Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
Σαλαμῖνος νῆσον, ὅπως ἀκριβέστερον ἢ δικτύῳ συγκλείοιντο οἱ Ἕλληνες. δοκεῖ γὰρ εἶναι μεγάλη συμφορὰ καὶ παρὰ τὸν νόμον τὸν Μηδικὸν, εἴ τις τῶν ἀνταίρειν τῷ βασιλεῖ τολμησάντων διαφεύξεται. κατὰ οὖν τοὺς ἐκπίπτοντας ἐκ τῆς ναυμαχίας ἐτάχθη τὰ κύρια τῆς στρατιᾶς, ἄνδρες Περσῶν οἱ πρῶτοι, καὶ κατέσχον τὴν νῆσον ἐφεστηκότες ὡς ἐφʼ ἑτοίμοις. ὡς δὲ τῶν πρώτων ἀπέτυχον καὶ μετὰ τῶν Ἑλλήνων ἦν ἡ τύχη καὶ περιέστραπτο ἡ πεῖρα, ἀνὴρ Ἀθηναίων εἷς ἐθελοντὴς τὸν κίνδυνον ὑφίστατο καὶ λαβὼν τοὺς ὄντας αὐτῶν ἐν Σαλαμῖνι τοὺς
πρεσβύτας ἀποβιβάσας εἰς τὴν νῆσον κτείνει πᾶν τοῦτο τὸ Περσικόν. Ξέρξης δὲ καθῆστο μὲν ἐπὶ τῆς ἠπείρου κεκοσμημένος, ὥσπερ ἄλλον τινὰ ἀγῶνα ποιῶν, ἤ τις τῶν ἐξ οὐρανοῦ κριτὴς τῶν γιγνομένων, οἰόμενος τοῖς ἑαυτοῦ τὸν παρʼ αὑτοῦ φόβον ἀρκέσειν. καὶ τοσοῦτον ἦν ἄρα τὸ ἔργον αὐτῷ ὅσον τοῖς μὲν ὀργισθῆναι, τοὺς δὲ τιμῆσαι τῶν στρατιωτῶν. ὡς δʼ ἑώρα τὴν θάλατταν αἵματι καὶ ῥοθίῳ ζέουσαν καὶ πάντα νεκρῶν καὶ ναυαγίων μεστὰ καὶ κυριωτέρους ἑτέρους φοβεῖν καὶ τοὺς ἐκείνου καὶ αὐτὸν, ἐκπλαγεὶς καὶ νομίσας θαυματοποιὸν εἶναι τὴν πόλιν παλινῳδίαν ᾖδε, καὶ μεταστρέψας ᾔει τὴν αὐτὴν, οὐ μετὰ τοῦ αὐτοῦ σχήματος, ἓν ἤδη τοῦτʼ ἀγώνισμα ποιούμενος τὴν σχεδίαν καταλαβεῖν.οὕτω διὰ πάντων ἡ πόλις πᾶν ἔσωσε τὸ Ἑλληνικὸν, καὶ τοῖς πᾶσιν ἐδείχθη μόνον φυλακτήριον οὖσα τοῖς Ἕλλησιν, οἶμαι δὲ καὶ τῷ λοιπῷ μέρει τῆς οἰκουμένης. τίσι δὲ λέγω τοῖς πᾶσιν; οἷς ἐνίκα πρότερον μόνη Μαραθῶνι, οἷς ὕστερον τοσοῦτον παρῆλθε τοὺς συστάντας, οἷς αὐτὴ κεφάλαιον τοῦ πολέμου τοῖς στόλοις ἀμφοτέροις ἦν, τοῖς ἐν Πύλαις ἀτυχοῦσιν ἄνευ τῆς πόλεως, τοῖς ἐπʼ Ἀρτεμισίῳ νικῶσι διὰ τῆς πόλεως, ταῖς τοῦ θεοῦ
μαντείαις, ὧν αἱ μὲν τῆς Ἀθηνᾶς εἶναι τὴν δωρεὰν, αἱ δὲ ἀπολέσθαι τοὺς Ἕλληνας ἔφραζον, εἰ συσταῖεν Ἀθηναῖοιμετὰ τῶν βαρβάρων. ὥστε καὶ ἐξ ὧν οὐκ ἔπαθον οἱ Ἕλληνες καὶ ἐξ ὧν ἔμελλον πείσεσθαι καὶ οἷς ἐποίησεν ἡ πόλις καὶ οἷς οὐκ ἐποίησε μόνη φέρεται τὴν τοῦ παντὸς κρίσιν· ἔτι πρὸς τούτοις τῇ τοῦ στρατηγοῦ συντελείᾳ, τῷ πλήθει τῶν τριήρων, τῷ κατάρξαι τῶν ναυμαχιῶν, τῷ τοὺς τόπους εὑρεῖν, τῷ τοὺς Ἕλληνας κατασχεῖν, τῷ πρώτην νικῆσαι καὶ τὴν μεγίστην τοῦ ναυτικοῦ μοῖραν, τῷ πλεῖστον διαφθεῖραι, τοῖς ἀπʼ Ἐλευσῖνος φάσμασι, τοῖς ἐν Ψυτταλίᾳ περιττοῖς, τῇ παρὰ τῶν ἐχθρῶν· οἱ μὲν γὰρ τὰ ἀριστεῖα ἔδοσαν τῇ πόλει καὶ ταῦτα ἡγεῖσθαι ἐφʼ ὧν ἦν, ὁ δὲ ἐκείνων βασιλεὺς φεύγων ᾤχετο· ὥστε καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων καὶ φίλων καὶ πολεμίων τῇ πόλει δεδόσθαι τὰς ψήφους. καὶ ταύτῃ αὖ διχόθεν ταῦτα
συμβαίνει, τὰ μὲν ἐξ ὧν κοινῇ προὐκρίθη καὶ κατέπραξε, τὰ δʼ ἐξ ὧν διὰ τοῦ στρατηγοῦ. καὶ τὰ μὲν αὖ τοῦ βασιλέως οὕτως εἶχε· Μαρδόνιος δὲ ὑπελείπετο μὲν θανατῶν, συνειδὼς ἑαυτῷ μέρος τι τῆς στρατείας αἴτιος γεγονὼς, τῆς δʼ αὐτῆς μονῆς καὶ τύχης ἔγνω τι καὶ τολμήσας καὶ λαβὼν παρὰ τοῦ βασιλέως τὰ κράτιστα τοῦ πεζοῦ προσεκάθητο. οὐ μὴν οὐδὲ πρὸς ταῦτα ἑτέρων ἐδέησε τοῖς Ἕλλησιν, ἀλλʼ ὥσπερ ἄλλο τι λοιπὸν καὶ τοῦτο προσεξειργάσατο ἡ πόλις καὶ διεξῆλθε μέχρι τῆς τελευτῆς, ὥσπερ οἱ τοὺς στεφάνους συνειρόντες. οἱ μὲν οὖν ἄλλοι τῇ μετουσίᾳ τῆς μάχης σεμνύνονται, ὅσοι δὴ καὶ παρεγένοντο, καὶ ταῦτα οὐδένες αὐτῶν ἐγγὺς τῆς πόλεως οὔτε πλήθει στρατοπέδου οὔτε προθυμίᾳ γενόμενοι, ἡ δὲ ὑμετέρα πόλις πολλῷ πρότερον τῆς μάχης ἐνίκησεν αὖθις καὶ Μαρδόνιον καὶ βασιλέα ὡς ἀληθῶς ἰδίαν νίκην ἑαυτῆς καὶ μόνοις τοῖς Ἀθηναίοις προσήκουσαν. ὡς γὰρ πρὸς αὐτὴν ἑώρα πᾶν τὸ Ἑλληνικὸν καὶ παρʼ ἀμφοτέρων ἔγνωστο καλῶς οὗ τῶν πραγμάτων ἐστὶ τὰ κύρια, καὶ παρὰ τῶν Ἑλλήνων λέγω καὶ παρὰ τῶν βαρβάρων, ἐνθύμιον βασιλεῖ καὶ Μαρδονίῳ γίγνεται· ὃ καὶ φρόνιμον καὶ εὔηθες ἔξεστιπροσεπεῖν. ἦν μέν γε τὸ πάντων κράτιστον περιφανῶς, εἰ προὐχώρησε. τοῦτο δὲ ἦν παντὸς μᾶλλον ἀδύνατον. τί δὲ τοῦτο ἦν; ἐσκέψαντο μεταστῆσαι πρὸς αὑτοὺς τὴν πόλιν καὶ ψιλῶσαι τὸ Ἑλληνικὸν αὐτῆς, οὐ μόνον τὰ παρελθόντα συνειδότες, ἀλλὰ καὶ τὰ παρόντα ὁρῶντες ὡς διʼ ἐκείνων ἤγετο· πρὸς δὲ τούτοις καὶ τῶν ἐκ Δελφῶν λογίων, ὡς λέγεται, διαρρήδην μαρτυρούντων, εἰ γένοιντο Ἀθηναῖοι μετὰ τούτων, οἰχήσεσθαι τοῖς Ἕλλησι τὰ πράγματα. ἐδόκει δὴ τῷ βασιλεῖ καὶ τὸν φόβον ὠνουμένῳ καὶ τὸ κέρδος ἐνθυμουμένῳ πειρᾶσθαι τῆς πόλεως· καὶ πέμπει δὴ κήρυκας τἀναντία τοῖς πρόσθεν λέγοντας. ἀντὶ γὰρ ὧν ᾔτει πρότερον γῆς καὶ ὕδατος, ταῦτα ἐδίδου τότε, οὐκ ἀπὸ ἴσου τοῦ μέτρου, ἀλλὰ τοῦτο μὲν τὴν πόλιν καὶ τὴν χώραν αὐτοῖς ἀπεδίδου πᾶσαν, τοῦτο δὲ τὴν λοιπὴν Ἑλλάδα δωρεὰν προσετίθει. χωρὶς δὲ τούτων ἐπῆν χρήματα ὑπὲρ πάνθʼ ὅσʼ ἐν Ἕλλησι καὶ φίλους καὶ συμμάχους εἶναι βεβαίως· ἐξ ὧν ὅτι καὶ μόνους ἐδεδίει καὶ μόνοις ἐθάρρει μᾶλλον ἢ πᾶσιν οἷς εἶχεν, εἰ πείσειεν, ἐμαρτύρει. καὶ τὸ μὲν κεφάλαιον τῆς πρεσβείας τοιοῦτον ἦν. ἐκηρύκευε δὲ Ἀλέξανδρος βασιλεὺς Μακεδονίας. οἱ δὲ τοσοῦτον ἀπέσχον τοῦ θαυμάσαι τὰς ἐπαγγελίας, ἢ καὶ σύμπαντα ἃ κέκτηται διδόντα ἄξια σφῶν εἶναι νομίσαι, ὥστε ἔσωσε τὸν πρεσβευτὴν τὸ σχῆμα τῆς προξενίας. οὐ μὴν οὐδὲ
οὕτως ἀδεᾶ καθάπαξ ἀπέστειλαν, ἀλλʼ εἰ μὴ πρὸ ἡλίου δύνοντος ἐκτὸς ὅρων εἴη, καὶ τοῦ λοιποῦ προειπόντες ἄλλο τι τοῖς Ἀθηναίοις μᾶλλον προξενεῖν, ὡς οὐκ ἄνευ θανάτου τοιαῦτα πρεσβεύσοντα· καὶ ἅμα ἀγωγοὶ διὰ τῆς χώρας αὐτὸν ἦγον, ὅπως μήτε τις ἅψηται μήτε τῳ διαλέξηται. ταύτην ἐγὼ τὴν ἀπόκρισιν τῆς ἐν Σαλαμῖνι ναυμαχίας καὶ τῶν τροπαίων οὐχ ἧττον ἀξίαν ἡγοῦμαι θαυμάσαι οὐδὲ ἐλάττω φιλοτιμίαν παρέχειν οὔτε τοῖς δοῦσιν οὔτε τῷπείσαντι. εἰς μὲν γὰρ ἐκεῖνα ὅπλοις καὶ τριήρεσι καὶ ὀργάνοις ἔδει προσχρήσασθαι, ἐνταῦθα δὲ τοῖς σφετέροις αὐτῶν καθαρῶς ἐχρήσαντο, γνώμῃ καὶ λόγῳ.
τίνες οὖν ἀρετῆς ἀγωνισταὶ καλλίους, ἢ τίνες τῶν πώποτε διαρκέστερον τὴν ἐπίδειξιν αὐτῆς ἐποιήσαντο; οἳ καὶ χρυσῷ καὶ ἀργύρῳ καὶ σιδήρῳ καὶ τοῖς πᾶσιν ἀήττητοι διεγένοντο καὶ πάντα ἀπέφηναν ὁμοίως ἄχρηστα τῷ βασιλεῖ ὥσπερ ἂν εἰ ἐκρύπτετο ὑπὸ γῆς ἔτι, πενίαν μὲν ἀντὶ πλούτου τιμήσαντες, κινδύνους δʼ ἀντʼ ἀσφαλείας ἑλόμενοι, δικαιοσύνην δʼ ἀντὶ τῆς βασιλέως τοσαύτης φιλανθρωπίας. καὶ οὐ πρὸς μὲν τὰς βαρβαρικὰς ὑποσχέσεις οὕτως ἐχθρῶς καὶ παρατεταγμένως εἶχον, πρὸς δὲ τὰς Ἑλληνικὰς, εἰ προσείη σχῆμα χρείας, ὑποπεπτωκότως, ἢ
ὡς ἐπὶ πλεῖον ἀκοῦσαι λόγου. ἀλλὰ ἐλθόντων Λακεδαιμονίων περιφόβων καὶ δεομένων ἐναντία τῇ τοῦ βασιλέως πρεσβείᾳ καὶ τοὺς παῖδας καὶ πρεσβύτας καὶ γυναῖκας αὐτοῖς θρέψειν ὑπισχνουμένων, ἕως ἂν ὁ πόλεμος ᾖ, συνέγνωσαν μᾶλλον ἢ ἀπεδέξαντο, τῷ μὲν φόβῳ χρηστοὺς νομίζοντες, οἷς δʼ ἐπηγγέλλοντο ἀπείρους ἔτι τῶν Ἀθηναίων· καὶ τὴν μεγαλοψυχίαν οὐχ ἧττον ἔδειξαν τῷ τὴν ὀργὴν κατασχεῖν ἢ τῷ τὰς ἐπαγγελίας διώσασθαι· εὖ γὰρ ποιεῖν, οὐκ εὖ πάσχειν πεφυκότες ᾔδεσαν καὶ μισθὸν ὀφείλειν αὐτοὺς τοῖς εὖ ποιοῦσι τὸ Ἑλληνικὸν, ἀλλʼ οὐχ αὑτοὺς δεῖν παρʼ ἑτέρων μισθὸν τῆς ἀρετῆς λαμβάνειν, οὐδʼ ἐπὶ κέρδει φιλεῖν τοὺς δόντας αὑτοὺς, οὐδέν γε μᾶλλον ἢ τοὺς παῖδας καὶ γονέας ἐπὶ κέρδει φιλεῖν, ἀλλὰ καὶ μετὰ τῶν ἀναλωμάτων σώζειν, ὥσπερ εἰκὸς τοὺς ὡς ὑπὲρ οἰκείων ταῖς γνώμαις διακειμένους. καὶ τοῦτο μὲν τοσοῦτον καὶ τηλικοῦτον ἔργον εἰς ἀρετῆς λόγον ἐν τοῖς τοῦ πολέμου καιροῖς ἐξέλαμψε, μέσον τῆς ἐν Σαλαμῖνι ναυμαχίας καὶ τῆς Πλαταιᾶσι μάχης. ἔδειξαν δʼ αὖ κἀκ τούτων χωρὶς ὧν καὶ πρόσθεν διεξῄειν καὶ βασιλεὺς καὶ οἱ Ἕλληνες ἐξ ἁπάντων τοῖς Ἀθηναίοις τιθέμενοι ὁ μὲν διὰ Μαρδονίου καλῶν ἐπὶ τούτοις, οἱ δὲ μὴ ποιεῖν ταῦτα διὰΛακεδαιμονίων δεόμενοι· τὸ γὰρ ἀνθέλκειν καὶ καλεῖν ὡς αὑτοὺς ἑκατέρους ψῆφος ἦν φανερὰ καὶ πίστις ἐναργὴς παρʼ ἀμφοῖν ὅτι καὶ σφῶν αὐτῶν καὶ τῶν ἐναντίων συνίσασι κρείττους ὄντας οὐ μικρῷ τινι. οὕτω δʼ ἐλπίσαντες ἐξ ἀρχῆς ἔτι μᾶλλον θαυμάσαντες ἀπῆλθον· τῶν μὲν γὰρ οὐκ ἠνέσχοντο, τοὺς δὲ ἀπὸ πολλοῦ τοῦ κρείττονος προσεδέξαντο. ὥστε καὶ τὸ εἰκὸς προσγενέσθαι, τὸ καὶ αὐτοὺς ὑπὲρ σφῶν αὐτῶν τὴν ἀξίαν προσθέσθαι ψῆφον καὶ τρεῖς εἶναι τοὺς μάρτυρας ἑξῆς, τοὺς πολεμίους, τοὺς συμμάχους, αὐτοὺς ἑαυτοῖς ἔργῳ διὰ πάντων ὁμοίους γεγενημένους. συναγαγόντες δὲ τοὺς Ἕλληνας ἤδη μᾶλλον αὐτοῖς ἀκολουθεῖν δυναμένους Πλαταιᾶσι γίγνονται. καὶ τὸ μὲν ἀξίωμα τῶν στρατοπέδων, ἢ τὴν παράταξιν τῶν βαρβάρων, ὡς ἐτάχθη διὰ τῆς Βοιωτίας, ἢ τὰ πρὸ τῆς μάχης διηγεῖσθαι διατριβή ἐστι τῆς σπουδῆς οὐκ ἐφικνουμένη.
μαρτυρία δʼ αὖθις γίγνεται τῇ πόλει θαυμαστὴ παρʼ ἀμφοτέρων ἐπὶ τῆς μάχης. Λακεδαιμόνιοι μὲν γὰρ Ἀθηναίοις ἐξέστησαν τῆς ἐπὶ Πέρσας τάξεως, ὥσπερ ἀνάγκῃ τινὶ καὶ φύσει συγκεκληρωμένον Πέρσας Ἀθηναίων ἡττᾶσθαι. αὖθις δὲ ἀνθυπῆγε Μαρδόνιος τοὺς Λακεδαιμονίους ἀνθαιρούμενος, ἡγούμενος λυσιτελεῖν αὑτῷ Λακεδαιμονίους καλῶς ἀποθνήσκοντας μᾶλλον ἢ Ἀθηναίους καλῶς νικῶντας. ταῦτα γὰρ ἐκ τῶν πρὸς αὐτοὺς παραδειγμάτων εὕρισκεν. ὥσπερ οὖν οἱ πύκται περὶ τῆς στάσεως πρῶτον ἠγωνίσαντο, οἱ δὲ ἐδέχοντο μὲν Πέρσας, ἐδέχοντο δὲ πάντας ἀνθρώπους, ὑπῆρχον δὲ εἰς ἅπαντα νικῶντες, τοὺς μὲν βαρβάρους ἀρετῇ, τοὺς δʼ Ἕλληνας ἀρετῇ τε καὶ πλήθει. καὶ τήν τε μάχην κρίνουσι διὰ πάντων ἐξελθόντες καὶ τοὺς ἡγουμένους τῆς ἵππου διαφθείραντες. καὶ δεῆσαν τειχομαχίας, ὅσον αἰσχυνθείη τις ἂν εἰπεῖν οἱ ἄλλοι πρὸς αὐτοὺς ἦσαν, ἕως τῶν βαρβάρων οἱ μὲν οὐχ ὁμοίως καὶ πρόσθεν κατεῖχον τὴν Βοιωτίαν κείμενοι,οἱ δʼ ὥσπερ ἐκ ναυαγίας ἄοπλοι καὶ ἀσύντακτοι νύκτα ἡμέρας τιμιωτέραν ἄγοντες, ἐκ πολλῶν ὀλίγοι καὶ πολλοὶ κατʼ ὀλίγους ἐξεχώρησαν, πολλὰ τῆς ὑπερηφάνου στρατιᾶς καὶ τῶν Ἀθηναίων μεμνημένοι. τούτων δʼ οὕτω καταστάντων οἱ μὲν ἄλλοι πάντες Ἕλληνες ἀσμένως ἀναπεπνεύκεσαν, οὐχ ὅσον ἂν καὶ προσεδόκησαν διαπεφευγότες χειμῶνα, καὶ τὴν πόλιν ἐστεφάνουν, ἐθαύμαζον, πᾶν ὅ τι εἴποιεν αὐτὴν μικρὸν ἡγοῦντο. οὕτω πολλοῦ τινος αὐτοῖς ἔδει ποιῆσαι ὅ τί γε δοκεῖν ἔχειν ἄξιον αὐτῆς· ἡ δὲ
ἐνταῦθα δὴ καὶ μάλιστα τὴν περιουσίαν τῆς ἀρετῆς ἐπεδείξατο. τοσοῦτον γὰρ ἐπεξῆλθεν ἐν τοῖς πράγμασιν ὥστʼ ἔτι μᾶλλον ἔξω δεῖξαι τοῖς βαρβάροις τίνες ἦσαν οἱ καὶ τὰ ἐν τῇ Ἑλλάδι ταῦτα δράσαντες αὐτοὺς καὶ τίνας φεύγειν κρίναντες ἀγαπητὸν ἀπῆλθον.ὁρῶ μὲν οὖν καὶ τὸν λόγον ἐκτεινόμενον καὶ ἐπὶ τοιούτοις τοῖς προειρημένοις οὐ ῥᾴδιον ὂν πρὸς ἡδονὴν οὔτε αὐτὸν ἔτι εἰπεῖν οὔτε τυχεῖν ἀκουόντων, ὥσπερ μετʼ ἀγωνιστὴν εὐδοκιμηκότα εἰσιόντα ἕτερον. οὐ μὴν ψυχαγωγίας χάριν μᾶλλον ὑπέστην τοὺς λόγους ἢ τοῦ δεῖξαι μετʼ ἀληθείας τὴν τῆς πόλεως ἀξίαν· ὥστʼ ἀδικήσω καθυφεὶς μᾶλλον ἢ διοχλήσω λέγων. ἔπειτα ἐνθυμητέον καὶ ἀπʼ αὐτοῦ τοῦ συμβόλου τῶν λόγων ὅτι οὐδὲ τὴν τῶν
Παναθηναίων αὐτῶν ἑορτὴν ἡμῖν ἡμέρας μιᾶς ἀνάγκη μετρεῖν, ἀλλʼ, εἴ γε καὶ τοῦτο δεῖ προσθεῖναι, καὶ τὸ πλῆθος τῶν ἡμερῶν κόσμου χάριν καὶ σεμνότητος ἀνεῖται· ὥστε οὐδὲ τὸ τῶν λόγων πλῆθος ἄκαιρον ἐν τοιούτῳ τῶν ἔργων καιρῷ. σύνισμεν δὲ δή που καὶ τὸν ἀγῶνα τὸν γυμνικὸν καὶ ἔτι μᾶλλον τὸν τῆς μουσικῆς οὐκ εἰσάπαξ ὁριζόμενον, ἀλλʼ ἐφʼ ἑκάστῃ τελευτῶντα ὡς εἰπεῖν τῇ ἡμέρᾳ καὶ πάλιν ἐξ ἀρχῆς καθιστάμενον, καὶ οὐδὲ τοῖς εἴδεσι τῶν θεαμάτων ἐκπληρούμενον αὐθημερόν. ὥσθʼ ὅσα καὶ τὸν νῦν καιρὸν ἐκφεύγει τὸν ὅλον γε δή που τῆς πανηγύρεως οὐ παρελήλυθεν. ἢ κομιδῆ γʼ ἂν εἴη τῶν ἀτόπων,εἰ οἱ μὲν νομοθέται τούτου χάριν ἐξέτειναν τὰς συνόδους, καὶ νὴ Δία γε αὐτὸ τοὔνομα τῆς ἱερομηνίας παρέβησαν, πλείω τὸν χρόνον προσθέντες, ὅπως ἐπὶ πλεῖστον ἀλλήλοις ὁμιλοῖμεν, ἡμεῖς δʼ ἀντὶ τοῦ χρήσασθαι τούτῳ μεμφοίμεθα. ὥσπερ οὖν τοῖς τῶν ἄθλων γυμνασίοις οὐκ ἀχθόμεθα ἐντυγχάνοντες ἐφʼ ἡμέρᾳ, ἀλλʼ ἐν κέρδους μέρει τῆς ἀεὶ παρούσης θέας ἀπολαύομεν, οὕτω καὶ περὶ τῶν λόγων ἔχειν εἰκὸς, καὶ ταῦτά γε τῶν τῇ πανηγύρει συγκεκληρωμένων, πάντως οὐχ ἑώλοις ἀεὶ τοῖς ὑπολειφθεῖσιν ἐντεύξεσθε, οὐδʼ ἀτιμοτέροις ἐκείνων συνεῖναι.
ἀλλʼ ἵνα μὴ πλείω τῶν ἀναγκαίων παραιτούμενος αὐτῷ τούτῳ μηκύνω, πρὸς τοὺς ἐφεξῆς τῶν λόγων καὶ συνεχεῖς καὶ δὴ τρέψομαι. ἐπειδὴ γὰρ ἡ Ἑλλὰς ἑαυτῆς
ἐγένετο καὶ πάντα ἐξεκεχωρήκει, νῆες, ἵπποι, τὸ πεζὸν, ὕπαρχοι, βασιλεὺς, πρῶτον μὲν πανηγύρεις καὶ πρόσοδοι τοῖς θεοῖς ἦσαν οἵας οὔτε πρότερον οὔθʼ ὕστερον οὐδεὶς μέμνηται γεγονυίας ἐν ἐλευθέρᾳ τῇ Ἑλλάδι. οὐ γὰρ νόμος ἦν ὁ συνάγων οὐδὲ χρόνου τακτὴ περίοδος, ἀλλʼ ἐκ τῶν πραγμάτων ἦν καὶ κατʼ ἄνδρα καὶ πόλεις εὐθυμεῖσθαι καὶ στεφανηφορεῖν καὶ τοὺς θεοὺς μαρτύρεσθαι τῆς παρούσης εὐδαιμονίας. καὶ τοῦτο μὲν βωμὸς ἐλευθερίου Διὸς, αὐτῷ τε τῷ θεῷ χαριστήριον καὶ τοῖς κατορθώσασι μνημεῖον ἐπʼ αὐτοῦ τοῦ τόπου τῶν ἔργων ἐστάθη, κοινὴν ἔχον παράκλησιν τοῖς Ἕλλησιν εἴς τε ὁμόνοιαν καὶ τὸ τῶν βαρβάρων καταφρονεῖν· τοῦτο δὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἱερὸν τὸ ἐν Δελφοῖς ἐξεκοσμήθη σὺν καλοῖς καὶ πρέπουσι τοῖς ἐπιγράμμασιν, αἵ τε πόλεις οὐ τὸν ἐξ ἀρετῆς μόνον, ἀλλὰ καὶ τὸν ἐκ τῆς κατασκευῆς κόσμον προσέλαβον, καὶ ὁ τῶν βαρβάρων πλοῦτος εἰς τοὺς κρείττους ἐμερίσθη. καὶ μέντοι κἀν τούτοις αὖ πάλιν ἡ πόλις τοσοῦτον ὅσονπερ ἐν αὐταῖς ταῖς πράξεσι διενεγκοῦσα φανήσεται· τοῦτο μὲν