Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἔφη μικρολογεῖσθαι· νῦν δὲ ὑπὲρ ὧν πάντες μὲν ποιηταὶ λέγοντες ἐλάττους γεγόνασι, πᾶσα δʼ ἡ περὶ τοὺς λόγους δύναμις ἥττηται, πάντες δʼ ὥσπερ ὑπʼ ἐκπλήξεως θαυμάζουσι μᾶλλον ἢ οἱ διʼ ἀκριβείας ἕκαστα ἑορακότες, περὶ τούτων ἀγωνιζόμεθα οὐδὲν ἐλάττω κατὰ τοὺς λόγους ἀγῶνα μικροῦ δεῖν ἢ κατὰ τὰς πράξεις ἐκεῖνοι τότε. οὐδὲν οὖν ἀργὸν οὐδʼ ἀνεξέταστον εἰκὸς παραλιπεῖν, ὡς ὁμοίως ἥ τʼ ἐπὶ τοῖς μικροῖς σπουδὴ φέρει μέμψιν καὶ τὸ τοῖς τηλικούτοις μὴ τὴν ἀξίαν διὰ πάντων φυλάξαι. καὶ γὰρ τοῦτο ἕτερον τρόπον ἄν τις εἶναι φαίη μικρολογουμένου. ἀλλʼ ἐπάνειμι δή.
συμβάντος γὰρ τοῦ περὶ τὰς Πύλας πάθους καὶ τῆς Ἑλλάδος λαμπρῶς καὶ σφαλερῶς ἀνοιχθείσης οἱ μὲν ὥσπερ πύλας τείχους ῥήξαντες εἰσεχέοντο, δυοῖν μερίδοιν οὐδετέρας στερόμενοι. οἱ μὲν γὰρ ἑκόντες, οἱ δʼ ἀνάγκῃ προσεχώρουν, περιρρέοντος τοῦ πολέμου καὶ πάντων ἐφεξῆς ὥσπερ πῦρ ἐπιὸν ὑποφευγόντων, οἱ δὲ τῆς Ἀθηνᾶς ἐν πολλοῖς ἤδη πολλάκις δείξαντες ὡς ὀρθῶς εἰσιν ἐπώνυμοι καὶ μάλα ἵλεῳ τῇ τῆς θεοῦ χρῶνται διανοίᾳ, καὶ συνειδότες ἔξωθεν οὖσαν τῇ πόλει τὴν φυλακὴν ψήφισμα
ποιοῦνται τὴν μὲν πόλιν ἐπιτρέψαι τῇ πολιούχῳ θεῷ, παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα παρακαταθέσθαι, αὐτοὶ δὲ γυμνωθέντες τῶν περιττῶν προβαλέσθαι τὴν θάλατταν, πάντων ὅσα τις εἴποι μέγιστα κατʼ ἀνθρώπους ἐν ἡμέρᾳ μιᾷ παρασχόμενοι σύμβολα εὐσεβείας, καρτερίας, φρονήσεως, φιλανθρωπίας, μεγαλοψυχίας· εὐσεβείας μὲν διὰ τὴν πίστιν ἣν ἐν τοῖς θεοῖς εἶχον· καρτερίας δὲ παίδων καὶ γυναικῶν καὶ τῆς τῶν οἰκειοτάτων συνηθείας ἀπεζευγμένοι φέροντι τῷ θυμῷ· φιλανθρωπίας δὲ ὅτι ταῦτα ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ὑπέμενον. καὶ μὴν καὶ μεγαλοψυχίᾳ γε τίς ἀνθρώπων ἐκείνοις ὅμοιος, οἳ τῶν ὄντων ὑπὲρ τῆς ἐλευθερίας ἀπέστησαν; ἀλλὰ μὴν τό γε γνῶναι τὸ μόνον μέλλον διασώζειν ἅπαντα τὰ πράγματα,τὴν σοφίαν λέγω, διʼ ἣν καὶ τῆς ὑπὸ πάντων ἐν τοῖς λόγοις τιμωμένης τοῖς ἄρχουσιν εὐπειθείας τοὺς πώποτʼ ἐνίκησαν τῷ δόγματι. καὶ οἱ μὲν οὕτως ἀπεσκευασμένοι πρὸς τῇ Σαλαμῖνι κατεῖχον τοὺς Ἕλληνας, ὁ δὲ ἀμφοτέρᾳ τῇ χειρὶ παρῆν, ἄγων τοὺς μέχρι τῆς Ἀττικῆς Ἕλληνας
ὁμοῦ καὶ βαρβάρους, καὶ πέμπει δὴ πάλιν εἰς τὴν Σαλαμῖνα, κελεύων ἃ πρὸ τοῦ, γῆν καὶ ὕδωρ λαβεῖν, νομίζων, εἰ παρόντων καὶ ὁρωμένων τῶν δεινῶν γίγνοιντο οἱ λόγοι, μᾶλλόν τι καμφθήσεσθαι καὶ παραδώσειν τὰ ὦτα αὐτούς· ἐνταῦθα δὴ καὶ πλεῖστον ἐλπίδος ἐσφάλη. οὕτω γὰρ πόρρω δέους ἢ τοῦ μεταθέσθαι περὶ τῶν ἐξ ἀρχῆς ἐγνωσμένων ἐγένοντο ὥστʼ ἐπειδή τις ἐτόλμησεν εἰπεῖν ὡς χρὴ συγχωρεῖν, αὐτοὶ μὲν αὐτὸν, αἱ δὲ γυναῖκες τὴν γυναῖκα ἐπελθοῦσαι διέφθειραν ἐκ χειρός. καὶ παράκλησις αὕτη πρώτη πρὸς τὴν ναυμαχίαν τοῖς Ἕλλησιν ἐγένετο κοινὴ τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν. οὐ μὴν κατῄσχυναν ταύτην τοῖς ἔργοις ἐφεξῆς, ἀλλὰ πρῶτον μὲν ἀνάξια τῶν Ἑλλήνων βουλευομένων τῆς ἐπʼ Ἀρτεμισίῳ τόλμης καὶ τῆς Ἀθηναίων παρουσίας καὶ νικῶντος ἤδη τοῦ δρασμοῦ, διεκώλυσαν αὐτοὶ καὶ κατηνάγκασαν ὥσπερ παῖδας ἄκοντας ὑποστῆναι τῇ θεραπείᾳ πάντα πραγματευσάμενοι, τὸ μὲν πρῶτον ἐνδεχομένους μόλις φωνὴν πείθοντες, ἔπειτα, ὡς ἀπέραντον ἦν, ἀπροσδοκήτως περιθέντες τὰς ἀνάγκας καὶ συσκευάσαντες τὴν ναυμαχίαν, ὥστε πρὸς βίαν θαρρῆσαι. ἔπειτα γιγνομένης τῆς συνόδου καὶ τῶν βαρβάρων περικαλυψάντων ταῖς ναυσὶν ἅπαντα τὸν ἔξω τόπον, τότε ἤδη καὶ γῆς καὶ θαλάττης παρὰ τοσοῦτον ἐξειργόμενοι, παρʼ ὅσον αἱ τριήρεις ἐπεῖχον, καὶ ὡς ἀληθῶς ὥσπερ ἐν θαλάττῃ καὶ κύμασι πανταχῆ ταυτὸν ὁρῶντες ὅποι βλέψειαν, πολεμίους, οὐδὲν παρεῖσαν ἑτέροις, ἀλλὰ πρῶτοι μὲν αὐτοὶ κατῆρξαν τῆς ναυμαχίας, ὥσπερ ἐν Εὐβοίᾳ