Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
τριῶν γε ἕν τι κατηνάγκαστο, ἢ πάντων εἰξάντων ἔχειν τὴν ἡγεμονίαν, οὗ μεῖζον οὐδὲν ἂν εἴποι τις δεῖγμα τῆς ἐκείνων ἀρετῆς καὶ τοῦ προῖκα τοὺς Ἕλληνας ἐλευθεροῦν, ἢ μηδενὸς ταῦτα συγχωροῦντος ἅπαντας οἴχεσθαι
καταλειφθέντας, ἢ δίχα τὰς ψήφους ἐλθεῖν, ἐν ᾧ στασιάζειν καὶ πολεμεῖν πρὸς ἀλλήλους ἦν, οὐκ ἔχοντας ὅπως χρὴ τοῖς βαρβάροις· ὃ τῇ μὲν τοῦ πράγματος φύσει συμβὰν, τῇ δὲ ἐκείνων προνοίᾳ κωλυθὲν φαίνεται. καὶ μὴν εἰ μὲν ἐκίνει ταῦτα αὐτοὺς ἃ νῦν διεξῆλθον, εἶτα κατεῖχον σιγῇ τοὺς λογισμοὺς, ἐσχάτης βάσανον καρτερίας παρεῖχον. εἰ δʼ οὐδὲν ᾤοντο ἐλαττοῦσθαι, τίνας εἰς ταυτὸν ἄξιον ἐκείνοις θεῖναι, οἳ μόνοις ᾔδεσαν τοῖς βαρβάροις ὀργίζεσθαι; ἀλλʼ οἶμαι πρὸς ἓν τοῦτο ἅπαντα συνετάξαντο, ὅπως καὶ τοὺς παρόντας καὶ τοὺς ἀπόντας τοὺς μὲν ἑκόντας, τοὺς δʼ ἄκοντας ἐξαιρήσονται καὶ τοῦτο δίκαιον ἑώρων μόνον, ἐπεὶ πάντα γε εἰ καθαρῶς ἐξήταζον, οὐδεὶς ἂν Ἑλλήνων τότʼ ἦν ἐν Σαλαμῖνι. προσθήσω γὰρ εὐφημίας ἕνεκα τὴν Σαλαμῖνα. νῦν δὲ τοῦτο σφίσιν ἔκριναν ἐξαρκεῖν, καταστῆναι τοῖς Ἕλλησι τὰ πράγματα. καὶ διὰ τοῦτο οὐ μόνον τῆς ἡγεμονίας, ἀλλὰ καὶ τῆς πόλεως αὐτῆς ἀπέστησαν, ἁπάσης ἰδίας ἀσφαλείας καὶ πλεονεξίας τὰ κοινῇ συμφέροντα προκρίναντες, καὶ νομίζοντες ταύτην ὡς ἀληθῶς καὶ μεγάλην ἡγεμονίαν κατεργάσεσθαι, ἐὰν ἡγήσωνται τοῖς Ἕλλησι πρὸς τὴν ἐλευθερίαν καὶ τὸ σωθῆναι. Λακεδαιμονίους δὲ, ὥσπερ οἱ τοὺς παῖδας προδιδάσκοντες, ἐβουλήθησαν προθυμοτέρους ποιῆσαι. καὶ διὰ τοῦτο ἤγαγον εἰς τὸ πρόσθεν παρακλήσεως ἕνεκα καὶ τοῦ τὰ πραττόμενα ὑπὸ σφῶν μιμεῖσθαι. ταῦτα δὲ ἐποίουν καὶ τοῖς ψηφίσμασιν. οὐ μὴν ὥσπερ τῷ ῥήματι καὶ τῷ κέρᾳ τῆς παρατάξεως, οὕτω κἀν ταῖς πράξεσι τὴν ἡγεμονίαν ἑτέροις παρεῖσαν, πόθεν; ἀλλʼ οἱ μὲν ὄνομα ἡγεμόνων, οἱ δʼ ἔργα παρείχοντο, καὶ τοσούτῳ κάλλιον αὐτοῖς τὸ σχῆμα καθίστατο ὅσῳ τῶν ἡγεμόνων αὐτῶνεἶχον τὴν ἡγεμονίαν. ὅ τι γὰρ μὴ δόξειεν Ἀθηναίων ἑνὶ, πάντʼ ἦν ἄκυρα, ὥσθʼ ὁ μὲν Λακεδαιμονίων ναύαρχος τῶν ἀφʼ ἑκάστων ἀρχόντων ἦρχεν, ὁ δὲ τῶν Ἀθηναίων ἄρχοντος ἀρχόντων· ἅπερ οὖν καὶ οἱ Ἕλληνες συνιδόντες τὰ ἀριστεῖα τῶν ναυμαχιῶν ἀπέδοσαν τῇ πόλει, καὶ
μαρτυρίαν παρόντων ὡς ἀληθῶς καὶ ἑορακότων παρέσχοντο τίνες ἦσαν οἱ πρὸς τὴν σωτηρίαν αὐτοῖς ἡγησάμενοι. καὶ συνέβη τῇ πόλει διχόθεν τὰ πρωτεῖα ἀνελέσθαι. τὰς μὲν γὰρ πόλεις ὑπερεῖχον Ἀθῆναι, τοὺς δὲ ἄνδρας ἀνὴρ Ἀθηναίων εἷς. οὕτως ὃ μὲν ἦν τρόπου πραότητος ἐν τῷ συγχωρῆσαι παρέσχοντο, ὃ δὲ ἀληθινῆς ἡγεμονίας ἦν παρὰ πάντων ἐκείνοις ἀνετέθη. καὶ μὴν καὶ πρὸς τὰ λοιπὰ τοῦ πολέμου τὴν πόλιν ἤδη καθαρῶς προεστήσαντο οἱ Ἕλληνες· πάντες γὰρ οἱ σύλλογοι καὶ αἱ σύνοδοι πρὸς Ἀθηναίους καὶ παρʼ Ἀθηναίων ἐκ τούτων ἐγίγνοντο, καὶ κατέστη κοινὸν βουλευτήριον ἡ πόλις τοῦ πρὸς τὸν βάρβαρον πολέμου.ἀλλὰ γὰρ ἡ περὶ τὰς ἀποδείξεις σπουδὴ καὶ λόγος λόγῳ παραδιδοὺς ἡμᾶς παρήνεγκε περαιτέρω. εἶμι δὲ ἐπʼ αὐτὰς πάλιν τὰς πράξεις, ἐπειδὴ περὶ ὧν ἐβουλόμην ἐν τῷ μέσῳ διέλαβον. μηδεὶς δὲ ἡμᾶς ἡγείσθω πέρα τοῦ δέοντος διατρίβειν μηδʼ ἐπʼ ἐξειργασμένοις ἀναλαμβάνειν, ἀλλὰ σκοπείσθω τὴν χρείαν ὅση καὶ τὴν ἑκάστου τοῦ λόγου πρόφασιν καὶ ποῖ φέρει. κἂν οὕτως σκοπῇ, πολλὰ μὲν εἶναι δόξει τὰ λεγόμενα, ἕκαστον δʼ εἰσάπαξ εἰρῆσθαι, καὶ τῇ μὲν ἀνάγκῃ ἐφάμιλλα πάντα, ὥστε μηδὲν εἶναι παραλιπεῖν ἀτιμάσαντα, τῇ τάξει δʼ ἑτέρως οὐκ ἐγχωροῦντα συμβῆναι, τὸ δὲ ἀεὶ παρενεγκὸν τῆς συνεχείας ὂν καὶ τῆς ἀκολουθίας εἴσεται, ἀναλαμβάνων τῷ νῷ
ταῦτα παρʼ αὑτῷ καὶ σκοπῶν εἴ πως ἑτέρως μᾶλλον ἥρμοττεν. ἔτι δὲ εἰ μὲν περὶ μηδενὸς ἀξίων πραγμάτων ἢ περὶ ὧν ἐκ γειτόνων ἐστὶ τὰ παραδείγματα τὴν ἐξέτασιν ταύτην καὶ σπουδὴν ἐποιούμεθα, εἰκότως ἄν τις ἡμᾶς