Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἀλλʼ ἤδη τότε ἀμυνομένη καὶ δίκην ἀξιοῦσα λαβεῖν τῶν ἐν τῇ ἠπείρῳ τῇ τῶν Ἰώνων δεδουλωμένων Ἑλλήνων, οὓς μόνη μὲν ἐδέξατο φθειρομένους κατὰ πᾶσαν τὴν Ἑλλάδα, μόνη δὲ εἰς τὸ δέον κατέστησε. καὶ πρῶτοι δὴ τῶν εἰς ἐκεῖνον τὸν χρόνον Ἑλλήνων ἀναβάντες εἰς Σάρδεις στρατιᾷ κοινῇ πορθήσαντες ᾤχοντο· τέως δὲ ἐν Βαβυλῶνος τάξει καὶ τῶν ἐν Ἰνδοῖς Ἕλληνες Σάρδεις ἐθαύμαζον·
λαβὼν δὲ ταύτην πρόφασιν Δαρεῖος ἡσυχίαν ἄγειν οὐκ ἠδύνατο, ἀλλʼ ἐξήταζε τὴν ἀρχὴν καὶ τὰς δυνάμεις συνεκρότει, καὶ πᾶν μικρὸν ἦν αὐτῷ. καὶ τὸ μὲν πρόσχημα τοῦτο ἦν ἀμύνασθαι Ἀθηναίους καὶ Ἐρετριέας· παρενθήκην γὰρ τοὺς Ἐρετριέας ἐποιήσατο, ἵνα δὴ πιστὸν ᾖ. δύο δʼ ὡς ἀληθῶς ἦν τὰ κινοῦντα, ἓν μὲν φόβος ἤδη καὶ ὑποψία τῆς πόλεως μὴ ἄρα οὐδὲν ἀποχρῆν ἀξιώσῃ· ἕτερον δʼ ἐπιθυμία καὶ πόθος αὐξῆσαι τὴν ἀρχὴν ἐνδόξῳ προσθήκῃ τῇ τοῦ Ἑλληνικοῦ καὶ τῆς γῆς μὴ διῃρημένως ἄρχειν, ἀλλὰ καὶ πάσης. τοῦτο δʼ οὐ παντάπασιν ἀνέλπιστον ἦν αὐτῷ, διὰ πλῆθος τῶν ἤδη δεδουλωμένων ἐθνῶν, ἃ καὶ ὀνομαστὶ γνωρίσαι φιλοτιμίαν εἶχε καὶ ψιλῇ πορείᾳ διελθεῖν ἐλπίδος κρεῖττον ἦν. πάντα γὰρ τότε Πέρσαις εἴπετο, ὥσπερ ἄλλως ζῆν οὐ δυνάμενα. ἔχων δʼ, ὡς εἶπον, μέσην τινὰ τοῦ τε φόβου καὶ τῆς ἐπιθυμίας ἦλθεν. αὐτὸς μὲν γὰρ ἀπέγνω μὴ διαβαίνειν, τὰ δʼ ἔθνη πέμπειν ἐπενόει.καὶ πρῶτον μὲν ἡ τῶν κηρύκων περίοδος ἡ γιγνομένη κατὰ τὴν Ἑλλάδα ὑπʼ ἐκείνου τε καὶ τοῦ μετʼ ἐκεῖνον βασιλέως περὶ τῆς γῆς καὶ τοῦ ὕδατος ἀπὸ ταύτης τῆς πόλεως ἤρχετο, καὶ πάντα πρὸς ταύτην διελέγοντο· ἔν τε ταῖς ἐπιστολαῖς ταῖς Ἑλληνικαῖς καὶ ὅσαι πυκναὶ τοῖς ὑπάρχοις ᾔεσαν οὐδὲν ἦν ὅτι μὴ Ἀθῆναι, ὡς ταυτὸν ὃν εἰπεῖν τὴν Ἀθηναίων πόλιν καὶ τὴν Ἑλλάδα, καὶ οὐκ εἰπεῖν μόνον, ἀλλὰ καὶ ἔργῳ συμβαῖνον πάσας ἔχειν τὰς πόλεις, εἴ τις κατάσχοι ταύτην. καὶ μὴν ὅσα γε αὖ
τούτοις ἔδει χρήσασθαι καὶ προβουλεῦσαι περὶ τῶν ὅλων, ἅπαντα ἡ πόλις ἐξήταζεν, ἀπʼ ἀρχῆς προτάξασα τῶν
Ἑλλήνων ἑαυτήν. καὶ διχόθεν ἤδη ἀπὸ Περσῶν καὶ Ἀθηναίων συνεκροτεῖτο ὁ πόλεμος, τοῦ μὲν ἀπειλοῦντος καὶ πειρωμένου, τῆς δʼ ἀνθεστηκυίας καὶ νικώσης εὐθὺς ταῖς ἀποκρίσεσι. καὶ παρʼ ἀμφοτέρων τούτων ἐμαρτυρεῖτο ὅτι Ἀθηναίων καὶ Περσῶν ἐστιν ὁ πόλεμος περὶ τῆς Ἑλλάδος, τῶν μὲν λαβεῖν πειρωμένων, τῶν δὲ κωλῦσαι. ἐν ἐκείνοις μέντοι τοῖς καιροῖς ἔργα λόγων ἡττήθη—λέγω δὲ τὰ τῶν ἄλλων ἔργα λόγων τῶν παρʼ ὑμῖν—καὶ ψήφισμα τροπαίου κρεῖττον εἰς μνήμην ἐνίκησεν ἅμα λόγῳ καὶ ἔργῳ νικῆσαν. εὐθὺς γὰρ ἐν χεροῖν κύριον ἦν οὐ τῇ χειροτονίᾳ μόνον, ὡς νόμος, ἀλλὰ καὶ τῷ διαφθεῖραι τοὺς ἀγγέλους. τῷ δʼ ἑρμηνεύσαντι τὰ γράμματα διαχειροτονίαν μὲν ἀπέδοσαν, ἵνʼ, ἐπειδήπερ Ἕλλην ἦν, ἔχοι πλέον τὴν τῆς κρίσεως εἰκόνα, ἀπέκτειναν δὲ καὶ τοῦτον, ὡς οὐδʼ ἄχρι φωνῆς διακονῆσαι προσῆκον τοῖς βαρβάροις. καὶ τὸ ἰσχυρὸν περιῆλθεν αὐτῷ· τὸν γὰρ τῆς πόλεως ἄποικον οὐκ ἠξίουν κατὰ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ἑρμηνέα τῷ φύσει πολεμίῳ γίγνεσθαι. καὶ οὕτω δὴ ῥίπτουσιν εἰς τὸ βάραθρον, ὥστʼ ἄλλους ἀναγγεῖλαι τῷ βασιλεῖ τὰς ἀποκρίσεις καὶ παρὰ τῶν πεμφθέντων μὴ ἐκγενέσθαι μαθεῖν. ὁ δὲ δὴ καὶ δὴ λαμπρῶς ἐκινεῖτο, καὶ τοῦτο μὲν τοῖς ὑπάρχοις ἐκέλευεν ἑτοιμάζειν αὐτόθεν τὰς πέδας ὑπερβαλὼν ἢ καθʼ ὅσους ᾤετο τοὺς Ἀθηναίους εἶναι, ἵνα μηδεὶς ἄδετος αὐτῶν διαφύγοι, καὶ τῆς ὀργῆς ἀπολαύων ἕως ἐξῆν, τοῦτο δὲ τοῖς πλήθεσιν ἄλλα ἄλλοις ἐπέταττεν. ἐκ δὲ τούτου κήρυκες μὲν οὐκέτι ἐφοίτων εἰς τὴν Ἑλλάδα, αὐτάγγελον δὲ ἤδη κατέπεμπε τὸν στόλον, προστήσας ἄρχοντας Περσῶν τοὺς ἀρίστους, καὶ δίδωσι πλῆθος στρατιᾶς. οὗ τὸ διαλλάττον παρʼ ἑκάστους τοὺς ἀφηγουμένους τοσοῦτόν ἐστιν ὥστʼ εἶναι τὸν μέγιστον ὅρον στόλου, βουλόμενος μηδεμίαν πρόφασιν λιπεῖν μήτʼἐκείνοις μήτʼ αὐτὸς αὑτῷ τὸ μὴ οὐ πρᾶξαι περὶ ὧν ἐνετέλλετο. ταῦτα δʼ ἦν τὴν μὲν πόλιν καταποντίσαι, τὸ δὲ φῦλον κομίζειν ἅπαν ὡς αὑτὸν ᾧ δὴ προειρήκειν τῷ σχήματι. θυμοῦ μὲν δὴ καὶ παρασκευῆς οὕτως εἶχε τὰ τοῦ βασιλέως, οἱ δʼ ἐφέροντο ὑπερηχοῦντες μὲν τὸν Αἰγαῖον, ἀποστεροῦντες δὲ τὴν ὄψιν τοὺς ἐντυγχάνοντας, φυγῆς δʼ ἐμπιμπλάντες τὴν θάλατταν· ὥστʼ οὐδεὶς ἦν ὅστις νῆσον τότʼ ἂν οἰκεῖν ἐβούλετο. ἔτι δʼ αὐτοῖς οὖσιν ἐν πλῷ καὶ μικρὸν πρὸ τῆς καταγωγῆς ἔδοξεν ἀπάρξασθαι τοῖς τοῦ
βασιλέως ἐπιτάγμασι καὶ ὥσπερ τι προοίμιον ᾆσαι τοῦ πολέμου· καὶ δόξαν οὕτως Ἐρετριᾶς ἐπιβάντες ᾤχοντο φέροντες, σαγήνην τινὰ μιμησάμενοι ναυτικήν. καὶ τὸ μὲν Ἐρετριέων γένος οὕτως ἀνήρπαστο ὡσπερεὶ παρʼ ἄλλου τινὸς τῶν κρειττόνων ἁρπασθὲν, οἱ δʼ ἐπὶ τὸν δεύτερον ᾔεσαν, ὡς ἀνασπάσοντες αὐτοὺς ἤδη τοὺς Ἀθηναίους καὶ τὴν Ἑλλάδα ἀναρπασόμενοι, κακῶς εἰδότες οἵαν θήραν μετέρχονται καὶ ὅτι οὐκ ἐνέχονται τῷ λόγῳ ὡς ἄρα οὐ τὰ φεύγοντα διώκουσιν, ἀλλὰ μᾶλλον τὰ τῷ διώκειν συνήθη.οὕτω δὲ τούτων κεχωρηκότων καὶ φερομένων αὐτῶν πρὸς τὴν ἤπειρον ὥσπερ ἄλλου τινὸς ἐκ τοῦ πελάγους κακοῦ, οἱ μὲν ἄλλοι πάντες Ἕλληνες καὶ πάλαι προϊδόντες τὴν διάβασιν καὶ τότε ὁρῶντες ἤδη καθῆντο ἐκπεπληγμένοι, τὸ μέλλον ἀποσκοποῦντες, ὀνειροπολοῦντες ἕκαστοι τὰς Ἐρετριέων συμφορὰς, καὶ τοσοῦτον τῶν δεινῶν ἀπέχειν νομίζοντες ὅσον τὸν στρατὸν αὐτῶν. ἡ δὲ πόλις πομπὴν ἀγούσῃ προσεῴκει μᾶλλον ἢ πρὸς ἀγῶνα κοσμουμένῃ. ἱερά τε γὰρ πάντα ἀνέῳγε καὶ τὰ τῶν ἱερέων γένη συνῆγε καὶ διεπρεσβεύετο πρὸς τοὺς θεοὺς τὸν ἀρχαῖον
τρόπον, συμμάχους τε καλοῦσα καὶ ἡγεμόνας ποιουμένη· ὡς δʼ αὐτῇ τὸ θεῖον ἤσκητο, οὐδὲν ἦν ἀργὸν ἔτι, ἀλλʼ οἱ μὲν φύλακες τῶν ἱερῶν οἱ γέροντες καὶ τῆς πόλεωςὑπελείποντο, ἡ δὲ νεότης ἐχώρει. καὶ πρῶτον μὲν τοὺς ἐν τοῖς στεφανίταις δρόμους ἀπέκρυψαν, ὅσῳ περὶ καλλιόνων τῶν ἄθλων ἠγωνίζοντο, τοσούτῳ θαυμαστοτέραν τὴν προθυμίαν παρασχόμενοι· ἔπειτα κρείττους ἦσαν τὰ τελευταῖα ἢ τὰ ἀπὸ τῶν πυλῶν. καίτοι μεσοῦντας μὲν ἔτι τῆς πορείας προσέβαλεν ὥσπερ πνεῦμα ἀπὸ θαλάττης βοὴ συμμιγὴς ἵππων καὶ ἀνδρῶν καὶ τῶν ἄλλων ἐφολκίων τῷ στρατοπέδῳ, τῶν μὲν χρείας ἕνεκα, τῶν δὲ καὶ ψυχαγωγίας βαρβαρικῆς κεκομισμένων. ὑπερβαλόντες δʼ οὐκ εἶχον ὅ τι ἴδωσι, πλὴν τῶν πολεμίων καὶ τῶν ἀτόπων ἐκείνων φασμάτων. χαλκὸς δὲ καὶ σίδηρος πόρρωθεν εἶργε μὴ προσιέναι. τοσαύτη δʼ ἦν ὑπερηφανία τῆς παρασκευῆς καὶ τῶν ποιουμένων ὥστʼ ἐξαρκεῖν ἐδόκει τοῖς βαρβάροις ὀφθῆναι μόνον. ᾤοντο γὰρ ὥσπερ ἐν ἄθλοις ἅπαντας εὐθὺς ἀπογνώσεσθαι καὶ δώσειν ἑαυτοὺς ἀκονιτί. αὕτη πρώτη δημοτελὴς κρίσις ἐν τῷ μέσῳ κατὰ τοὺς ἀνθρώπους ἐγένετο ἀρετῆς πρὸς πλοῦτον καὶ φρονήματος Ἑλληνικοῦ πρὸς βαρβάρων πλῆθος καὶ παρασκευὴν, οὐ λόγων εὐφημίᾳ κριθεῖσα, ἀλλʼ ἔργων ἀποδείξει καὶ τῷ καλοῦντι τοῦ καιροῦ. οὐ γὰρ εἰς φόβον τὴν θέαν ἔτρεψαν, ἀλλʼ εἰς
προθυμίαν κατεχρήσαντο, οὐδʼ ἐξεπλάγησαν τῶν ὁρωμένων τὴν ἀήθειαν, ἀλλʼ ἥσθησαν ὁρῶντες ὅσων κρείττους γενήσονται, καὶ νομίσαντες ὥσπερ ἀφορμὴν εἰληφέναι παρὰ τῆς τύχης ὑπερβαλέσθαι πάντας ἀνθρώπους ἀνδραγαθίᾳ καὶ τοῦτʼ εἶναι πλέον τῆς τοσαύτης στρατιᾶς ἔχειν ὥσπερ χρήμασιν ἀφθόνως χρήσασθαι, καὶ διανοηθέντες ὅτι νῦν ὥσπερ ἑστιάσονται λαμπρῶς ὑπὸ τῶν βαρβάρων καὶ τῆς ἀρετῆς ἀξίως τῆς ἑαυτῶν. καὶ γὰρ ἵπποι καὶ βέλη καὶ νῆες καὶ ψέλια καὶ στρεπτοὶ καὶ κύνες καὶ πάντα χρήματα δῶρα τῆς τύχης ἐστὶ προκείμενα τοῖς κρείττοσι, καὶ πάντα ταῦτα ἡ νίκη παραδίδωσι. ταῦτα καὶ στρατηγοὶ πρὸς ἑαυτοὺς εἰπόντες καὶ πρὸς ἀλλήλους ἕκαστοι διαλεχθέντες, ἐκ θεῶν ἀρξάμενοι καὶ τοῦ φίλου παιῶνος,ἐχώρουν δρόμῳ, καθάπερ διὰ ψιλοῦ τοῦ πεδίου θέοντες, καὶ τοῖς βαρβάροις οὐκ ἔδωκαν ἰδεῖν ὅ τι ἐστὶ τὰ γιγνόμενα, ἀλλʼ ἅμα τε τάξεις ἐρρώγεσαν καὶ ἄνδρες ἐκτείνοντο καὶ ἵπποι συνελαμβάνοντο καὶ νῆες εἵλκοντο καὶ χρήματα ἤγετο καὶ χορεία Πανὸς ἦν τὰ ποιούμενα. ἤδη δέ τις καὶ τελευτήσας εἱστήκει περιτοξευθεὶς ὑπὸ τῶν βαρβάρων,
φοβῶν τοὺς λοιποὺς, ὥσπερ ἀθάνατος ὤν. ἀπολλύμενοι δὲ οἱ τὰ μεγάλα τολμήσαντες καὶ τρόπαια φέροντες ἐν ταῖς ναυσὶ πλείους αὐτοῖς ἐφάνησαν ἢ πρότερον. οὔτε γὰρ τὸ ἕλος οὔτε ἡ θάλαττα ἀρκούντως αὐτοὺς ἐδέχετο, οὐδʼ ἦν εὐρυχωρία τοῖς κακοῖς οὐδὲ διέξοδος, ἀλλὰ τότε ὡς ἀληθῶς ὄχλος ὄντες ᾐσθάνοντο καὶ μέγιστον ἐναντίωμα ἑαυτοῖς, καὶ τοῖς πλείοσιν ἥττους ἐγένοντο ἢ ὅσοις ἄν τις ἐξ ἀρχῆς ἐθάρρησεν ἀντιστῆναι. ὥστε οἱ τοῦ αἵματος ῥύακες ἤρκουν ἐν νοτίῳ ταῖς ναυσὶν εἶναι. τοσαύτη δὲ ἡ λαμπρότης τῶν ἀνδρῶν ἐκείνων ἐγένετο καὶ τοσοῦτον τῆς νίκης τὸ ἀξίωμα, ὥστε καὶ τὸ χωρίον ὥσπερ τι σύμβολον ἀρετῆς κατέστησαν. οὔκουν ἔστι γε οὐδεὶς ὅστις ἀκούσας τὸ τοῦ Μαραθῶνος ὄνομα οὐκ ἀνίσταται τῇ ψυχῇ οὐδʼ ὥσπερ ἄλλο τι τὴν ἐπωνυμίαν ἀσπάζεται καὶ σέβεται σὺν χαρᾷ. καὶ συνέβη δὲ τῇ πόλει πρώτῃ μὲν κινδυνεῦσαι τῶν κατὰ τὴν ἤπειρον Ἑλλήνων, μόνῃ δὲ ἀρκέσαι νικῆσαι, τῶν δὲ ἰδίων κινδύνων κοινὰ τὰ ἆθλα ἅπασι καταστῆσαι καὶ τροφὸν οὖσαν τῆς Ἑλλάδος τοὐναντίον τοῦ νενομισμένου ποιῆσαι. τοὺς μὲν γὰρ ἄλλους τὰ τροφεῖα κομίζεσθαι παρὰ τῶν ἐκτραφέντων ὁ νόμος λέγει, ἡ δὲ πόλις πρὸς ταῖς τροφαῖς καὶ οἷς ἔδωκεν ἐξ ἀρχῆς καὶ τὴν ἐλευθερίαν μετὰ τῆς σωτηρίας ἐν τοῖς αὑτῆς κινδύνοις ἀπέδωκε τῇ Ἑλλάδι, ὥσπερ τοῦτο ὀφείλουσα τοῖς Ἕλλησι, ποιεῖν διὰ παντὸς αὐτοὺς εὖ καὶ τοῦτο ὡμολογηκυῖα τοῖς πρὸ τοῦ πᾶσιν. ὥστʼ εἰκότως εἰπεῖν εἶναι τὴν μὲν πόλιν τὸν ἐλευθέριον Δία τιμᾶν ἐπὶ τοῖς πραχθεῖσι προσήκειν, τοῖς δὲἄλλοις Ἕλλησι τὴν πόλιν, καὶ νομίζειν τὸν Ἀθηναίων δῆμον ὥσπερ ἐλευθέριον τοῖς Ἕλλησιν εἶναι. δοκεῖ δέ μοι συγκληρωθῆναι τῇ τύχῃ τῆς πόλεως ἡ μάχη καὶ μηδένων ἄλλων εἶναι κατὰ γένος ἢ τῶν Ἀθηναίων. ἐκείνη γὰρ, εἰ καὶ νεανικώτερον εἰπεῖν, ὥσπερ μητρόπολις καὶ ἀφορμὴ τῶν ὕστερον πάντων ἐγένετο τοῖς Ἕλλησιν, οὐ μόνον τῶν ἐν τοῖς πολέμοις ἀγώνων ἀντὶ κρηπῖδος ἢ παραδείγματος προτελεσθεῖσα, ἀλλὰ καὶ πάντων ἐπιτηδευμάτων καὶ βίου καὶ προαιρέσεως καὶ, τὸ σύμπαν εἰπεῖν, τοῦ τῶν Ἑλλήνων σπέρματος. καὶ εἰ μὴ τότε ἡ πόλις οὕτω διήνεγκεν, ἅπαντʼ ἂν ἔρρει καὶ σώματα καὶ πράξεις καὶ λόγοι καὶ τὰ κοινὰ τῆς φύσεως. οἱ μὲν οὖν πολλοὶ θαυμάζουσιν ὅσας μυριάδας τῶν βαρβάρων ἐνίκων, ἐμοὶ δὲ δοκοῦσιν
ἅπαντας ἀνθρώπους, οὐ μόνον πρὸς οὓς ἠγωνίσαντο, ἐκεῖνοι νενικηκέναι, εἰ δεῖ παραιτησάμενον τὸν φθόνον εἰπεῖν, οὐ μόνον τῷ πᾶσι τοιούτων ἀγαθῶν αἴτιοι καταστῆναι, ἀλλὰ καὶ τῷ μηδένας ἐγγὺς εἶναι τοῖς ὑπάρχουσιν. ὥστʼ εἰ τὸ μὴ ἔχειν ἐξ ἴσου γενέσθαι τῶν ἡττόνων ἐστὶν, ἅπαντας νενικήκασιν. οἶμαι μὲν οὖν εἰ καὶ μόνα ταῦτα ἐκλέξας ἐπεπαύμην, ἔχειν ἂν πέρας ἀρκοῦν τὸν λόγον καὶ μηδὲν ἂν προσδεῖν τῇ πόλει φιλοτιμίας μηδʼ ἀρετῆς εἰς τὸ ὁμόφυλον. τὴν γὰρ πρώτην μὲν ἀνεῖσαν ἀνθρώπους, πρώτην δὲ βίου χρῆσιν εὑροῦσαν, θρέψασαν δʼ οὐ μόνον τοὺς ἐξ αὑτῆς, ἀλλὰ καὶ πάντας, δεξαμένην δὲ τοὺς ἐκπίπτοντας πρώτην τε καὶ πλείστους, ἑκάστους τε καὶ σύμπαντας, πλείστους δὲ αὖθις ἀποστείλασαν πανταχοῖ, πάλιν δʼ ἐν τοῖς ὑπὲρ σωτηρίας ἀγῶσιν ἀμφοτέρων προστᾶσαν, τῶν τʼ ἐν τῇ ὑπερορίᾳ καὶ τῶν ἐπὶ τῆς ἀρχαίας Ἑλλάδος, πῶς οὐ διὰ παντὸς ἂν εἴποι τις ἀφῖχθαι καὶ καθάπερ τοὺς δρομέας τὸ γιγνόμενον πεπληρωκέναι; ὥστε μηδεμίαν πρὸ ταύτης ἐγχωρεῖν ἐν τοῖς Ἕλλησι κηρύττεσθαι. πρὶν γὰρ ἄρχεσθαι τῶν ὁμοίων ἑτέρους, τοσοῦτον ἡ πόλις προεληλύθει.οὐ μὴν ἐῶσί γε ἀπελθεῖν αἱ πράξεις, ἀλλὰ καλοῦσι καὶ προσάγουσιν εἰς τὸ πρόσω τοῦ λόγου, καὶ τοσούτῳ μᾶλλον ὅσῳ ταῦτα ἀκριβέστερον ἐξήτασται. τοσαύτην γὰρ ὑπερβολὴν τοῖς ἐφεξῆς ἐποιήσατο ἡ πόλις ὥσθʼ ὑπερῆρεν αὑτὴν τοσοῦτον ὅσονπερ πρὸ τοῦ τοὺς ἄλλους. καὶ πρὶν
τὰ πρῶτα ἀξίως τινὰ θαυμάσαι, ἐπέθηκε τὰ δεύτερα, ὥσπερ αὐτὴ πρὸς αὑτὴν ἁμιλλωμένη. γενομένου γὰρ τοῦ Μαραθῶνι τολμήματος καὶ τῶν βαρβάρων ἐλαθέντων ἐκ τῆς Ἑλλάδος ὥσπερ κονιορτοῦ, Δαρεῖος μὲν οὐκ εἶχεν ὅ τι χρήσεται, ἀλλʼ ὥσπερ ἐκ θεοῦ πληγεὶς ὑποπεπτώκει τῇ πόλει καὶ τοὺς αἰτίους τῆς διαβάσεως κατεμέμφετο, ὡς κακῶς προξενήσαντας αὐτῷ τοὺς Ἀθηναίους, καὶ τελευτᾷ δὴ, πρίν τι δεύτερον κακὸν αὑτὸν ἐξεργάσασθαι. ὁ δὲ πάντας βασιλέας παρενεγκὼν ταῖς ἐπινοίαις καὶ μηδὲν καταλιπὼν ἄτοπον νομίσαι, Ξέρξης ὁ Δαρείου, καταγνοὺς μὲν τοῦ πατρὸς ὡς ἐνδεῶς ἐπιχειρήσαντος, ὑπεριδὼν δὲ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ὡς οὐδαμοῦ φανησομένων, ἀγῶνα διπλοῦν ἀγωνίζεται, τὸν μὲν ὑπερβαλέσθαι, τὴν δὲ τιμωρήσασθαι, μετὰ πολλοῦ τοῦ κρείττονος. καὶ τοσοῦτον ὕβρισε τῇ ὑπερβολῇ ὥστʼ ἔγνω τὸν πρότερον στόλον ὡσπερεὶ παιδιὰν ἀποφῆναι. δοκεῖ δέ μοι καὶ πρὸς τὰς διοσημίας τότε Ξέρξης οὐ μόνον πρὸς τὸν πατέρα ἁμιλλήσασθαι καὶ πρὸς ἅπασαν ὄψιν τε καὶ ἀκοὴν ἀνθρώποις ἀνέλπιστον ὥσπερ ἐνδείξασθαι βουλόμενος ὅτι αὑτοῦ βεβαίως ἐστὶν ἡ γῆ. ποίαν γὰρ κυμάτων ἐπιρροὴν, ἢ τίνας σκηπτοὺς, ἢ τίνας σεισμοὺς, ἢ ποίαν νεφῶν ἢ χαλάζης ἐμβολὴν, ἢ ποίους ἀήθεις ἀστέρας οὐκ ἐλαφροτέρους ἐκεῖνός γε ἀπέδειξεν; ἢ ποίους φόβους ἐγγείους ἢ θαλαττίους οὐχὶ συνέστειλε τοῖς παρʼ αὑτοῦ; οὗ τὰς ἀπειλὰς πρῶτον οὐκ ἦν ἑστῶσι τοῖς ὠσὶν ἀκοῦσαι, ἀλλʼ ἀπῆγον εἰς ἔσχατα γῆς, καὶ προὔλεγον ἃ μηδενὸς ἦν εὑρεῖν πλὴν ἐκείνου μόνου. αἰτεῖν μὲν