Orationes 13

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

τίς τῶν εἴτε πλεόνων εἴτε ἐλαττόνων νεῶν ὑπῆρξεν ἂν εἰς τὸ δέον τοῖς Ἕλλησιν ἔτι; φέρε γὰρ πρὸς θεῶν, ἵνα μικρὸν προσδιατρίψωμεν τῷ λόγῳ καὶ τὸ ἦθος αὐτῶν καὶ πᾶν ὃ λέγω σαφέστερον κατίδῃ τις, εἰ τὴν ἡγεμονίαν αὐτοὶ τότε τοὺς Ἕλληνας ᾔτησαν, λέγοντες ὡς, ἂν μὲν κρατηθῶσι τῇ ναυμαχίᾳ, οὐκ ἔσονται κύριοι σφίσιν αἱρεῖσθαι τοὺς ἡγεμόνας οὐδὲ ὑπὲρ τῶν ἐν αὐτοῖς ἡγησομένων ὁ βάρβαρος αὐτοῖς εἶναι ποιήσει τὸν λόγον, ἀλλʼ ἀκολουθεῖν αἰσχρῶς ἐκείνῳ δεήσει καὶ δούλους καὶ ἀναρπάστους γενέσθαι, ἴσως δὲ οὐδʼ ἀκολουθεῖν, ἀλλʼ ἀφανισθέντας τρόπον ὅντινα ἐκείνῳ δόξειεν ἀπελθεῖν ἐξ ἀνθρώπων αὐτοῖς ἱεροῖς καὶ ὅπλοις καὶ νόμοις· λέγοντες δʼ ὅτι ταῦθʼ ἡμεῖς προορώμενοι τὴν πόλιν εἰς τὰς τριήρεις πᾶσαν μετεσκευάσαμεν, καὶ εἴτε δεῖ τὰ μέγιστα τετολμηκέναι, ἐκλέλειπται τὰ κοινὰ τῆς ἀνθρωπείας φύσεως ἡμῖν ὑπὲρ ὑμῶν, εἴτε παρασκευῆς οὕτως ἔχειν, ὡς ἀβίωτον ὂν ἡττηθεῖσιν, ἡμεῖς τοῦτο διανενοήμεθα· καὶ μόνοις ἡμῖν ἀναγκαῖόν ἐστι τὸ νικᾶν· ὥστʼ εἴτε τι νίκης

δεῖσθε, τοσοῦτον ἡμῖν προκέκοπται, εἴτε καὶ τὴν συντέλειαν δεῖ σκοπεῖν, δύο τοῦ παντὸς μέρη μόνοι πληροῦμεν, οὗτοι δʼ εἰκοστὸν τοῦ παρʼ ἡμῶν· εἰ ταῦτʼ ἔλεγον καὶ κεφάλαια προσετίθεσαν, ὅτι εἰ μὲν δέχεσθε ἐπὶ τούτοις· εἰ δὲ μὴ, σκοπεῖτε μὴ οὐχ ἡμᾶς μειζόνων ἢ ὑμᾶς αὐτοὺς ἀποστερήσετε· εἰ δὲ δὴ καὶ προσέθηκαν, ἐῶ γὰρ τὸν ἡγούμενον, ὃς τοσοῦτον ἁπάντων ὑπερεῖχεν ὥσθʼ εἷς ἀντὶ πάντων ἦν, ὃς μόνος καὶ τόπους καὶ καιροὺς καὶ τὰ τῶν βαρβάρων ἀπόρρητα καὶ τὰ μέλλοντα ὥσπερ μάντις ἐξηγεῖτο· ἀλλʼ εἰ προσέθηκαν ἐκεῖνο μόνον τῇ προκλήσει, ὅτι, εἰ δʼ ἄρʼ ἄλλως ἐγνώκατε ὑμεῖς, ἡμῖν δʼ ἕτερος δώσει τὴν ὑμετέραν ἡγεμονίαν ἄσμενος καὶ προσθήσει χρήματα Μηδικὰ καὶ δωρεὰς, πρὸς ταῦθʼ αἱρεῖσθε ὁπότερα βούλεσθε, ἆρʼ ἢ τῷ δικαίῳ λόγους οὐχὶ συμβαίνοντας, ἢ ταῖς παρούσαις ἀνάγκαις οἵους ἐγχωρεῖ παριδεῖν, εἶπον ἂν, εἰ τούτοις

ἐχρῶντο; μὴ γὰρ ὅτι λειπομένης μὲν τῆς θαλάττης μόνης, τοσαύτας δὲ ναῦς αὐτοὺς ἰδίᾳ παρεχομένους, τῶν δʼ ἐλπίδων ὄντας τὸ κεφάλαιον, ἐφεστηκότας δὲ τῇ ῥοπῇ τῆς σωτηρίας, μόνους δὲ ἀγωνιστὰς ὄντας τοῦ πράγματος

ἀξιόχρεως, πάντων δὲ προβεβληκότας αὑτοὺς, οὐχ ἡγεμόνων τάξιν μόνον, ἀλλὰ καὶ πατέρων, ἔχοντας δʼ ὡς εἰπεῖν παρʼ αὐτῶν ὧν ἐποίουν τὴν ἡγεμονίαν· ἀλλʼ εἰ κοινὰ μὲν πάντα ἦν, μηδεὶς δὲ ὑπερεῖχε μηδενὸς, πάντες δʼ ἐξ ἴσου συνετέλουν, οἱ δὲ ναύαρχοι παραπλησίως εἶχον τὰς φύσεις ἀλλήλοις, ἔρανος δʼ ἦν, ἔδει δʼ ἐκ τῶν ὑπαρχόντων σκεψαμένους τοὺς ἡγησομένους καταστῆσαι, πῶς οὐκ ἐκεῖνοι διὰ πάντων ἐξέλαμπον ὥσπερ ἀστέρες; ἢ πῶς οὐχ ὑπὲρ σύμπαντας ἦσαν ταῖς ψήφοις, οὐ μόνον κατὰ τὴν ἐπιστήμην; καίτοι τοῦτο ἔσχατον εἶναι δοκεῖ τῶν δικαίων ἐν τοῖς τοιούτοις· οὐ γὰρ δή που κατὰ μίαν μὲν τῶν τριήρων αὐτοῖς οὕτως ἦρχον οἱ κυβερνῆται τέχνῃ προκριθέντες, πασῶν δὲ λαβεῖν τὴν ἡγεμονίαν οὐ τοῖς ταῦτα κρατίστοις ὠφείλετο, ἀλλὰ καὶ τοῦτο μικρὸν ἐκείνοις τὸ δίκαιον. ἀλλʼ ἐκεῖνό γε δὴ καὶ πρόδηλον καὶ μόνον ἀρκοῦν, τῶν συνειλεγμένων δέον τινὰς ἡγεῖσθαι τοῦ πρὸς τὸν βάρβαρον πολέμου, οὐ τοὺς πρὸς τὸν πρότερον στόλον τῶν αὐτῶν τούτων βαρβάρων μόνους κινδυνεύσαντας ὑπὲρ πάντων, τούτους ἡγεῖσθαι ἔδει; οἷς γὰρ τὰ παρόντα κοινὰ πρὸς τοὺς μετέχοντας ἦν, οὗτοι τοῖς ἰδίοις ἐνίκων ἅπαντας· καὶ τοσούτῳ γε ἐλάττω τὴν χάριν ἐκομίζοντʼ ἂν, ὅσῳ πάντας μὲν ἠλευθέρωσαν, τῶν παρόντων δὲ ἔμελλον ἡγήσεσθαι.

καὶ μὴν εἰ μὲν οὐδεὶς ἀντεῖπεν αὐτοῖς πρὸς ταῦτα, ἀλλὰ πάντες ἀμφοῖν χεροῖν ἀπέστησαν, πῶς οὐκ ἄξιον τῆς μεγαλοψυχίας ἀγασθῆναι; οἳ πανταχῆ παρεῖδον τὰ καθʼ ἑαυτοὺς, καὶ τοσοῦτον μὲν τὸν πρόσθεν ἀράμενοι, πάλιν δὲ ἐν τῷ τότε ὑπὲρ τὴν φύσιν φιλοτιμούμενοι πλέον οὐδὲν ἐζήτησαν. εἰ δὲ μὴ προσέξειν ἔμελλον αὐτοῖς οἱ Ἕλληνες, οἱ δὲ πρὸς ὀργὴν ἐγκατέλιπον, τί ἦν ἐν μέσῳ τῆς οὐδʼ ἐν τοῖς βαρβάροις ἀπεστερημένης Ἑλλάδος τὸ θαυμάζεσθαι ἀλλʼ οὐδʼ ὄνομα νῦν λείπεσθαι; ἀλλὰ μὴν