Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
τίς τῶν εἴτε πλεόνων εἴτε ἐλαττόνων νεῶν ὑπῆρξεν ἂν εἰς τὸ δέον τοῖς Ἕλλησιν ἔτι; φέρε γὰρ πρὸς θεῶν, ἵνα μικρὸν προσδιατρίψωμεν τῷ λόγῳ καὶ τὸ ἦθος αὐτῶν καὶ πᾶν ὃ λέγω σαφέστερον κατίδῃ τις, εἰ τὴν ἡγεμονίαν αὐτοὶ τότε τοὺς Ἕλληνας ᾔτησαν, λέγοντες ὡς, ἂν μὲν κρατηθῶσι τῇ ναυμαχίᾳ, οὐκ ἔσονται κύριοι σφίσιν αἱρεῖσθαι τοὺς ἡγεμόνας οὐδὲ ὑπὲρ τῶν ἐν αὐτοῖς ἡγησομένων ὁ βάρβαρος αὐτοῖς εἶναι ποιήσει τὸν λόγον, ἀλλʼ ἀκολουθεῖν αἰσχρῶς ἐκείνῳ δεήσει καὶ δούλους καὶ ἀναρπάστους γενέσθαι, ἴσως δὲ οὐδʼ ἀκολουθεῖν, ἀλλʼ ἀφανισθέντας τρόπον ὅντινα ἐκείνῳ δόξειεν ἀπελθεῖν ἐξ ἀνθρώπων αὐτοῖς ἱεροῖς καὶ ὅπλοις καὶ νόμοις· λέγοντες δʼ ὅτι ταῦθʼ ἡμεῖς προορώμενοι τὴν πόλιν εἰς τὰς τριήρεις πᾶσαν μετεσκευάσαμεν, καὶ εἴτε δεῖ τὰ μέγιστα τετολμηκέναι, ἐκλέλειπται τὰ κοινὰ τῆς ἀνθρωπείας φύσεως ἡμῖν ὑπὲρ ὑμῶν, εἴτε παρασκευῆς οὕτως ἔχειν, ὡς ἀβίωτον ὂν ἡττηθεῖσιν, ἡμεῖς τοῦτο διανενοήμεθα· καὶ μόνοις ἡμῖν ἀναγκαῖόν ἐστι τὸ νικᾶν· ὥστʼ εἴτε τι νίκης
δεῖσθε, τοσοῦτον ἡμῖν προκέκοπται, εἴτε καὶ τὴν συντέλειαν δεῖ σκοπεῖν, δύο τοῦ παντὸς μέρη μόνοι πληροῦμεν, οὗτοι δʼ εἰκοστὸν τοῦ παρʼ ἡμῶν· εἰ ταῦτʼ ἔλεγον καὶ κεφάλαια προσετίθεσαν, ὅτι εἰ μὲν δέχεσθε ἐπὶ τούτοις· εἰ δὲ μὴ, σκοπεῖτε μὴ οὐχ ἡμᾶς μειζόνων ἢ ὑμᾶς αὐτοὺς ἀποστερήσετε· εἰ δὲ δὴ καὶ προσέθηκαν, ἐῶ γὰρ τὸν ἡγούμενον, ὃς τοσοῦτον ἁπάντων ὑπερεῖχεν ὥσθʼ εἷς ἀντὶ πάντων ἦν, ὃς μόνος καὶ τόπους καὶ καιροὺς καὶ τὰ τῶν βαρβάρων ἀπόρρητα καὶ τὰ μέλλοντα ὥσπερ μάντις ἐξηγεῖτο· ἀλλʼ εἰ προσέθηκαν ἐκεῖνο μόνον τῇ προκλήσει, ὅτι, εἰ δʼ ἄρʼ ἄλλως ἐγνώκατε ὑμεῖς, ἡμῖν δʼ ἕτερος δώσει τὴν ὑμετέραν ἡγεμονίαν ἄσμενος καὶ προσθήσει χρήματα Μηδικὰ καὶ δωρεὰς, πρὸς ταῦθʼ αἱρεῖσθε ὁπότερα βούλεσθε, ἆρʼ ἢ τῷ δικαίῳ λόγους οὐχὶ συμβαίνοντας, ἢ ταῖς παρούσαις ἀνάγκαις οἵους ἐγχωρεῖ παριδεῖν, εἶπον ἂν, εἰ τούτοιςἐχρῶντο; μὴ γὰρ ὅτι λειπομένης μὲν τῆς θαλάττης μόνης, τοσαύτας δὲ ναῦς αὐτοὺς ἰδίᾳ παρεχομένους, τῶν δʼ ἐλπίδων ὄντας τὸ κεφάλαιον, ἐφεστηκότας δὲ τῇ ῥοπῇ τῆς σωτηρίας, μόνους δὲ ἀγωνιστὰς ὄντας τοῦ πράγματος
ἀξιόχρεως, πάντων δὲ προβεβληκότας αὑτοὺς, οὐχ ἡγεμόνων τάξιν μόνον, ἀλλὰ καὶ πατέρων, ἔχοντας δʼ ὡς εἰπεῖν παρʼ αὐτῶν ὧν ἐποίουν τὴν ἡγεμονίαν· ἀλλʼ εἰ κοινὰ μὲν πάντα ἦν, μηδεὶς δὲ ὑπερεῖχε μηδενὸς, πάντες δʼ ἐξ ἴσου συνετέλουν, οἱ δὲ ναύαρχοι παραπλησίως εἶχον τὰς φύσεις ἀλλήλοις, ἔρανος δʼ ἦν, ἔδει δʼ ἐκ τῶν ὑπαρχόντων σκεψαμένους τοὺς ἡγησομένους καταστῆσαι, πῶς οὐκ ἐκεῖνοι διὰ πάντων ἐξέλαμπον ὥσπερ ἀστέρες; ἢ πῶς οὐχ ὑπὲρ σύμπαντας ἦσαν ταῖς ψήφοις, οὐ μόνον κατὰ τὴν ἐπιστήμην; καίτοι τοῦτο ἔσχατον εἶναι δοκεῖ τῶν δικαίων ἐν τοῖς τοιούτοις· οὐ γὰρ δή που κατὰ μίαν μὲν τῶν τριήρων αὐτοῖς οὕτως ἦρχον οἱ κυβερνῆται τέχνῃ προκριθέντες, πασῶν δὲ λαβεῖν τὴν ἡγεμονίαν οὐ τοῖς ταῦτα κρατίστοις ὠφείλετο, ἀλλὰ καὶ τοῦτο μικρὸν ἐκείνοις τὸ δίκαιον. ἀλλʼ ἐκεῖνό γε δὴ καὶ πρόδηλον καὶ μόνον ἀρκοῦν, τῶν συνειλεγμένων δέον τινὰς ἡγεῖσθαι τοῦ πρὸς τὸν βάρβαρον πολέμου, οὐ τοὺς πρὸς τὸν πρότερον στόλον τῶν αὐτῶν τούτων βαρβάρων μόνους κινδυνεύσαντας ὑπὲρ πάντων, τούτους ἡγεῖσθαι ἔδει; οἷς γὰρ τὰ παρόντα κοινὰ πρὸς τοὺς μετέχοντας ἦν, οὗτοι τοῖς ἰδίοις ἐνίκων ἅπαντας· καὶ τοσούτῳ γε ἐλάττω τὴν χάριν ἐκομίζοντʼ ἂν, ὅσῳ πάντας μὲν ἠλευθέρωσαν, τῶν παρόντων δὲ ἔμελλον ἡγήσεσθαι.καὶ μὴν εἰ μὲν οὐδεὶς ἀντεῖπεν αὐτοῖς πρὸς ταῦτα, ἀλλὰ πάντες ἀμφοῖν χεροῖν ἀπέστησαν, πῶς οὐκ ἄξιον τῆς μεγαλοψυχίας ἀγασθῆναι; οἳ πανταχῆ παρεῖδον τὰ καθʼ ἑαυτοὺς, καὶ τοσοῦτον μὲν τὸν πρόσθεν ἀράμενοι, πάλιν δὲ ἐν τῷ τότε ὑπὲρ τὴν φύσιν φιλοτιμούμενοι πλέον οὐδὲν ἐζήτησαν. εἰ δὲ μὴ προσέξειν ἔμελλον αὐτοῖς οἱ Ἕλληνες, οἱ δὲ πρὸς ὀργὴν ἐγκατέλιπον, τί ἦν ἐν μέσῳ τῆς οὐδʼ ἐν τοῖς βαρβάροις ἀπεστερημένης Ἑλλάδος τὸ θαυμάζεσθαι ἀλλʼ οὐδʼ ὄνομα νῦν λείπεσθαι; ἀλλὰ μὴν
τριῶν γε ἕν τι κατηνάγκαστο, ἢ πάντων εἰξάντων ἔχειν τὴν ἡγεμονίαν, οὗ μεῖζον οὐδὲν ἂν εἴποι τις δεῖγμα τῆς ἐκείνων ἀρετῆς καὶ τοῦ προῖκα τοὺς Ἕλληνας ἐλευθεροῦν, ἢ μηδενὸς ταῦτα συγχωροῦντος ἅπαντας οἴχεσθαι
καταλειφθέντας, ἢ δίχα τὰς ψήφους ἐλθεῖν, ἐν ᾧ στασιάζειν καὶ πολεμεῖν πρὸς ἀλλήλους ἦν, οὐκ ἔχοντας ὅπως χρὴ τοῖς βαρβάροις· ὃ τῇ μὲν τοῦ πράγματος φύσει συμβὰν, τῇ δὲ ἐκείνων προνοίᾳ κωλυθὲν φαίνεται. καὶ μὴν εἰ μὲν ἐκίνει ταῦτα αὐτοὺς ἃ νῦν διεξῆλθον, εἶτα κατεῖχον σιγῇ τοὺς λογισμοὺς, ἐσχάτης βάσανον καρτερίας παρεῖχον. εἰ δʼ οὐδὲν ᾤοντο ἐλαττοῦσθαι, τίνας εἰς ταυτὸν ἄξιον ἐκείνοις θεῖναι, οἳ μόνοις ᾔδεσαν τοῖς βαρβάροις ὀργίζεσθαι; ἀλλʼ οἶμαι πρὸς ἓν τοῦτο ἅπαντα συνετάξαντο, ὅπως καὶ τοὺς παρόντας καὶ τοὺς ἀπόντας τοὺς μὲν ἑκόντας, τοὺς δʼ ἄκοντας ἐξαιρήσονται καὶ τοῦτο δίκαιον ἑώρων μόνον, ἐπεὶ πάντα γε εἰ καθαρῶς ἐξήταζον, οὐδεὶς ἂν Ἑλλήνων τότʼ ἦν ἐν Σαλαμῖνι. προσθήσω γὰρ εὐφημίας ἕνεκα τὴν Σαλαμῖνα. νῦν δὲ τοῦτο σφίσιν ἔκριναν ἐξαρκεῖν, καταστῆναι τοῖς Ἕλλησι τὰ πράγματα. καὶ διὰ τοῦτο οὐ μόνον τῆς ἡγεμονίας, ἀλλὰ καὶ τῆς πόλεως αὐτῆς ἀπέστησαν, ἁπάσης ἰδίας ἀσφαλείας καὶ πλεονεξίας τὰ κοινῇ συμφέροντα προκρίναντες, καὶ νομίζοντες ταύτην ὡς ἀληθῶς καὶ μεγάλην ἡγεμονίαν κατεργάσεσθαι, ἐὰν ἡγήσωνται τοῖς Ἕλλησι πρὸς τὴν ἐλευθερίαν καὶ τὸ σωθῆναι. Λακεδαιμονίους δὲ, ὥσπερ οἱ τοὺς παῖδας προδιδάσκοντες, ἐβουλήθησαν προθυμοτέρους ποιῆσαι. καὶ διὰ τοῦτο ἤγαγον εἰς τὸ πρόσθεν παρακλήσεως ἕνεκα καὶ τοῦ τὰ πραττόμενα ὑπὸ σφῶν μιμεῖσθαι. ταῦτα δὲ ἐποίουν καὶ τοῖς ψηφίσμασιν. οὐ μὴν ὥσπερ τῷ ῥήματι καὶ τῷ κέρᾳ τῆς παρατάξεως, οὕτω κἀν ταῖς πράξεσι τὴν ἡγεμονίαν ἑτέροις παρεῖσαν, πόθεν; ἀλλʼ οἱ μὲν ὄνομα ἡγεμόνων, οἱ δʼ ἔργα παρείχοντο, καὶ τοσούτῳ κάλλιον αὐτοῖς τὸ σχῆμα καθίστατο ὅσῳ τῶν ἡγεμόνων αὐτῶνεἶχον τὴν ἡγεμονίαν. ὅ τι γὰρ μὴ δόξειεν Ἀθηναίων ἑνὶ, πάντʼ ἦν ἄκυρα, ὥσθʼ ὁ μὲν Λακεδαιμονίων ναύαρχος τῶν ἀφʼ ἑκάστων ἀρχόντων ἦρχεν, ὁ δὲ τῶν Ἀθηναίων ἄρχοντος ἀρχόντων· ἅπερ οὖν καὶ οἱ Ἕλληνες συνιδόντες τὰ ἀριστεῖα τῶν ναυμαχιῶν ἀπέδοσαν τῇ πόλει, καὶ
μαρτυρίαν παρόντων ὡς ἀληθῶς καὶ ἑορακότων παρέσχοντο τίνες ἦσαν οἱ πρὸς τὴν σωτηρίαν αὐτοῖς ἡγησάμενοι. καὶ συνέβη τῇ πόλει διχόθεν τὰ πρωτεῖα ἀνελέσθαι. τὰς μὲν γὰρ πόλεις ὑπερεῖχον Ἀθῆναι, τοὺς δὲ ἄνδρας ἀνὴρ Ἀθηναίων εἷς. οὕτως ὃ μὲν ἦν τρόπου πραότητος ἐν τῷ συγχωρῆσαι παρέσχοντο, ὃ δὲ ἀληθινῆς ἡγεμονίας ἦν παρὰ πάντων ἐκείνοις ἀνετέθη. καὶ μὴν καὶ πρὸς τὰ λοιπὰ τοῦ πολέμου τὴν πόλιν ἤδη καθαρῶς προεστήσαντο οἱ Ἕλληνες· πάντες γὰρ οἱ σύλλογοι καὶ αἱ σύνοδοι πρὸς Ἀθηναίους καὶ παρʼ Ἀθηναίων ἐκ τούτων ἐγίγνοντο, καὶ κατέστη κοινὸν βουλευτήριον ἡ πόλις τοῦ πρὸς τὸν βάρβαρον πολέμου.ἀλλὰ γὰρ ἡ περὶ τὰς ἀποδείξεις σπουδὴ καὶ λόγος λόγῳ παραδιδοὺς ἡμᾶς παρήνεγκε περαιτέρω. εἶμι δὲ ἐπʼ αὐτὰς πάλιν τὰς πράξεις, ἐπειδὴ περὶ ὧν ἐβουλόμην ἐν τῷ μέσῳ διέλαβον. μηδεὶς δὲ ἡμᾶς ἡγείσθω πέρα τοῦ δέοντος διατρίβειν μηδʼ ἐπʼ ἐξειργασμένοις ἀναλαμβάνειν, ἀλλὰ σκοπείσθω τὴν χρείαν ὅση καὶ τὴν ἑκάστου τοῦ λόγου πρόφασιν καὶ ποῖ φέρει. κἂν οὕτως σκοπῇ, πολλὰ μὲν εἶναι δόξει τὰ λεγόμενα, ἕκαστον δʼ εἰσάπαξ εἰρῆσθαι, καὶ τῇ μὲν ἀνάγκῃ ἐφάμιλλα πάντα, ὥστε μηδὲν εἶναι παραλιπεῖν ἀτιμάσαντα, τῇ τάξει δʼ ἑτέρως οὐκ ἐγχωροῦντα συμβῆναι, τὸ δὲ ἀεὶ παρενεγκὸν τῆς συνεχείας ὂν καὶ τῆς ἀκολουθίας εἴσεται, ἀναλαμβάνων τῷ νῷ
ταῦτα παρʼ αὑτῷ καὶ σκοπῶν εἴ πως ἑτέρως μᾶλλον ἥρμοττεν. ἔτι δὲ εἰ μὲν περὶ μηδενὸς ἀξίων πραγμάτων ἢ περὶ ὧν ἐκ γειτόνων ἐστὶ τὰ παραδείγματα τὴν ἐξέτασιν ταύτην καὶ σπουδὴν ἐποιούμεθα, εἰκότως ἄν τις ἡμᾶςἔφη μικρολογεῖσθαι· νῦν δὲ ὑπὲρ ὧν πάντες μὲν ποιηταὶ λέγοντες ἐλάττους γεγόνασι, πᾶσα δʼ ἡ περὶ τοὺς λόγους δύναμις ἥττηται, πάντες δʼ ὥσπερ ὑπʼ ἐκπλήξεως θαυμάζουσι μᾶλλον ἢ οἱ διʼ ἀκριβείας ἕκαστα ἑορακότες, περὶ τούτων ἀγωνιζόμεθα οὐδὲν ἐλάττω κατὰ τοὺς λόγους ἀγῶνα μικροῦ δεῖν ἢ κατὰ τὰς πράξεις ἐκεῖνοι τότε. οὐδὲν οὖν ἀργὸν οὐδʼ ἀνεξέταστον εἰκὸς παραλιπεῖν, ὡς ὁμοίως ἥ τʼ ἐπὶ τοῖς μικροῖς σπουδὴ φέρει μέμψιν καὶ τὸ τοῖς τηλικούτοις μὴ τὴν ἀξίαν διὰ πάντων φυλάξαι. καὶ γὰρ τοῦτο ἕτερον τρόπον ἄν τις εἶναι φαίη μικρολογουμένου. ἀλλʼ ἐπάνειμι δή.
συμβάντος γὰρ τοῦ περὶ τὰς Πύλας πάθους καὶ τῆς Ἑλλάδος λαμπρῶς καὶ σφαλερῶς ἀνοιχθείσης οἱ μὲν ὥσπερ πύλας τείχους ῥήξαντες εἰσεχέοντο, δυοῖν μερίδοιν οὐδετέρας στερόμενοι. οἱ μὲν γὰρ ἑκόντες, οἱ δʼ ἀνάγκῃ προσεχώρουν, περιρρέοντος τοῦ πολέμου καὶ πάντων ἐφεξῆς ὥσπερ πῦρ ἐπιὸν ὑποφευγόντων, οἱ δὲ τῆς Ἀθηνᾶς ἐν πολλοῖς ἤδη πολλάκις δείξαντες ὡς ὀρθῶς εἰσιν ἐπώνυμοι καὶ μάλα ἵλεῳ τῇ τῆς θεοῦ χρῶνται διανοίᾳ, καὶ συνειδότες ἔξωθεν οὖσαν τῇ πόλει τὴν φυλακὴν ψήφισμα
ποιοῦνται τὴν μὲν πόλιν ἐπιτρέψαι τῇ πολιούχῳ θεῷ, παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα παρακαταθέσθαι, αὐτοὶ δὲ γυμνωθέντες τῶν περιττῶν προβαλέσθαι τὴν θάλατταν, πάντων ὅσα τις εἴποι μέγιστα κατʼ ἀνθρώπους ἐν ἡμέρᾳ μιᾷ παρασχόμενοι σύμβολα εὐσεβείας, καρτερίας, φρονήσεως, φιλανθρωπίας, μεγαλοψυχίας· εὐσεβείας μὲν διὰ τὴν πίστιν ἣν ἐν τοῖς θεοῖς εἶχον· καρτερίας δὲ παίδων καὶ γυναικῶν καὶ τῆς τῶν οἰκειοτάτων συνηθείας ἀπεζευγμένοι φέροντι τῷ θυμῷ· φιλανθρωπίας δὲ ὅτι ταῦτα ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ὑπέμενον. καὶ μὴν καὶ μεγαλοψυχίᾳ γε τίς ἀνθρώπων ἐκείνοις ὅμοιος, οἳ τῶν ὄντων ὑπὲρ τῆς ἐλευθερίας ἀπέστησαν; ἀλλὰ μὴν τό γε γνῶναι τὸ μόνον μέλλον διασώζειν ἅπαντα τὰ πράγματα,τὴν σοφίαν λέγω, διʼ ἣν καὶ τῆς ὑπὸ πάντων ἐν τοῖς λόγοις τιμωμένης τοῖς ἄρχουσιν εὐπειθείας τοὺς πώποτʼ ἐνίκησαν τῷ δόγματι. καὶ οἱ μὲν οὕτως ἀπεσκευασμένοι πρὸς τῇ Σαλαμῖνι κατεῖχον τοὺς Ἕλληνας, ὁ δὲ ἀμφοτέρᾳ τῇ χειρὶ παρῆν, ἄγων τοὺς μέχρι τῆς Ἀττικῆς Ἕλληνας
ὁμοῦ καὶ βαρβάρους, καὶ πέμπει δὴ πάλιν εἰς τὴν Σαλαμῖνα, κελεύων ἃ πρὸ τοῦ, γῆν καὶ ὕδωρ λαβεῖν, νομίζων, εἰ παρόντων καὶ ὁρωμένων τῶν δεινῶν γίγνοιντο οἱ λόγοι, μᾶλλόν τι καμφθήσεσθαι καὶ παραδώσειν τὰ ὦτα αὐτούς· ἐνταῦθα δὴ καὶ πλεῖστον ἐλπίδος ἐσφάλη. οὕτω γὰρ πόρρω δέους ἢ τοῦ μεταθέσθαι περὶ τῶν ἐξ ἀρχῆς ἐγνωσμένων ἐγένοντο ὥστʼ ἐπειδή τις ἐτόλμησεν εἰπεῖν ὡς χρὴ συγχωρεῖν, αὐτοὶ μὲν αὐτὸν, αἱ δὲ γυναῖκες τὴν γυναῖκα ἐπελθοῦσαι διέφθειραν ἐκ χειρός. καὶ παράκλησις αὕτη πρώτη πρὸς τὴν ναυμαχίαν τοῖς Ἕλλησιν ἐγένετο κοινὴ τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν. οὐ μὴν κατῄσχυναν ταύτην τοῖς ἔργοις ἐφεξῆς, ἀλλὰ πρῶτον μὲν ἀνάξια τῶν Ἑλλήνων βουλευομένων τῆς ἐπʼ Ἀρτεμισίῳ τόλμης καὶ τῆς Ἀθηναίων παρουσίας καὶ νικῶντος ἤδη τοῦ δρασμοῦ, διεκώλυσαν αὐτοὶ καὶ κατηνάγκασαν ὥσπερ παῖδας ἄκοντας ὑποστῆναι τῇ θεραπείᾳ πάντα πραγματευσάμενοι, τὸ μὲν πρῶτον ἐνδεχομένους μόλις φωνὴν πείθοντες, ἔπειτα, ὡς ἀπέραντον ἦν, ἀπροσδοκήτως περιθέντες τὰς ἀνάγκας καὶ συσκευάσαντες τὴν ναυμαχίαν, ὥστε πρὸς βίαν θαρρῆσαι. ἔπειτα γιγνομένης τῆς συνόδου καὶ τῶν βαρβάρων περικαλυψάντων ταῖς ναυσὶν ἅπαντα τὸν ἔξω τόπον, τότε ἤδη καὶ γῆς καὶ θαλάττης παρὰ τοσοῦτον ἐξειργόμενοι, παρʼ ὅσον αἱ τριήρεις ἐπεῖχον, καὶ ὡς ἀληθῶς ὥσπερ ἐν θαλάττῃ καὶ κύμασι πανταχῆ ταυτὸν ὁρῶντες ὅποι βλέψειαν, πολεμίους, οὐδὲν παρεῖσαν ἑτέροις, ἀλλὰ πρῶτοι μὲν αὐτοὶ κατῆρξαν τῆς ναυμαχίας, ὥσπερ ἐν Εὐβοίᾳπάντων ἀποκνούντων, μόνοι δὲ τὸ πᾶν ἐξειργάσαντο, ὅσα μὲν στρατηγοῦ προνοίᾳ κακῶσαι τὸν βασιλέα ἔδει πρότερον παρασκευάσαντες, ὥστʼ ἐν τοῖς πολεμίοις φιλίων καὶ τῶν συνευξομένων εὐπορῆσαι—λέγω δὲ τὴν περὶ τοὺς Ἴωνας πρᾶξιν—ἃ δὲ χειρῶν νόμῳ καὶ μετὰ κοινῆς τῆς εὐψυχίας ἔδει πραχθῆναι, κάλλιστα δὴ τῶν ὑφʼ ἡλίῳ μάρτυρι καὶ τολμήσαντες καὶ τελεσάμενοι, τάξαντες μὲν αὑτοὺς ἐναντία ἐκείνοις, οἵπερ ἦσαν κεφάλαιον τοῦ ναυτικοῦ τῶν πολεμίων, τρεψάμενοι δὲ πρῶτοι καὶ διαφθείραντες ἄλλας ἀλλαχοῦ τῶν νεῶν ἐν παντοδαποῖς τῶν ἔργων εἴδεσι, παρασχόντες δὲ τοῖς λοιποῖς διώκειν ἀντὶ τοῦ ναυμαχεῖν. ὥστʼ ἐμοὶ μὲν παραπλησίως οἱ Ἕλληνες δοκοῦσι νικῆσαι τὴν ναυμαχίαν ἐκείνην ὥσπερ ἂν εἰ καὶ Μαραθῶνι παρόντες μετέσχον τῆς νίκης. ἐκεῖ τε γὰρ ἤρκεσεν ἡ πόλις αὑτῇ καὶ ἐν Σαλαμῖνι τῶν γιγνομένων ἀπέλαυσαν οἱ λοιποί. καὶ τότε μὲν ἡμέρᾳ μιᾷ τῆς μάχης ὑστέρησαν Λακεδαιμόνιοι, ἐκείνῃ δὲ τῇ ἡμέρᾳ αὐτῆς
ὑστέρησαν τῆς τροπῆς οἱ συντελεῖς. καὶ τοσοῦτον διενήνοχεν ὥστʼ εἰκότως ἄν τινα φῆσαι μὴ μόνον τῆς ἐλευθερίας μηδὲ τῶν ἄθλων τῶν ἐκ τῆς ναυμαχίας χάριν ἂν τῇ πόλει τοὺς Ἕλληνας ἔχειν δικαίως, ἀλλὰ καὶ τῆς νίκης αὐτῆς. καὶ γὰρ ταύτην ὥσπερ ἄλλο τι κέρδος προσλαβόντες φαίνονται καὶ τῆς φιλοτιμίας κοινῇ μετασχόντες. ἐνταῦθα δὴ πᾶσα μὲν ἀκτὴ ναυαγίων ἐπέπληστο, πάντες δὲ οἱ πορθμοὶ συνεκέχυντο, ἔφερε δὲ ὁ πόρος πρὸς τὴν ἤπειρον ἔξω τῷ βασιλεῖ δεινὰ θεάματα καὶ μάλα ἀπᾴδοντα τῆς ἐκείνου περινοίας καὶ τρυφῆς. ἄξιον δὲ καὶ τῆς ἐπιθήκης τῶν κακῶν τῶν γενομένων τοῖς βαρβάροις μνησθῆναι. τὸ γὰρ δὴ πάρεργον τῶν ἔργων οὐκ ἀτιμότερον προσεξείργασται. τί οὖν ἦν τοῦτο; τρεῖς τόπους οἱ βάρβαροι κατέλαβον τὸ κατʼ ἀρχὰς, τὴν ἤπειρον, τὴν θάλατταν, τὴν πρὸ τῆς