Orationes 13

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

καιρῶν, ἀλλὰ καὶ πόλεις καὶ ἔθνη μετελήλυθεν εἰς αὐτὴν καὶ καταπέφευγε, καὶ κατʼ ἄνδρα σχεδὸν οἱ γνωριμώτατοι, ὧν ἁπάντων μὲν ἀμήχανον καὶ μνημονεῦσαι πρῶτον καὶ τῆς μνήμης τοὺς λόγους συμμέτρους ἀποδοῦναι, μὴ ὅτι τῶν ἰδίᾳ λέγω μεταστάντων κατὰ συμφορὰς, ἀλλʼ οὐδὲ τῶν κοινῇ· ἃ δʼ ἐστὶ τῶν παλαιῶν ἐντιμότατα καὶ ὥσπερ ἀρχὴ τοῖς πολλοῖς διηγεῖσθαι, Ἡρακλέους ἀπελθόντος

ἐξ ἀνθρώπων ἡ μὲν πόλις καὶ νεὼς καὶ βωμοὺς ἱδρύεται πρώτη, καθάπερ καὶ πρόσθεν τοῖς μυστηρίοις ἐτίμησε πρῶτον ξένων. καὶ διατελεῖ δὴ θεὸς ὢν καὶ δοκῶν ἐξ ἐκείνου. οὐ γὰρ μόνον τοὺς πρεσβυτάτους ἄρα τῶν θεῶν ἦρξε τιμᾶν, καὶ ταῦτα διαφερόντως καὶ ὑπὲρ πάντας τοὺς ἀκολουθήσαντας, ἀλλὰ καὶ τοὺς ἐπήλυδας αὕτη μετὰ τῶν ἄλλων θεῶν ἐνέκρινεν, ὥσπερ συμπολιτευομένη
τοῖς θεοῖς· ἅμα γὰρ ἐκεῖνοί τε ἐδέχοντο καὶ ταύτην οὐκ ἐλελήθει, ἀλλʼ ἐξηγεῖτο τοῖς ἄλλοις ἀνθρώποις καὶ ἀνεκήρυττεν, ὥστε ἀπέφηνε τούς τε Θηβαίους ὀλίγον τῇ φύσει προσήκοντας αὐτῷ, κατὰ ταὐτὰ δὲ καὶ τοὺς ἄλλους οἷς τι μέτεστιν ὡς οἰκείοις ἐκείνου μνήμης. μόνη γὰρ οἶδε τίνων ἦν ἄξιος. αὐτῷ μὲν δὴ ταύτην ἀποδεδώκει τὴν χάριν, διʼ ἣν καὶ ὅσων παρὰ τῶν ἄλλων ἔτυχεν Ἡρακλῆς ἁπάσας τῆς πόλεως χάριτας δικαίως ἄν τις λέγοι· ταύτην γὰρ ἅπαντες μιμησάμενοι τὰ δίκαια συνωμολόγησαν. Εὐρυσθέως δʼ ἐλάσαντος μὲν ἐκ Πελοποννήσου τοὺς παῖδας αὐτοῦ, προσθέντος δὲ ἑτέραν ἀγνωμοσύνην ἔτι μείζω καὶ δεινοτέραν, τὸ μηδὲ τῶν ἄλλων πόλεων μηδεμίαν δέχεσθαι προκηρῦξαι, καὶ τὰ ἔσχατα ἀπειλήσαντος, οἱ μὲν ἄλλοι πάντες ἐσχετλίαζον, βοηθεῖν δὲ οὐκ εἶχον· ἡ πόλις δὲ ὑπεδέξατο μόνη τῶν πάντων, μισήσασα μᾶλλον τὰς ἀπειλὰς ἢ φοβηθεῖσα, καὶ τὴν προστασίαν, ἣν ἁπάντων ἀνθρώπων Ἡρακλῆς ἔσχε, ταύτην αὐτὴ τοῖς ἐκείνου παισὶν ὥσπερ τινὰ ἐράνου φορὰν διεσώσατο· εἰκότως. καὶ γὰρ ἐκείνῳ τῶν πλείστων διὰ Θησέως συνεπείληπτο, καὶ

πάλαι κοινωνὸν ἦγεν, ἀφʼ οὗ ταὐτὰ ἑώρα γιγνώσκοντα ἑαυτῇ· καὶ ἃ μὲν κατειργάσατο μετʼ αὐτῶν καὶ ὑπὲρ αὐτῶν ἐν ἑτέρᾳ τῶν λόγων καθήκει δηλῶσαι μερίδι· τὴν δʼ οὖν ἐπιτροπὴν οὕτω λαμπρὰν αὐτῶν ἐποιήσατο ὥστʼ αὐτοῖς τὴν συμφορὰν λυσιτελῆσαι. οὐ γὰρ τὴν ὀρφανίαν μόνον ἄδηλον κατέστησεν, ἀντὶ τοῦ πατρὸς αὐτοῖς γενομένη, ἀλλὰ καὶ ὡς πατρόθεν εὐεργέτας τῶν ἀνθρώπων οὕτως ἐτίμησε, τέτταρας μὲν δοῦσα νέμεσθαι πόλεις τῶν τότε οἰκουμένων ἐν τῇ χώρᾳ, πρώτους δὲ θρέψασα δημοσίᾳ, πατρὸς εὐεργέτου παῖδας, ὥσπερ οὓς ὕστερον τῶν ἐν τῷ πολέμῳ τελευτησάντων τρέφειν ἐνόμισε. καὶ μέντοι καὶ τὰ τροφεῖα πρέποντα ἐκομίσατο ἑαυτῇ· τῶν γὰρ ὑπηργμένων ἀξίους εὗρεν· ἡ δʼ ἐκείνων ὁδὸς τὸ δεῦρο κοινὴ πάντων ὕστερον τῶν ἐκπιπτόντων ἐγένετο, μᾶλλον δὲ ἐπὶ πολλοῖς τοῖς πρότερον κἀκεῖνοι κατέφυγον. ἅπασι γὰρ ἡ πόλις ἑαυτὴν παρέσχε τοῖς ἐν χρείᾳ κοινὴν εὐθὺς ἐξ ἀρχῆς, καὶ πάντες ἐπὶ δυοῖν ὁρμεῖν ἔδοξαν οἱ Ἕλληνες ἀληθῆ νομίσαντες, ἰδίᾳ μὲν ἕκαστοι τὴν ἀρχαίαν, κοινὴν δʼ ἅπαντες ταύτην προσονομάζοντες πατρίδα, καὶ τὴν μὲν προτέραν δευτέραν, τὴν δὲ ὑστέραν προτέραν ἄγοντες τῇ δυνάμει. τοσούτῳ γὰρ βεβαιοτέραν ταύτην αὑτοῖς εἶναι καὶ λυσιτελεστέραν, ὅσῳ μᾶλλον ἀνάλωτον καὶ ὡς ἀληθῶς

ἱερὰν καὶ μετὰ τῆς πείρας ἔγνωσαν, ὀρθῶς βουλευόμενοι, τοῦτο μὲν οἱ περὶ Θήβας ἀτυχήσαντες καὶ πάσης τῆς Βοιωτίας συνεκπεσόντες, τοῦτο δὲ Θετταλῶν οἱ ταύτῃ τραπόμενοι καὶ Ταναγραίων οἱ μεταστάντες, Δωριέων Πελοποννήσου κρατησάντων, ὑπὸ τῶν εἰξάντων ἀναστάντες· οὗτοι δʼ ἦσαν Ἰωνία πάντες. τὸ δʼ αὐτὸ πρὸς τοὺς ἀπʼ ἀμφοτέρων τῶν αἰγιαλῶν ἐποίησε, τοῦ θʼ ἑσπερίου καὶ τοῦ ἑώου. καὶ γὰρ καὶ τούτους κἀκείνους ἐν ταῖς