Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἀνάγκαις ὑπεδέξατο. ἔστι δʼ ἃ καὶ παντάπασιν ἐκκεχωρηκότα νῦν γένη τῶν Ἑλλήνων καταφεύγοντα εἰς αὐτὴν ἀνέλαβεν, ὥσπερ Δρύοπας καὶ Πελασγούς· ὧν ἔτι καὶ νῦν σημεῖα τῆς σωτηρίας λείπεται. αἱ γὰρ ἀπʼ αὐτῶν ἐπωνυμίαι σύμβολον οὖσαι τῆς οἰκήσεως αὐτῶν ἅμα καὶ
τῆς σωτηρίας εἰσίν. οὕτω δʼ ἐκ παλαιοῦ πᾶσιν ἑαυτὴν δοῦσα διετήρησεν ὥσπερ νόμον εἰς τέλος τὴν γνώμην, καὶ διεξῆλθε διὰ πάντων τῶν Ἑλληνικῶν καιρῶν, ἅπασι τὰς πύλας ὑπανοίγουσα τοῖς ἐκ τῶν πολέμων, ἢ κατὰ στάσιν, ἢ κατʼ ἄλλην τινὰ φεύγουσι τύχην πόρρωθεν προκηρύττουσα θαρρεῖν, ὡς οὐδεὶς ἔσται τῶν Ἑλλήνων ἄπολις, ἕως ἂν ἡ τῶν Ἀθηναίων ᾖ πόλις, ἀλλʼ ἢ πατρίδα μεταλλάξουσιν οἷς συμβαίνει. μιᾶς μέν γε τῶν τριῶν ἐν Πελοποννήσῳ μοιρῶν διαφθαρείσης τῆς Μεσσηνίων μόνη διετήρησε τοὺς λοιποὺς αὐτῶν, δεξαμένη τε καὶ σκεψαμένη τόπους ἐν οἷς ἔμελλον ἱδρύσεσθαι. καὶ νῦν εἰσὶ Μεσσήνιοι διὰ τὴν πόλιν. αὖθις δὲ τοῦ περὶ Βοιωτίαν πάθους συμβάντος καὶ τῆς παρασχούσης ποθʼ αὑτὴν ἐνευτυχῆσαι τοῖς Ἕλλησι πόλεως ἀπροσδοκήτως καὶ παρʼ ἀξίαν ἀναιρεθείσης, οὐδένες εἰς τὴν χρείαν ἀπεμνημόνευσαν οὐδʼ ἐπεκούφισαν, ἀλλὰ τὸ μὲν τῶν ἄλλων μέρος ἐξήκει τὸ Πλαταιέων γένος, ἡ δὲ πόλις μετὰ καλοῦ τοῦ σχήματος τὴν δυστυχίαν ἐπηνώρθωσεν αὐτοῖς, Ἀθηναίους ἀντὶ Πλαταιέων ἀποφήνασα καὶ φυλάξασα τῷ τόπῳ τὸ μνημεῖον, ὥσπερ εἰκὸς ἦν τὴν κοινῇ τότε πάντων προστᾶσαν· τοὺς δὲ πταίσαντας τῶν ἐκεῖ φανερῶν ἀνώρθωσε. πάλιν τοίνυν Θηβαίων κακῶς ὑπὸ τῆς φρουρᾶς τῆς Λακωνικῆς διακειμένων ἐδέξατο τὸν δῆμον καὶ διέτριβον οἱ φεύγοντες ὡς Ἀθηναῖοι τὸν χρόνον τοῦτον, ἕως ἔμελλον διὰ τῆς πόλεως αὖθις κομιεῖσθαι τὴν ἑαυτῶν. αὖθις αὖ Πλαταιέας δεύτερον ἐξοικισθέντας καὶ Θεσπιέας ἅμα ἐκείνοις δέχεται πανοικησίᾳ. καὶ πάλιν Θηβαίους ἐπὶ τοῖςἐσχάτοις ἀτυχήμασι καὶ πρὸ τούτων τοὺς ἐπὶ Θρᾴκης κακῶς πράξαντας δύο καὶ τριάκοντα πόλεων ὅσον λοιπὸν, τοὺς ἐκ Κορίνθου καὶ Θάσου καὶ Βυζαντίου καὶ πανταχόθεν τίς ἂν ἐξαριθμήσειεν; οἶμαι μὲν οὐδὲ τοὺς ἐκ τῶν νήσων μόνον εἶναι ῥᾴδιον. μόνη γὰρ ὡς εἰπεῖν διαγέγονε πρὸς τὴν ἁπάντων τύχην ἁμιλλωμένη καὶ πειρωμένη πᾶσι περιτρέπειν τὰς συμφορὰς ἐπὶ θάτερα, καὶ τὴν παροιμίαν ἐνήλλαξεν· οὐ γὰρ ἐκποδὼν εἶναι κατέδειξε φίλου κακῶς πράξαντος, ἀλλὰ πολλοὺς καὶ τῶν πρόσθεν διαφόρων ἐπὶ τοῖς ἀτυχήμασι φίλους πεποίηται. οὐδʼ εὖ μὲν πράττουσι κέχρηται, κακῶς δʼ ἀπαλλάξαντας ἠτίμακε, τῇ τύχῃ μετροῦσα τὴν φιλανθρωπίαν, ἀλλὰ τοὺς τοῦ δυστυχεῖν καιροὺς τοῦ πράττειν εὖ πεποίηκε, τοῖς πολλοῖς τὰ παρʼ αὑτῆς ἀγαθὰ προσθεῖσα καὶ ποιησαμένη κοινωνοὺς, ὧν ὅτε κάλλιστα ἔπραττον οὐδʼ ἐλπὶς ἦν αὐτοῖς. καὶ γάρ τοι
πάντες ἐν ἅπασι τοῖς τῆς χρείας καιροῖς μίαν ταύτην ὁδὸν εἶδον τὴν δεῦρο φέρουσαν. καὶ πρεσβυτάτη τῶν Ἑλληνίδων οὖσα τῷ δέχεσθαι τοὺς πανταχόθεν μᾶλλον ἢ τῷ προειληφέναι τῷ χρόνῳ τοῦ γένους ὡσπερεὶ πατρίς ἐστι καὶ ἑστία κοινή. καὶ τὴν ἐπιτηδειότητα τὴν πρὸς ἅπαντας οὐ μόνον οἷς αὐτὴ παρʼ αὑτῆς ἀπέστειλεν ἐδήλωσεν, ἀλλὰ καὶ τῷ τοὔδαφος παρέχειν τοῖς ἔξωθεν καταφεύγουσιν εἰς αὐτὴν καὶ προσίεσθαι πάντας ὡς μέρος αὐτῆς.ἓν μὲν οὖν τοῦτο τοιοῦτον καὶ τοσοῦτον εἶδος εὐεργεσίας τοῖς προϋπηργμένοις ἀκόλουθον· ἕτερον δʼ, ὃ καὶ τοῖς πράγμασίν ἐστιν ἐφεξῆς καὶ μεγέθους χάριν οὐ λείπεται, προσλαβοῦσα γὰρ τὸν κοινὸν τῶν Ἑλλήνων ἐξηγητὴν, ἑαυτῇ δὲ πατρῷον, τὸν Ἀπόλλω τὸν Πύθιον, ἐξήγαγε πανταχῆ γῆς τὸ Ἑλληνικὸν, τὴν αὐτὴν φυλακὴν ἅμα καὶ προσθήκην τῷ γένει ποιουμένη. καὶ πρῶτον μὲν τὴν ἐπικειμένην ἐκάθηρε θάλατταν, ἔοικα δὲ οὐ τὸ πρῶτον λέγειν τῶν ἔργων, καὶ τῆς Ἑλλάδος ὥσπερ λήμην