὶ τὰς βροντὰς, κἂν εἴ τι σεισθῇ, τὰς ὅλας καὶ κοινὰς εὐεργεσίας αὐτῶν ἀμελήσας σκοπεῖν. ἡ τοίνυν πόλις Σκιωναίους μὲν ἀνέστησε, τοὺς δʼ Ἕλληνας ἅπαντας καὶ κοινῇ καὶ καθʼ ἑκάστους ἔσωσε, καὶ ταῦτα μυριάκις. ἡδέως δʼ ἂν πυθοίμην τῶν ῥᾳδίως ἀξιούντων αὑτοὺς τὰ τηλικαῦτα κατηγορεῖν τίνας τοιούτους αὐτὴν ἀναστάτους ποιῆσαί φασιν οἵους ἀναστάτους ἐκώλυσε γενέσθαι Θηβαίους, ἢ τίνων τείχη καθελεῖν οἷα Κορινθίοις ἀνέστησεν, ἢ τίνας τοιούτους ἀνελεῖν οἵους διετήρησε Λακεδαιμονίους καὶ τὰς μετʼ ἐκείνων πόλεις, ἄλλοις τε πολλοῖς παλαιοῖς καὶ καλοῖς ἔργοις, καὶ τὰ τελευταῖα τῇ περὶ Μαντίνειαν ἀρίστῃ τῶν Ἑλληνικῶν, οἶμαι δὲ καὶ τῶν μνημονευομένων, ἱππομαχίᾳ.ὃ δʼ ὡσπερεὶ κεφάλαιον τῶν χρόνων ἐκείνων ἐστὶ καὶ ὃ πάσας τῇ πόλει καὶ τὰς ἄνω καὶ τὰς τότε πράξεις
ἐπεσφραγίσατο, Διονυσίου γὰρ τοῦ Σικελίας μὲν τυράννου, πολλῶν δὲ καὶ τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπάρχοντος εἰς νοῦν ἐμβαλλομένου ἐπιθέσθαι τῇ Ἑλλάδι, τῷ μήκει τῶν πολέμων κεκακωμένῃ, καὶ τοῦτο μὲν τοὺς προσοίκους τοῖς Ἕλλησι βαρβάρους τεθεραπευκότος ἐκ πολλοῦ, τοῦτο δὲ τὸν Περσῶν βασιλέα καλοῦντος, καὶ τοῦ πράγματος ἤδη ζέοντος, ἔσχον τὴν πεῖραν Ἀθηναίων στρατηγοὶ δύο, ὁ μὲν τὰς ἀπὸ Σικελίας ναῦς προσπλεούσας ἁπάσας λαβὼν αὐτοῖς ἀνδράσιν, ὁ δὲ καταναυμαχήσας Λακεδαιμονίους ἐπὶ Λευκάδι καὶ τὴν θάλατταν διʼ αὑτοῦ ποιησάμενος. μόνη γὰρ πόλεων οὐ τύραννον ἐπηγάγετο, οὐ πλοῦτον ἐθαύμασεν, οὐκ ἀσφάλειαν, οὐχ ἡδονὰς ἀντὶ τῶν δικαίων ἠλλάξατο, ἀλλʼ ὥσπερ ἅπασι πεφυκυῖα ζῆν οὕτως ἑαυτὴν ἤγαγε. καὶ γάρ τοι πάντες, ὅσοι τῆς Ἑλλήνων ἀρχῆς ἐπεθύμησαν τῇ πόλει πολεμοῦντες διεγένοντο. καὶ Φίλιππος τοὺς μὲν ὑπερεῖδε τῶν ἄλλων Ἑλλήνων, τοὺς δʼ ἐλπίσι καὶ δωρεαῖς αὑτῷ συμπράττειν ἔπεισε· πρὸς δὲ τὴν πόλιν
πολεμῶν ἐξ ἀρχῆς διετέλεσεν, ὥσπερ ὅρον τινὰ ἀναγκαῖον ἐκπληρῶν. ἡ δὲ ἕως μὲν ἐξήρκει, τοὺς μὲν ἐξῃρεῖτο, τοῖς δʼ ἐν πατρίδος μοίρᾳ κατέστη, πάντων δὲ ὥσπερ μήτηρ ὑπὲρ παίδων προὔκαμε, μόνη δὲ τὸ σύμβολον τῆς Ἑλλάδος διετήρησε καὶ συνεσκίασε τὰς κατεχούσας τότε συμφοράς· ἐπεὶ δʼ ἔκλινε τὰ πράγματα, οὐδὲν ἦν ἐμποδὼν Φιλίππῳ, ἀλλʼ ἐδείχθη σαφῶς ὅτι καὶ αἱ νῖκαι τῆς πόλεως τῶν Ἑλλήνων εἰσὶ νῖκαι καὶ τὰ τῆς πόλεως ἐναντιώματα τῶν Ἑλλήνων ἁπάντων ἐστίν. οὐ γὰρ πρότερον τῆς ἡγεμονίας ἀπέστησαν Φιλίππῳ πρὶν ἡ πόλις τὴν εἰρήνην παρεδέξατο. ἔχων δὲ πολλὰ καὶ τῶν ὕστερον εἰπεῖν καὶ μάχας ἀτόπους καὶ τολμήματα θαυμαστὰ καὶ καρτερίας ὑπερφυεῖς, οὐκέθʼ ὁρῶ τὸν καιρὸν ἀρκοῦντα. τοσοῦτον δʼ ἔτι προσθεὶς τοῖς περὶ τούτων λόγοις ἀπαλλάττομαι· τέτταρας ὡς διελέσθαι γένει πολέμους ἡ πόλις πεποίηται, τοὺς μὲν αὑτῆςἰδίους, τοὺς δʼ ὑπὲρ τοῦ κοινοῦ τῆς Ἑλλάδος, τοὺς δʼ ὑπὲρ τῶν ἐν μέρει δεηθέντων, κἀν τούτοις αὐτοῖς τοῖς δεηθεῖσιν ἔνεισιν ὑφʼ ὧν ἠδίκητο καὶ οἷς ἐγκαλεῖν εἶχεν ἐκ τῶν πρόσθεν. φημὶ τοίνυν ἐγὼ τουτὶ μόνον τὸ σχῆμα τοῦ πολέμου πάσας ὁμοῦ τὰς Ἑλληνικὰς πράξεις ἐλέγχειν ὑστέρας οὔσας. πλείους γάρ εἰσιν οὓς ἡ πόλις ἀγνωμονήσαντας εἰς αὑτὴν ἔσωσεν ἢ ὅσοις μᾶλλον χάριν εὖ
ποιήσασιν ἀπεμνημόνευσε, λέγω δὴ Θηβαίους ἀπὸ Λακεδαιμονίων, Κορινθίους ἀπὸ Λακεδαιμονίων, Λακεδαιμονίους ἀπὸ Θηβαίων, Εὐβοέας ἀπὸ Θηβαίων, ὅτε διττῆς ἀρετῆς δείγματα ἐξήνεγκε, τοῖς μὲν τὰς πόλεις φυλάξασα καὶ τὴν χώραν ὑφʼ ὧν ἀπεστέρητο τὴν αὑτῆς, τοὺς δʼ ὡς ἐκράτησεν ὑποσπόνδους ἀφεῖσα, αὖθις Εὐβοέας ἀπὸ Φιλίππου, Βυζαντίους, Περινθίους, Χερρονησίτας, Χαλκιδέας τὸ καθʼ αὑτὴν, ἑτέρους μυρίους. ἀνθʼ ὧν εἰ χρῆν ὥσπερ ἰδιώτου πόλεως εἰκόνα ποιήσασθαι, τῆς Ἀθηναίων προσῆκε μόνης καὶ τιμᾶν ὥσπερ ἄγαλμα κοινὸν τῆς Ἑλλάδος. ὅπερ γὰρ τῇ πόλει τὸ πρυτανεῖον, τοῦθʼ ἡ πόλις πᾶσι κοινῇ γέγονε τοῖς Ἕλλησιν ἐν ταῖς χρείαις, τῶν τροπαίων καὶ τῶν ἐπιγραμμάτων καλλίους ἀεὶ παρασχομένη τὰς ὑποθέσεις.ὃ τοίνυν ἔξω μὲν κινδύνων πέπρακται, οὐδενὸς δʼ ἧττον ἐμφανίζει τί ποτʼ ἦν τὸ τῶν Ἀθηναίων πρᾶγμα, ἐν μὲν τοῖς ἄνω λόγοις ἡμᾶς διέφυγε, νῦν δʼ ἴσως οὐ χεῖρον ἀποδοῦναι. γενομένων γὰρ αὐτοῖς συνθηκῶν πρὸς Λακεδαιμονίους, ἐὰν κρατήσωσι τῶν βαρβάρων, ἀνελεῖν τοὺς μηδίσαντας, ἐπειδὴ παρῆλθον οἱ κίνδυνοι, τῆς ἔχθρας ἐπελάθοντο. καὶ Λακεδαιμονίους ὡρμημένους ποιεῖν τὰ δεδογμένα διεκώλυσαν, ὁρῶντες τῶν πόλεων τὸ πλῆθος, αἷς ἔμελλεν ἡ Ἑλλὰς ἐλάττων γενήσεσθαι· οὕτως οὐ μόνον τῷ κοινῷ γένει τῶν Ἑλλήνων, ἀλλὰ καὶ τοῖς ἐξ ἀρχῆς ἁμαρτοῦσι καὶ εἰς αὑτὴν καὶ εἰς τοὺς Ἕλληνας ἐλυσιτέλησεν ἀεὶ δή ποθʼ ἡ πόλις, καὶ ὅσα ἐνίκησεν ἀκριβῶς ὑπὲρ ἁπάντων ἐνίκησε.
καὶ περὶ μὲν τούτων ἱκανά. ὧν δʼ οὐδεὶς τὸ μέχρι τοῦδε, ὅσα γʼ ἡμεῖς σύνισμεν, ἐν ταῖς κοιναῖς εὐφημίαις ἐμνήσθη, ταῦτʼ οὐ πρὶν εἰπεῖν παύσομαι. καὶ γὰρ ὥσπερ οὐ θεμιτόν μοι φαίνεται λόγοις τὰς πράξεις κοσμοῦντα τοῦ κατʼ αὐτοὺς τοὺς λόγους μέρους παρελθεῖν τὴν μνείαν. μόνοι γὰρ ἁπάντων ἀνθρώπων, τὸ λεγόμενον δὴ τοῦτο, ἀναίμακτον τρόπαιον ἐστήσατε, οὐκ ἀπὸ Βοιωτῶν οὐδʼ ἀπὸ Λακεδαιμονίων οὐδὲ Κορινθίων, ἀλλʼ ἀπὸ τῶν ὁμοφύλων ἁπάντων, —λέγω δὲ οὐχ ὡς ἄν τις Ἕλληνας προσείποι πρὸς βαρβάρους ἀντιδιαιρούμενος, ἀλλʼ ἀπὸ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων—καὶ νίκην ἀνείλεσθε ἔντιμον καὶ μεγάλην κατὰ παντὸς τοῦ χρόνου, οὐ κατὰ τὴν ἐν Τανάγρᾳ μάχην τὴν ἀμφισβητήσιμον οὐδὲ μὰ Δία κατὰ τὴν ἐν Μαραθῶνι τὴν τοσοῦτον νικῶσαν, ἀλλʼ ὡς ἀληθῶς τὴν πρέπουσαν ἀνθρώπῳ καὶ διηνεκῆ καὶ ἣν Διὸς παῖδα προσειπεῖν εὐσεβές. ἅπασαι γὰρ αἱ πόλεις καὶ πάντα τὰ τῶν ἀνθρώπων γένη πρὸς ὑμᾶς καὶ τὴν ὑμετέραν δίαιταν καὶ φωνὴν ἀπέκλινε. καὶ οὐ φρουραῖς ἐγκαθεστηκυίαις ἡ δύναμις τῆς πόλεως συνέχεται, ἀλλὰ πάντων ἐξεπίτηδες τὰ ὑμέτερα ᾑρημένων καὶ εἰσποιούντων ἑαυτοὺς, ὡς δυνατὸν, τῇ πόλει, συνευχομένων καὶ παισὶ καὶ ἑαυτοῖς τοῦ παρʼ ὑμῖν καλοῦ μεταλαβεῖν· καὶ οὔτε Ἡρακλέους στῆλαι κωλύουσιν οὔτε Λιβύης κολωνοῖς ταῦτα ὁρίζεται, οὐδʼ αὖ Βοσπόρῳ ὁποτέρῳ βούλει, οὐδὲ στενοῖς Συρίας καὶ Κιλικίας, ἀλλὰ πᾶσαν τὴν γῆν τύχῃ τινὶ θείᾳ ζῆλος ἐπέρχεται τῆς ὑμετέρας σοφίας καὶ συνηθείας, καὶ ταύτην μίαν φωνὴν κοινὴν ἅπαντες τοῦ γένους ἐνόμισαν, καὶ διʼ ὑμῶν ὁμόφωνος μὲν πᾶσα γέγονεν ἡ οἰκουμένη, ἴδοις δʼ ἂν καὶ τοὺς ἡνιόχους καὶ τοὺς νομέας καὶ τοὺς ἀπὸ τῆς
θαλάττης ζῶντας καὶ πάντα ὅσα ἔθνη καὶ κατὰ πόλεις καὶ κατὰ χώρας τῆς παρʼ ὑμῶν φωνῆς ἐχομένους καὶ πειρωμένους τῆς γῆς ἀνθάπτεσθαι, καθάπερ τοὺς νεῖν ἀδυνάτους. ταύτην ἐγώ φημι τὴν μαρτυρίαν, ὦ Λακεδαιμόνιοικαὶ πάντες Ἕλληνες, καὶ παρʼ ὑμῶν αὐτῶν καὶ τῶν παρʼ ὑμῖν πρώτων διαφερόντως εἰσέτι νῦν ἐφʼ ἑκάστῃ ἡμέρᾳ τελεῖσθαι τῇ πόλει τῆς νίκης· οἳ τὰς μὲν πατρίους φωνὰς ἐκλελοίπασι καὶ καταισχυνθεῖεν ἂν καὶ ἐν σφίσιν αὐτοῖς διαλεχθῆναι τὰ ἀρχαῖα παρόντων μαρτύρων· πάντες δὲ ἐπὶ τήνδε ἐληλύθασιν ὥσπερ ὅρον τινὰ παιδείας νομίζοντες. ταύτην ἐγὼ τὴν μεγάλην ἀρχὴν καλῶ τὴν Ἀθηναίων, οὐ τριήρεις διακοσίας, ἢ πλείους, οὐδʼ Ἰωνίαν, οὐδʼ Ἑλλήσποντον, οὐδὲ τὰ ἐπὶ Θρᾴκης, ἃ μυρίους μεταβέβληκεν ἄρχοντας. τοσοῦτον γὰρ τὸ διάφορον τῶνδε τῶν λόγων πρὸς ἅπαντας τοὺς ἄλλους ἐξ ἀρχῆς τε ἦν καὶ ἔτι μᾶλλον ἐξεφάνη τῷ χρόνῳ, ὥστʼ οὐ μόνον ἐκλελοιπότων σχεδὸν ἤδη τῶν ἄλλων οἵδε τοσοῦτον ἀνθοῦσιν, ἀλλὰ καὶ φήσειεν ἄν τις ἁπάσας τὰς τῶν ἄλλων φωνὰς καὶ μὴ ὅτι βαρβάρων, ἀλλʼ αὐτῶν τῶν Ἑλλήνων τοῖς τῶν ψελλιζομένων παίδων ῥήμασι προσεοικέναι ὡς τῇ παρʼ ὑμῶν παραβαλεῖν. μέχρι μὲν γὰρ δυοῖν καὶ τριῶν ῥημάτων κἂν ἀκούοι τις κἂν τέρποιτο ὥσπερ ἐν παιδιᾷ, τὸ δὲ λοιπὸν κόρος ἤδη καὶ πάντα ἐλέγχεται· μόνη δὲ ἥδε πάσαις μὲν πανηγύρεσι, πᾶσι δὲ συλλόγοις καὶ βουλευτηρίοις σύμμετρος, ἔτι δὲ ἅπασι καὶ καιροῖς καὶ τόποις ἀρκεῖ καὶ διʼ ἴσου πρέπει· δύο γὰρ τὰ πρῶτα σχεδὸν ὡς εἰπεῖν κέκτηται μόνη, σεμνότητα λέγω καὶ χάριν. ἀλλὰ μὴν τοῦ γε διὰ πάντων ἀγῶνος καὶ τόνου καὶ δρόμου καὶ κράτους τίς ἂν
οἷός τʼ εἴη πλησίον ἐλθεῖν, ἑτέραν κομίζων γλῶτταν, καὶ οὐχ ὡς ἀληθῶς παῖς ἀνδρὸς ἡττηθεὶς ἄπεισιν, ἵνʼ εὐπρεπῶς εἴπω; καὶ γάρ τοι πᾶσα μὲν ποίησις ἡ παρʼ ὑμῶν ἀρίστη καὶ τελεωτάτη, καὶ ὅση σεμνότητος καὶ ὅση χαρίτων προέστηκεν. εἰ δὲ δεῖ καὶ τῆς Ὁμήρου μνησθῆναι, μετέχει καὶ ταύτης τῆς φιλοτιμίας ἡ πόλις, οὐ μόνον διὰ τῆς ἀποίκου πόλεως, ἀλλʼ ὅτι καὶ ἡ φωνὴ σαφῶς ἐνθένδε. ἅπαντες δὲ οἱ λόγοι διὰ πάντων τῶν εἰδῶν οἱ παρʼ ὑμῖν ἄριστοι καὶ οὓς οἱ παρʼ ὑμῶν ἐποίησαν, καὶ σχεδὸν οἱ διὰ πάντων ἐν Ἕλλησι νικήσαντες ἅπαντες τῇ τῶνἈθηναίων δυνάμει νενικήκασιν. εἰ δὲ δή τι καὶ τὸ καθʼ ἡμᾶς—τοῦτο νῦν ἐστι θεῶν ἵλεων ὄντων—καὶ τοῦτʼ εἰς ὑμᾶς ἀναφέρει, οὔκουν ξενίαν γʼ ἔστι τῶν λόγων καταγνῶναι· ὥσπερ γὰρ προειδυῖα ἐξ ἀρχῆς ἡ φύσις περὶ τῆς πόλεως ὅσον τοῖς ἔργοις προέξει τῶν ἄλλων, κατεσκευάσατο αὐτῇ πρὸς ἀξίαν τοὺς λόγους, ἵνα αὐτή τε κοσμοῖτο ὑπὸ τῶν ἑαυτῆς ἀγαθῶν κἄν τισι τῶν ἄλλων δέῃ, καὶ τοῦτʼ ἔχοι μετὰ τῶν ἄλλων χαρίζεσθαι. πρότερον μὲν οὖν τοὺς καταφεύγοντας ἐφʼ ὑμᾶς τῶν Ἑλλήνων διεσώζετε, νυνὶ δʼ ἀτεχνῶς πάντας ἀνθρώπους καὶ πάντα γένη τῇ καλλίστῃ τῶν εὐεργεσιῶν ἀνέχετε, ἡγεμόνες παιδείας καὶ σοφίας ἁπάσης γιγνόμενοι καὶ πάντας ἁπανταχοῦ καθαίροντες. τῇ μὲν γὰρ τῶν Ἐλευσινίων τελετῇ τοῖς εἰσαφικνουμένοις ἐξηγηταὶ τῶν ἱερῶν καὶ μυσταγωγοὶ κέκλησθε, διὰ παντὸς δὲ τοῦ χρόνου πᾶσιν ἀνθρώποις
τῶν εἰς τὸ μέσον εἰσφορῶν ἱερῶν ἐξηγηταὶ καὶ διδάσκαλοι καθεστήκατε· ἀνθʼ ὧν ἅπαντας ταῖς πρεπούσαις ἐπῳδαῖς ἐφέλκεσθε, οὐκ ἴυγγι ὑποκινοῦντες, ἀλλὰ τῷ καλλίστῳ τῶν φαρμάκων, τῷ λόγῳ, ὅπερ οἱ θεοὶ πάντων ἀντάξιον ἀνθρώπῳ μόνῳ τῶν ἄλλων ἐδωρήσαντο. ὥστε τὰς μὲν ἄλλας πόλεις, ἃς ἕκαστοι τιμῶσι, μετὰ τὴν ἑαυτῶν φαῖεν ἂν οἶμαι πατρίδα, ἐπὶ δὲ τῆς Ἀθηναίων ἀντέστραπται, καὶ πάντες οὐ τὴν ὑμετέραν εἴποιεν ἂν τιμᾶν μετὰ τὴν ἑαυτῶν, ἀλλὰ τὴν ἑαυτῶν μετὰ τὴν ὑμετέραν, ὡς ταύτην οὖσαν τὴν ὡς ἀληθῶς οἰκείαν καὶ προτέραν, καὶ οὐδʼ ἂν εἷς νεμεσήσαι. ὥσπερ γὰρ τοὺς θεοὺς καὶ πρὸ τῶν γονέων τιμᾶν νενόμισται, ὡς κοινοὺς ὄντας ἁπάντων γονέας τε καὶ εὐεργέτας, οὕτω τὴν κοινὴν πατρίδα τοῦ γένους πρὸ τῆς ἰδίας εὐσεβὲς τιμᾶν.ἄξιον τοίνυν καὶ τὸ τῆς αἰδοῦς εἰπεῖν ὅσον παρὰ πάντων ἐστί τε καὶ γέγονε τῇδε τῇ πόλει καὶ κατὰ πάντας ἀεὶ τοὺς χρόνους. οὐ γὰρ μόνον εὐθενούσης τῆς Ἑλλάδος ἠξιοῦτο τῶν πρωτείων, ἀλλὰ κἀν ταῖς μεταβολαῖς οὐδεμία ἐστὶν ἥτις ἐξ ἴσου ταύτῃ γεγένηται. φίλιππός τε γὰρ εὐτυχήσας τῇ περὶ Χαιρώνειαν μάχῃ τὴν μὲν Θηβαίων πόλιν εὐθὺς φρουρᾷ κατέλαβε, τὴν δὲ τῶν
Ἀθηναίων οὐδʼ ἰδεῖν ὑπέμεινεν, ἀλλʼ ἔστη κατὰ χώραν αἰδοῖ τοῦ κρείττονος. καὶ σιωπῶ τὸν Ἀλέξανδρον, ὡς ἀεὶ πρὸς αὐτὴν ἔσχε θεραπευτικῶς. ἥ τε νῦν ἀρχὴ γῆς τε καὶ θαλάττης, εἴη δὲ ἀθάνατος, οὐκ ἀναίνεται τὰς Ἀθήνας μὴ οὐκ ἐν διδασκάλων καὶ τροφέων μέρει κοσμεῖν, ἀλλὰ τοσαύτη τῶν τιμῶν ἐστιν ἡ περιουσία ὥστε τοσοῦτον ἑτέρως ἡ πόλις πράττει τὰ νῦν ὅσον οὐ πραγματεύεται. τὰ δὲ τῆς ἄλλης εὐδαιμονίας μικροῦ δεῖν παραπλήσιά ἐστιν αὐτῇ τοῖς ἐπʼ ἐκείνων τῶν χρόνων, ὅτʼ εἶχε τῆς Ἑλλάδος τὴν ἀρχὴν, καὶ προσόδων ἕνεκα καὶ προεδρίας καὶ τοῦ παρὰ πάντων συγκεχωρηκότος. ὃ δὲ πάντων θεοφιλέστατον, ὅτε μὲν γὰρ ἤνθει τὰ τῶν Ἑλλήνων, διετέλει καὶ Ἕλληνας καὶ βαρβάρους νικῶσα, ὧν δὲ μόνων ἔδοξεν ἔλαττον ἔχειν ἐν τοῖς ὕστερον, τούτων τοσούτῳ κάλλιον ἀπήλλαξε καὶ εὐτυχέστερον εἰς τέλος, ὥστε τῶν μὲν αἱ πόλεις ἀπολώλασιν, ὅσαι δὲ καὶ λοιπαὶ, τῷ τῆς ἀρχῆς ἄγονται νόμῳ καὶ φόροις καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὑποκείμεναι ὑποτελεῖς· ἡ δʼ οὐ τοσοῦτον ἠλαττώθη τότʼ οὐδʼ εἰς τοσοῦτον τοῦ χρόνου ἐξ ὅσου καὶ ὅσῳ μέχρι τοῦδε οὐ μόνον πρὸ ἐκείνων, ἀλλὰ καὶ πρὸ τῶν ἄλλων τετίμηται. δῆλον δέ· Πέλλῃ μὲν γὰρ οὐδεὶς ἂν φιλοτιμοῖτο πατρίδι οὐδὲ Αἰγαῖς, Ἀθηναῖος δὲ οὐδείς ἐστιν Ἑλλήνων ὅστις
οὐκ ἂν εὔξαιτο μᾶλλον ἢ τῆς ὑπαρχούσης πόλεως πολίτης γεγονέναι. οὐ μόνον δὲ τὰ τῶν ἰδιωτῶν οὕτω πρεσβεύουσι τὰς Ἀθήνας, ἀλλὰ καὶ πόλεις αἱ μὲν ὡς ἀληθῶς ἐνθένδε καὶ παρʼ ὑμῶν οἰκισθεῖσαι ἥδιον ἂν ὡς ἀφʼ ὑμῶν εἰσιν εἴποιεν ἢ τὴν ἴσην ὑμῖν κτήσαιντο δύναμιν, αἱ δὲ κύκλῳ περιέρχονται ζητοῦσαι τρόπον τινὰ εἰς ὑμᾶς ἀνενεγκεῖν. ἀλλὰ μὴν πέντε μέν ἐστι μνήμη βασιλειῶν, μὴ γένοιτο δὲ πλειόνων· τούτων δʼ ἐπὶ μὲν τῆς Ἀσσυρίων τῆς πρεσβυτάτης αἱ πρῶται τῆς πόλεώς εἰσι πράξεις, καὶ ὅσα τῶν θείων, εἰς τοῦτον ἐμπίπτει τὸν χρόνον· ἐπὶ δὲ τῆς δευτέρας ᾔρετο ἡ πόλις· τὴν δὲ τρίτην διὰ τέλους ἐνίκησεν· ἐν δὲ τῇ τετάρτῃ μόνη μὲν ἀντέσχεν, ἄριστα δὲ ἀπήλλαξε