Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
ἀφεῖλε, τοὺς ἐπὶ τῶν προθύρων ὀχληροὺς ἀναστήσασα, λέγω τὸ λῃστικὸν ἅπαν καὶ βαρβαρικὸν, καὶ καταναγκάσασα ὡς πορρωτάτω τῆς Ἑλληνικῆς παραλίας καὶ τῶν
εἴσπλων ἀποχωρῆσαι. ἐξ ὧν ὁ τῶν νήσων κύκλος ᾠκίσθη βεβαίως καὶ διὰ τῶν ἡμερωτάτων τὸν Αἰγαῖον ὑπῆρξε πλεῖν σύνδυο καὶ σύντρεις πόλεις, ὥσπερ ἐν ἠπείρῳ νήσου μιᾶς ἀμείβοντας ἔστιν οὗ· οὕτως εὖ κατεσκεύασε τὴν θάλατταν. πρὸς δὲ τούτοις τὰς ἐπικειμένας τῇ Πελοποννήσῳ νήσους ᾤκισε, τοὺς ἑσπερίους τόπους οἰκειουμένη καὶ πανταχόθεν τοὺς βαρβάρους ὥσπερ προβόλοις ἀνείργουσα· ὡς δʼ αὐτῇ διχόθεν κατεσκεύαστο ἡ τῆς Ἑλλάδος φρουρὰ καὶ συνεκέκλειστο ὥσπερ λιμέσι κλειστοῖς, οὕτως ἤδη καὶ μέχρι τῆς ὑπερορίας ᾔει διὰ τῆς θαλάττης, καὶ διεβίβαζεν εἰς τὴν Ἀσίαν τὰς πολλὰς καὶ μεγάλας ἀποικίας, συνάπτουσα τὴν γῆν ὡς μίαν οὖσαν τῇ φύσει, καὶ τὰ πέραν τῆς Ἑλλάδος οὐ κεχωρισμένα, ἕως κατεσκεύασε τὸ ἐπὶ τῆς Ἀσίας ἀντίπρῳρον, εἰ οἷόν τʼ εἰπεῖν, Ἑλλάδι τῇ παλαιᾷ, μεγάλῃ μὲν αὔξουσα μοίρᾳ τὰ ὑπάρχοντα τοῖς Ἕλλησι, μέγα δʼ εἰς ἀσφάλειαν προϊδοῦσα τὴν κοινὴν, ὡς ἔδειξεν ὁ μέλλων χρόνος. κάλλιστον δὲ κόσμον ἀμφοτέρῳ τῷ γένει περιθεῖσα οὐ μόνον τῷ πλήθει καὶ ἅμα καιρίῳ τῆς χώρας, ἀλλὰ καὶ τῷ δεῖξαι τὴν ὁμόνοιαν ὅσων καὶ οἵων ἀγαθῶν αἰτία γίγνεται. ταύτης δὲ τοιαύτης ὥσπερ κρηπῖδος ἢ ῥίζης ὑποκειμένης ἐξεφοίτησαν καὶ διὰ πάσης ἤδη γῆς αἱ τῶν Ἑλλήνων ἀποικίαι. τοῖς γὰρ πεμφθεῖσι καὶ κρατήσασιν ἔρως ἐμπίπτει μιμήσασθαι τὴν μητρόπολιν. καὶ διαλαβόντες ᾤκιζον τὴν γῆν, ἐκτείνοντες ὥσπερ ἄλλο τι μέτρον τὸ τῆς Ἑλλάδος, ἕως ἐξεπλήρωσαν ἅπαν τὸ δεχόμενον. καὶ νῦν ἐπʼ ἀμφοτέροις τοῖς πέρασι τῆς γῆς ὑμετέρων παίδων παῖδες οἰκοῦσιν, οἱ μὲν ἄχρι Γαδείρων ἀπὸ Μασσαλίας παρήκοντες, οἱ δʼ ἐπὶ τῷ Τανάϊδι καὶ τῇ λίμνῃ μεμερισμένοι. ὥστʼ ἐμοὶ μὲν γέλως ἐπέρχεται ἀκούοντι τῶν νῦν πόλεων τοῖς σφετέροις κόσμοις φιλοτιμουμένων καὶ φρονουσῶν ὡς ἐπὶ λαμπροῖς, ὅταν εὑρίσκω θεωρῶν ὑπὸ τῆς ὑμετέρας πόλεως γῆν καὶθάλατταν κεκοσμημένην ἄνευ τῶν ἄλλων πολλῶν καὶ πολλῷ μειζόνων. τοῦτο δὴ βούλομαι διὰ βραχέων ἐπανελθὼν ἐξετάσαι καὶ δεῖξαι τὴν συνέχειαν τῆς πολιτείας, ᾗ κέχρηται πρὸς τὸ Ἑλληνικὸν ἡ πόλις, καὶ ὅτι οὐκ ἔστι πρόσρημα βέλτιον ἐπενεγκεῖν οὗ νῦν ἐφθεγξάμην. ὅτε μὲν γὰρ τοῖς Ἡρακλέους παισὶν ἔδει βοηθείας, παρέσχε μόνη καὶ μετέδωκεν ἁπάντων, παρελθοῦσα τὴν χρείαν τῇ μεγαλοψυχίᾳ. ἐπεὶ δὲ ἔδει τὴν Πελοπόννησον Δωριέων γενέσθαι, συγκατήγαγε πάλιν αὐτοὺς μετὰ τοῦ θεοῦ. γενομένης δὲ τῆς Ἡρακλειδῶν καθόδου καὶ νεωτέρων συμβάντων ἐν τῇ Πελοποννήσῳ, πάλιν τὸ κινηθὲν ἐδέξατο. ἐν ᾧ τὰ μὲν
τῶν προτέρων ἱκετῶν ἀσφαλῶς εἶχεν, ἕτεροι δὲ αὖ τὸ ἐκείνων σχῆμα μετειλήφεσαν. δεξαμένη δὲ ἤδη πάντας ἀνθρώπους καὶ μεταδοῦσα χώρας καὶ νόμων καὶ πολιτείας ἐπενόησεν ὑπὲρ τῆς Ἑλλάδος χρῆσθαι τῷ πλεονεκτήματι καὶ τὰς παρʼ αὑτῇ πόλεις πολλὰς συμπεφευγυίας ἀφορμὴν τῶν ἔξω πόλεων πολλῶν καὶ μεγάλων ποιήσασθαι. καίτοι πῶς ἂν φιλανθρωπότερον ἡ πόλις ἢ πῶς λαμπρότερον περὶ τῶν ἑαυτοὺς δόντων ἐβουλεύσατο; ἣ πρῶτον μὲν τῆς ἑαυτῆς χώρας καὶ πολιτείας μετέδωκεν, ἔπειθʼ ἑτέραν ὅπως κτήσονται συμπαρεσκεύασεν, ὁμοίως τῇ τε οἰκείᾳ καὶ τῇ ἀλλοδαπῇ δέχεσθαι τοὺς δεομένους ἀξιοῦσα, καὶ τὰ πρέποντα ἑκατέροις τοῖς καιροῖς ἐτήρησεν. ὅτε μὲν γὰρ ἀσθενεῖς ἦσαν, τὸν φόβον περιεῖλεν αὐτῶν καὶ τὰς ἀπορίας ἐπηνώρθωσεν· ὡς δʼ ἄμεινον ἢ κατὰ συμφορὰν ἐπεπράγεσαν, οὕτως ἤδη διεκόσμει καὶ προέπεμπεν, ἡγεμόνας τε ἑκάστοις ἐφιστᾶσα, ὥσπερ αὐτὴ συμπάντων ἡγεμὼν καὶ φύλαξ ἐγεγόνει κοινὴ, καὶ λεὼν οἴκοθεν παραζευγνῦσα. ταῦτα δʼ οὐ μόνον ταῖς πράξεσιν εὕροι τις ἂν συνεχῆ, ἀλλὰ καὶ τῷ βουλήματι. ὥσπερ γὰρ τοὺς προτέρους δεξαμένη κατήγαγε, τοὺς Ἡρακλείδας εἶπον, οὕτω καὶ τοὺς μετʼ ἐκείνους δεξαμένη πρῶτον, εἶτʼ ἐπεξήγαγε, διπλῆν