Orationes 13

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

γὰρ ἔφασκεν οὐδὲν τῶν ἀλλοτρίων, ἀλλʼ ἀπαρχὰς γῆς καὶ ὕδατος· πάντων δʼ εἶναι τούτων κύριος. τῆς δʼ ἀγνωμοσύνης τῆς Μαραθῶνι λύσιν μίαν εἶναι καὶ παραίτησιν, εἰ ταῦτα συγχωρήσαιεν καὶ μετὰ τῶν ἄλλων ἀνθρώπων γένοιντο καὶ τὸν κοινὸν δεσπότην γνοῖεν· εἰ δὲ μὴ, διδάξειν αὐτοὺς καλῶς μετὰ τῶν προπατόρων θεῶν· οὕτω γὰρ θεοῖς τε καὶ Ξέρξῃ δοκεῖν ὑπὲρ τῶν Ξέρξου πραγμάτων· ἥξειν γὰρ ἄγων ἅπαντα, ναῦς μὲν ὅσας ἡ Ἑλληνικὴ θάλαττα οὐχ ὑποδέξεται, ἵππῳ δὲ καὶ πεζοῖς ἀποκρύψειν τὴν Ἀττικὴν, καὶ τὴν πόλιν ἱππόκροτον καταστήσειν, ἱερά τε συμφλέξειν καὶ θήκας ἀναρρήξειν καὶ μετασκευάσειν ἅπαντα. ἔτι δὲ Ἀτλαντικοῦ πελάγους κληρουχίας ἀτίμους ἠπείλει καὶ γῆς ποίησιν ἔξω τῆς οἰκουμένης, ἣν ἀναγκάσειν ἠκρωτηριασμένους προχοῦν εἰς τὸ πέλαγος, ὕδωρ μὲν

ἀντλοῦντας, πέτρας δὲ ὀρύττοντας, τοσαῦτʼ ἔχοντας τοῦ σώματος ὅσα τοῖς ἔργοις ἀρκέσει. καὶ οὐκ ἠπείλει μὲν οὕτως ἀήθη καὶ ὑπερόρια καὶ φόβου μείζω, ἐτελεύτησε δʼ ἐνταῦθα, ἀλλʼ ἀπέκρυψε τοῖς ἔργοις τὰς ἀπειλὰς, ἄνευ γε τοῦ τι δυνηθῆναι, λέγω δὴ χρήσασθαι τῇ πόλει. τίνα γὰρ μεσόγειαν ἢ ποίαν Ἀτλαντικὴν ῥαχίαν οὐκ ἔσεισεν; ἢ ποῖον κόλπον ὧν ἴσασιν ἄνθρωποι, λέγω τῶν εἰσεχόντων ἀπὸ τῆς ἔξω θαλάττης, παρῆκεν ἀσύμβολον; οὐ τὸν εἰς Φᾶσιν, οὐ τὸν ἄνω τὸν Περσικὸν, οὐκ ἐρυθρὰν θάλατταν, οὐχ Ὑρκανίαν, οὐ πάντας συνήγαγεν; οὐ διηρευνήσατο πάντας τῆς γῆς τοὺς μυχοὺς ἀκριβέστερον ἢ Δᾶτις τὴν Ἐρετρικήν; οὐκ ἐσχατιαῖς γῆς καὶ θαλάττης τὸν στόλον ὡρίσατο, ὥσπερ σαγηνεύων τὴν ἀρχὴν τὴν αὐτὸς
αὑτοῦ; ποῖον δὲ τότε φάσμα οὐκ ἐκινήθη; ἢ τί τῶν ὄντων οὐχ ὑπερώφθη; ἢ τί τῶν οὐκ ὄντων οὐκ ἐγένετο; οὐχ οἱ πορθμοὶ τοσοῦτον αὐτῷ τῶν ποταμῶν διαφέρειν ἐδόκουν ὅσον οὐ παρέχειν πιεῖν ἐξ αὐτῶν; οἱ δʼ ἀέναοι ποταμοὶ τῶν χειμάρρων οὐδὲν ἀλλοιότερον

διετέθησαν, μᾶλλον δὲ τοῖς χειμάρροις εἰς τοὐναντίον περιέστησαν· ὥσπερ γὰρ τὰ ἐκείνων ῥεύματα ἐκ Διὸς αὔξεται, οὕτως ὑπὸ Ξέρξῃ πάντα ἐπέλιπεν. ἐδέχετο δʼ αὐτὸν οὔτε γῆ οὔτε θάλαττα ἱκανῶς, καὶ ταῦτα εἶπε πρὸς τὴν ἐκείνου χρείαν καὶ μετέβαλλεν εἰς ἄλληλα. γῆ τε γὰρ ἡ μὲν ἐγίγνετο, ἡ δʼ ἀπώλλυτο, καὶ θάλαττα ὑπεχώρει καὶ πάλιν συνῄει τῷ βασιλεῖ· —καὶ νῦν ἐστι τῆς νέας θαλάττης ὅσος τῆς ἐκείνου διαβάσεως χρόνος καὶ ὁ Ἄθως

ἀντὶ στήλης τῷ ἔργῳ λέλειπται· —ὡς δʼ εἰπεῖν πάντα κινουμένοις ἐῴκει καὶ μεθισταμένοις ὡς ἐκείνῳ δοκοίη. κάμηλοι δὲ χρυσοῦ καὶ ἀργύρου κατέλαμπον, ὅσον μήκιστόν ἐστιν ἀνύσαι, τοσοῦτον ἐπέχουσαι. εἰ δʼ ἐπιθυμήσειε σκιᾶς, δένδρον ἦν αὐτῷ χρυσοῦν ἡ σκιά. ὥστε νύκτωρ μὲν ἤστραπτεν ἀργύρῳ καὶ χρυσῷ, μεθʼ ἡμέραν δὲ νύκτα ἐπῆγεν ὁσαχοῦ τοξεῦσαι κελεύσειε. πολλοῖς δʼ ἦν ἀφανὴς ὧν ἦγεν οὗ γῆς εἴη τὰ νῦν. οὐδὲν δʼ ἦν ἔθνος τῶν κατὰ τὴν πορείαν μεῖζον ἢ κρύπτεσθαι. φιλονεικήσας δὲ μαθεῖν ὁ πάντα ἄτοπος βασιλεὺς ὁπόσους ἄγει, χρῆν γὰρ καὶ τοῦτο ἐκείνῳ γενέσθαι δυνατὸν, ἠναγκάσθη μετρῆσαι τρόπον δή τινα μᾶλλον ἢ ἀριθμῆσαι τὴν στρατιὰν, καὶ κατασκευασάμενος τεῖχος μυρίανδρον πρὸς μέτρον ἠρίθμει. καὶ ὁ μὲν οὕτω πάντα κινῶν ᾔει, τοσαῦτα προσλαμβάνων ὁπόσοις ἐντύχοι, καὶ κατεπτήχει καὶ ἔθνη καὶ πόλεις καὶ πάντα γένη καὶ Εὐρωπαῖα καὶ τὰ ἐπὶ τῆς Ἀσίας πάντα, καὶ πρὸς τὴν κίνησιν εἶκεν ὥσπερ τὰ κοῦφα σὺν πολλῷ τῷ φόβῳ. ἡ πόλις δʼ ἕτερα ἀντεπεδείκνυτο, οὐδʼ ἦν Ξέρξην μᾶλλον θαυμάσαι τῆς ὑπερηφανίας ἢ τὴν πόλιν τοῦ μηδὲν τῶν ἐκείνου θαυμάσαι· ἣ θορύβου τοσούτου διὰ γῆς ἁπάσης καταρραγέντος καὶ τῶν ἠπείρων ἀμφοτέρων κρινομένων ἐπὶ τῆς Ἑλλάδος ἀντέσχεν, ὥσπερ ἔρυμα καὶ πρόβολος, ἀπʼ ἀρχῆς ἀρξαμένη καὶ αὐτὴ τὰ αὑτῆς

ἐπιδεικνύναι. πρῶτον μὲν τοῖς περὶ τὰς ἐπιστολὰς ἀκροβολισμοῖς καὶ πείραις τοσοῦτον ὑπερέσχε φρονήματι καὶ τοσοῦτον ἀπέσχε τοῦ πτοηθῆναι πρὸς τὰς τῶν ἀτόπων ἐκείνων φόβων ἐπαγωγὰς, ὥστʼ οὐκ ἐδεήθη ψηφίσματος πρὸς ταῦτα ἔτι, ἀλλʼ ὥσπερ ἑνὸς κοινοῦ νενικηκότος τοῦ κατὰ Δαρεῖον, μηδένα ἀκούειν βαρβάρων, πρὶν ἐκκλησίαν ἀποδοῦναι, ἀφανίζει τοὺς ἀγγέλους αὐτῇ σκευῇ καὶ ποικίλμασι, καὶ τοῖς εὖ φρονοῦσι τῶν Ἑλλήνων ἡγεμὼν τῆς ἀποκρίσεως ἐγένετο. ἔπειτα πάντων ἀγγελλόντων τὰ δεινὰ δὴ ταῦτα, ὅτι πάντα χρήματα μίγνυται καὶ τῶν Ἑλλήνων κερδανοῦσιν οἱ τελευταῖοι, πάντες δὲ ὥσπερ ὑπὸ κύματος τοῦ πολέμου καλυφθήσονται, καὶ τοσαύτης κατεχούσης ἐκπλήξεως τοῦ βαρβάρου ὥστʼ εἰκάζειν θεῶν τινος εἶναι πορείαν μετὰ τῶν λοιπῶν ἀνθρώπων ἐπὶ τὴν Ἑλλάδα ἐλαύνοντος, οὐδὲν μᾶλλον ὑφεῖτο οὐδὲ μετέγνω περὶ ὧν ἐβουλεύσατο, οὐδὲ ἐμέμψατο αὐτῇ τῆς ἀποκρίσεως, ἀλλὰ τούς τε Ἕλληνας συνεκάλει πρὸς τὸν ἀγῶνα τὸν κοινὸν, αἰσχυνομένη μοι δοκεῖν μόνη φανῆναι τῷ βαρβάρῳ, καθάπερ πρότερον Μαραθῶνι. οὐ γὰρ αὐτή γε ἐν ἄλλοις εἶχε τὰς ἐλπίδας τῆς σωτηρίας, ἀλλὰ πάντες εἶχον ἐν αὐτῇ τὰς ὑπὲρ αὑτῶν, οἵ γε ὁμοίως τε σωτηρίας δεόμενοι καὶ ἐλευθερίας, καὶ τὸ παράδειγμα ὑπῆρχεν ἀμφοῖν ἐγγύθεν ἡ προτέρα κρίσις, ἐσκόπει τε ὅ τι βουλευσαμένη

πρῶτον ἀντεκπλήξει τὸν βάρβαρον· καὶ παρῆλθέ γε αὐτὸν τοῖς θαύμασι. μετοικίζεται γὰρ ἐξαναστᾶσα, καὶ τὸ μέγιστον ἁπάντων, γῆς μὲν οὐδαμοῦ, πᾶσα γὰρ εἴχετο, ἡ δὲ εἰς τὴν θάλατταν ἀπεχώρει, καὶ τῆς περὶ τὸν Ἄθω διωρυχῆς καὶ τοῦ πορθμοῦ τῆς γεφύρας οὔτε εἰς ἀκοὴν ἀηδέστερον οὔτε γνώμῃ φαυλότερον τοῦτο τὸ τόλμημα ἀντεπεδείξατο ἐπὶ τῆς θαλάττης φανεῖσα, καὶ Ξέρξῃ καταλιποῦσα τὸ ἴχνος μόνον προσιδεῖν· ὥστʼ ἐλθὼν οὐχ εὗρε τὴν πόλιν οὐδὲ εἶχε λαβεῖν ἔχων ὡς ᾤετο· οὕτως

εἰς ἄπορον καὶ ὑπερφυὲς αἴνιγμα συνηλάθη. ἀλλʼ ὥσπερ τῶν ποιητῶν φασί τινες τὸν Ἀλέξανδρον τῆς Ἑλένης τὸ εἴδωλον λαβεῖν, αὐτὴν δὲ οὐ δυνηθῆναι, οὕτω καὶ Ξέρξης τῆς πόλεως τοὔδαφος εἶχεν, αὐτὴν δὲ οὐχ εὗρε, πλήν γε δὴ καλῶς εὗρεν ἐπʼ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι, καὶ τὴν θέαν οὐκ ἤνεγκεν, ὥσπερ τινὸς ἐν μύθῳ Γοργόνος, ἀλλʼ ἐκπλαγεὶς ἔδεισεν οὐ μόνον περὶ τῶν λοιπῶν,

ἀλλὰ καὶ περὶ τοῦ σώματος, πάντα τὸν ἔμπροσθεν χρόνον ἀήθης ὢν τούτου καὶ τῷ φοβεῖν συνεζηκώς. ὅπερ δὲ καὶ πρὶν ἅπτεσθαι τῶν λόγων τούτων προειρήκειν, ὅτι ἄμφω τὼ γένη τῆς πόλεως ἡττᾶτο λαμπρῶς, τό τε Ἑλληνικὸν καὶ τὸ βαρβαρικὸν, τὸ μὲν ἁπάντων ἀποτυχὸν, τὸ δὲ οὐδʼ ἐγγὺς γενόμενον, καὶ πάλιν ὃ μικρῷ πρόσθεν ἔφην, ὅτι μᾶλλον αἰσχυνομένη συνῆγε τοὺς Ἕλληνας ἢ δεομένη, νῦν τοῦτο ἄξιον εἰπεῖν καὶ πάρεστι διὰ τῶν πραγμάτων καταμαθεῖν. φανεῖται γὰρ πανταχῆ σκοπουμένῳ τοσοῦτον ὑπερβαλλομένη ὥστε μὴ πρώτη τῶν Ἑλληνίδων μηδὲ μάλιστα αἰτία τῆς ἐλευθερίας μᾶλλον ἢ μόνη δικαίως ἂν ἀκοῦσαι πάντα κατειργασμένη. πρῶτον μὲν γὰρ ἐκεῖνο πάντες ἂν συμφαῖεν ὅτι τοῖς τοσοῦτον λειπομένοις καὶ ναυσὶ καὶ ὅπλοις καὶ σώμασι καὶ χρήμασι καὶ πάσῃ τῇ τοῦ πολέμου παρασκευῇ ἓν μόνον ἀντίρροπον κατελείπετο καὶ ὡς ἀληθῶς Ἑλληνικὸν, τὸ βουλεύεσθαι καλῶς, ἢ χρῆναι ἀτίμως συμπατηθῆναι, καθάπερ τὰ μικρὸν τῆς γῆς ὑπερέχοντα. μὴ γὰρ ὅτι εἰς ἀντιπάλων μέρος ἐξήρκουν, ἀλλʼ ἐν προσθήκῃ τῷ βασιλεῖ γενομένων οὐκ ἂν ἦν τὸ ἐπίδηλον. τούτου δʼ οὕτω κειμένου καὶ πάντων ἂν ταύτῃ [κατὰ ταὐτὸ ψηφιζομένων ἢ] θεμένων καὶ σοφῶν καὶ πολλῶν οὐκ ἔστιν ἀντειπεῖν ὡς οὐχ ἥδʼ ἐστὶν ἡ παρασχομένη τὸν βουλευσάμενον καὶ περὶ αὐτῶν καὶ περὶ τῶν ἄλλων ἃ σώσειν ἔμελλεν.

ὃ δὲ τούτου τʼ ἐξήρτηται καὶ καθʼ αὑτὸ διαρκῆ τὴν ἐπίδειξιν ἔχει πάλιν σκεψώμεθα. οὐδεὶς γὰρ οὕτω σκαιός ἐστιν οὐδὲ τἀναντία τοῖς φανεροῖς φρονῶν ὅστις οὐ συμφήσει ὡς εἰς τὰς ναῦς ἧκε τότε τοῖς Ἕλλησι τὰ πράγματα, οὐδʼ ὡς τοῦτο ἄριστον ἦν τῆς γνώμης· οἱ μὲν γὰρ εἰς Πύλας ἐξελθόντες καὶ τάξαντες ἑαυτοὺς ἐπὶ τὰς παρόδους οἱ μὲν ὥσπερ νεφέλην προσιοῦσαν οὐκ ἤνεγκαν, ἀλλʼ αἰσχρῶς τὴν ἐπίνοιαν διέφθειραν, δραπετεύειν ἀναγκασθέντες καὶ σώζειν ἑαυτοὺς χωρὶς ἕκαστοι μελλόντων ἔτι τῶν δεινῶν· οὕτως ἀνομοίως τὴν Μαραθῶνι μάχην ἐμιμήσαντο· οἱ δὲ ὑπολειφθέντες οὐκ ἠδυνήθησαν ταυτὸν τοῖς Μαραθῶνι διαπράξασθαι, ἀλλʼ εὐθύς τʼ ἔμειναν ὡς πεισόμενοι μᾶλλον ἢ δράσοντες καὶ καταχωσθέντες ἀπώλοντο, ἑνὶ τούτῳ κοσμήσαντες τὴν Ἑλλάδα, τῷ καλῶς ἀποθανεῖν, καὶ τοσοῦτον ἐπιδειξάμενοι μόνον· οἱ δʼ ὥσπερ χειμάρρους ἐχώρουν διὰ πάντων ἤδη

δεχομένων. καίτοι τοῦτο δυοῖν ἐστι σημεῖον, τοῦ μήτʼ ἐν τῇ γῇ φανῆναί τινας τῶν Ἑλλήνων ὁμοίους τῇ πόλει καὶ οἷς ἐκεῖνοι πρότερον κατέπραξαν, μᾶλλον δὲ τοῦ μηδὲ σύμπαντας ὁμοίους καὶ τοῦ τὰ ἐν τῇ θαλάττῃ μόνα τότε τοῖς Ἕλλησι λειφθῆναι· οὕτω δʼ αὖ τούτου σαφοῦς ὄντος καὶ διπλῆν γενέσθαι τὴν γνώμην οὐδενὶ λείποντος τοσοῦτον διήνεγκεν ἡ πόλις ἐν τούτοις ὥστε κἂν αἰσχυνθῆναί τινα ὑπὲρ τῆς λοιπῆς Ἑλλάδος. πρῶτον μέν γε τῷ πλήθει τῶν τριήρων οὕτω λαμπρῶς ὑπερῆρεν ὥστε, εἴ τις χωρὶς ἀφέλοι τὸ τῆς πόλεως ἀξίωμα καὶ τὴν δύναμιν πρός γε τὸν συλλεχθέντα τοῦ ναυτικοῦ ἀριθμὸν, ἐξεῖναι τὰς μὲν τῆς πόλεως ναῦς νομίσαι τὰς ἁπάντων εἶναι, τὰς δὲ κοινὰς ἁπάντων μιᾶς τινος τῶν ἐν τοῖς Ἕλλησι πόλεως. ὥστʼ εἴ τις θεῶν ἤρετο τοὺς Ἕλληνας τότʼ εἰ μὴ δέοι πάσας ἀγωνίσασθαι μηδʼ ἐξείη, πότερον τὰς ἁπάντων τῶν ἄλλων παρούσας δέξαιντο ἂν μᾶλλον ἢ τὰς Ἀθήνηθεν μόνας, οὐχ αἵρεσιν εἶναι πάντες ἂν εἶπον, ἀλλʼ

Ἀθηναίους ὑπὲρ σφῶν ἀγωνίζεσθαι λείπεσθαι. κἂν εἰ πάλιν αὐτὸς ὁ θεὸς αὐτοὺς ἐπανήρετο, οὐκοῦν ὁμολογεῖτʼ Ἀθηναίοις γε θαρρεῖν ὑπὲρ αὑτῶν μᾶλλον ἢ ὑμῖν αὐτοῖς, ἄρνησις οὐκ ἦν δήπουθεν. οὐ γὰρ μέρος εἰς τὸ κοινὸν εἰσήνεγκαν, ἀλλʼ ἡ παρὰ πάντων συντέλεια μέρος τῶν ἰδίων τῆς πόλεως ἐγένετο. ἀλλὰ μὴν τήν γε εὐψυχίαν καὶ τόλμαν τοσαύτην συνεισήνεγκαν ὥστε μικρὸν εἶναι τὸ ταῖς ναυσὶ τοσοῦτον ὑπερέχειν. μόνοι μὲν γὰρ ἁπάντων

ἀνθρώπων ὑπέμειναν τὴν ἑαυτῶν ἐκλιπεῖν ὑπὲρ τοῦ μὴ τὴν τῶν ἄλλων ἁπάντων ἀνάστατον γενομένην ἐπιδεῖν, μόνοι δὲ οὐχ ὑπὸ πολεμίων τοῦτο παθόντες, ὑπὸ σφῶν αὐτῶν ἐξῳκίσθησαν ὑπὲρ νίκης, οὐ κατὰ συμφορὰν ὑφʼ ἑτέρων, ἀλλʼ ἃ τοῖς ἄλλοις πέρας εἶναι δοκεῖ τῶν ἐν τοῖς πολέμοις ἀτυχημάτων, ταῦτʼ εἰς ἀρετὴν ἔτρεψαν καὶ παρείλοντο Ξέρξην τὰς ἐλπίδας τὸ καθʼ αὑτοὺς, ἐνδειξάμενοι τοῦθʼ, ὅτι κἂν μυριάκις κατάσχῃ τὴν χώραν, κἂν τὰς ἑστίας διερευνήσηται, κἂν ἐκ βάθρων ἅπαντα ἀνασπάσῃ, οὐδὲν μᾶλλον τὸ τῶν Ἀθηναίων ἀξίωμα καθαιρήσει οὐδὲ ἀφαιρήσεται σφᾶς τό γʼ Ἀθηναίους εἶναι, ἀλλʼ ἀπέραντα πονεῖ καὶ τοῖς ἐν Ἅιδου καταδίκοις προσόμοια. καίτοι τίς προθυμία λαμπροτέρα, τίς εὐψυχία φανερωτέρα τίνων Ἑλλήνων ἢ καθάπαξ εἰπεῖν ἀνθρώπων ἐξετάζοντι φανήσεται; οἳ τῆς γῆς ἐξέστησαν ὑπὲρ τοῦ μήτʼ ἐν γῇ μήτʼ ἐν θαλάττῃ δουλεῦσαι, τὸ μὲν τηρεῖν τὰ ὑπάρχοντα δουλείας ἀρχὴν νομίσαντες εἶναι, τὴν δὲ τῶν ὄντων στέρησιν ἀφορμὴν τῶν μελλόντων ἀγαθῶν ποιησάμενοι, καὶ τοὺς ἔχοντας τὰ ἑαυτῶν ἔσωζον ἀφʼ ὧν αὐτοὶ προεῖντο τὴν αὑτῶν. ἡ μὲν δὴ πρὸ τῶν κινδύνων τε καὶ πρὸς τοὺς κινδύνους προθυμία τοσαύτη καὶ οὕτως ἄλογος ὡς εἰπεῖν, ἢ τό γε ἀληθέστερον εἰπεῖν, οὕτως εὔλογος· ἡ δὲ παρʼ αὐτὸν τὸν ἀγῶνα καὶ κίνδυνον οὕτω περιφανὴς ὥστε μόνους ἔξεστιν εἰπεῖν ἐπὶ σφῶν αὐτῶν νικῆσαι· πρῶτοι γὰρ ἐποίησαν τὴν τροπήν.

βούλομαι δὲ ἐπαναχωρήσας ἔτι μικρὰ πρὸ τῆς ναυμαχίας προειπεῖν. οἱ μὲν γὰρ ἄλλοι πάντες τὸ τῶν νεῶν πλῆθος καὶ τὴν προθυμίαν τῆς πόλεως καὶ τὰς πράξεις ἐγκωμιάζουσιν, ἐγὼ δὲ, εἰ καὶ παράδοξον εἰπεῖν, ἕν τι φημὶ πάντας αὐτοὺς παραλιπεῖν, οὐδενὸς ἧττον τούτων ἄξιον ἰδεῖν καὶ θαυμάσαι, ὃ νῦν αὐτὸς εἰς μέσον

θήσω, τἀληθὲς οὐκ αἰσχυνθείς· ὡς ὅστις αἰσχύνῃ τοῦτο παρέρχεται καὶ διʼ εὔνοιαν τὴν πρὸς τὴν πόλιν παραπλήσιον ποιεῖ ὥσπερ ἂν εἰ τὴν ναυμαχίαν παρέρχοιτο διʼ εὔνοιαν τὴν πρὸς τὴν πόλιν. ἀμφοτέρας γὰρ τὰς νίκας ἀνείλοντο σαφέστατα ἀνθρώπων οἱ τότε, πάλαι τε δὴ τὰς Ἀθήνας οἰκοῦντες καὶ ἔτι κάλλιον κομισάμενοι· τοὺς μὲν γὰρ ἐχθροὺς τοῖς ὅπλοις, τῇ δʼ ἐπιεικείᾳ τοὺς φίλους ἐνίκησαν. τὸ γὰρ τοσαύτην μὲν προθυμίαν παρεχομένους ὑπὲρ τῆς ἁπάντων σωτηρίας, τοσαύτην δὲ εἰσφορὰν εἰσενεγκόντας τῇ κοινῇ χρείᾳ, πάντα δὲ αὐτοὺς ὄντας, καὶ τῶν μὲν πραγμάτων εἰς τὴν θάλατταν καὶ τὰς ναῦς, τῶν δʼ ἐν ταῖς ναυσὶν εἰς τὴν πόλιν ἀνακειμένων, τῶν δʼ ἄλλων, ὥσπερ χειμῶνος ὥρᾳ, καταφευγόντων πρὸς τὴν ἐκείνων δύναμιν καὶ ἐπὶ τῆς ἐκείνων ἀρετῆς τε καὶ τύχης ὁρμούντων, καὶ μηδʼ ἂν αὐτῶν, ὅπερ εἶπον, ἐξάρνων γιγνομένων ὡς οὐχ οὕτως ταῦτʼ ἔχει, τοσοῦτον πραότητος καὶ μεγαλοψυχίας προσθεῖναι ὥσθʼ ἑτέροις ἡγεῖσθαι συγχωρῆσαι τὴν ἐπὶ σχήματος ἡγεμονίαν, καὶ μὴ φιλονεικῆσαι, μηδὲ ἃ κἂν οἱ νωθρότατοι τὴν φύσιν εἶπον, κἂν ὑπὲρ αὐτῶν ἕτεροι μηδὲν μήτε φθέγξασθαι μήτε μελλῆσαι μήθʼ ὅλως φωνὴν ἔχουσιν ἐοικότας ὀφθῆναι τούτων ἕνεκα, πῶς οὐ
πᾶσαν ἤδη σοφίαν παρʼ ἐκείνοις οὖσαν ὡς ἀληθῶς ἀποφαίνει καὶ πάντων ἄνδρας ἀρίστους ἐκείνους καὶ κατὰ ἔθνη καὶ καθʼ ἕνα καὶ ὁπωσοῦν ἐξετάζοντι; εἰ γὰρ τότʼ ἐκεῖνοι δυσχεράναντες τὴν τοιαύτην ἀγνωμοσύνην ἐκποδὼν ἔστησαν, ἢ πρὸς φιλονεικίαν ἐχώρησαν, τίς μηχανὴ σωτηρίας, ἢ ποῖον ὄναρ χρηστὸν κατελείπετο τοῖς ἄλλοις, ἢ