Orationes 13

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

αὐτίκα. λαβοῦσα δὲ τὰς ψήφους ἡ θεὸς τὴν ἐπωνυμίαν τῇ πόλει δίδωσιν ὡς ἑαυτῆς οὔσῃ καὶ κατεσκευάσατο ὡς κτῆμα ἑαυτῆς, διαρκῆ πρὸς εἰρήνην τε καὶ πόλεμον, πρῶτον μὲν λόγους τε καὶ νόμων τάξιν καταδείξασα καὶ πολιτείαν δυναστείας ἀπηλλαγμένην. ἀφʼ ὧν μαθήματα πάντα

εὑρέθη καὶ βίων παραδείγματα εἰσῆλθεν. αὖθις δὲ ὅπλων τε χρῆσιν διδάξασα καὶ κοσμήσασα πρώτους ᾧ νῦν ἡμεῖς ἐκείνην σχήματι, ἔτι δʼ ἵππων ἁμιλλητηρίων καὶ πολεμιστηρίων ἔφηνεν ὀχήματα· καὶ ζεύγνυσιν ἐν τῇδε τῇ γῇ πρῶτος ἀνθρώπων ὁ τῆσδε τῆς θεοῦ πάρεδρος ἅρμα τέλειον σὺν τῇ θεῷ καὶ φαίνει πᾶσι τὴν τελείαν ἱππικήν. ἐπὶ δὲ τούτοις χορεῖαι καὶ τελεταὶ καὶ πανηγύρεις ἐπεκράτησαν ἄλλαι διʼ ἄλλων θεῶν ἐπιδημίας. ταῖς γὰρ τιμαῖς τῶν θεῶν ἠκολούθει τὰ δῶρα διδόντων καὶ λαμβανόντων ἐκ τῶν αὐτῶν τὰ ἐπιβάλλοντα ἑκατέροις. οὐ μόνον δὲ ὑπὲρ τῆς πόλεως θεοὶ πρὸς ἀλλήλους ἤρισαν, ἀλλὰ καὶ ὧν ἤρισαν πρὸς ἀλλήλους ἐν τῇδε τῇ πόλει τὰς κρίσεις ἐποιήσαντο, πανταχόθεν πάντας ἀνθρώπους ἐπιστρέφοντες πρὸς τὴν πόλιν καὶ πάντων ἀρχὰς καὶ δείγματα βουλόμενοι καταθέσθαι παρʼ αὐτῇ, καθάπερ οἱ τοὺς παῖδας προδιδάσκοντες, ἵνʼ ὥσπερ πανταχοῦ τῶν ἄκρων προδιδαξάντων καλῶς ἔχει τοῖς ζηλοῦσιν, οὕτω κἀκεῖνοι τέλειοι τὴν γιγνομένην ἀρετὴν ἀποβαῖεν, οἷς χρῆν ἑπόμενοι, καὶ μὴ μόνον τῶν πυρῶν καὶ κριθῶν εἴη τὰ σπέρματα αὐτοῖς, ἀλλὰ καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἁπάσης διαίτης τε καὶ πολιτείας ἐκ θεῶν αὐτοῖς εἴη τὰ σπέρματα. καὶ λαγχάνει Ποσειδῶν Ἄρει τὴν ὑπὲρ τοῦ παιδὸς καὶ νικᾷ ἐν ἅπασι τοῖς θεοῖς καὶ τὴν ἐπωνυμίαν ὁ τόπος λαμβάνει τὴν αὐτὴν τοῦ τε συμβάντος σύμβολον καὶ
δικαιοσύνης ὥσπερ ἄλλο τι μαρτύριον καὶ πίστιν εἰς ἀνθρώπους. οὐ γὰρ ἔστιν ὑπὲρ τὸν Ἄρειον πάγον οὐδὲν εὑρεῖν, εἴ τις ὑπερβολὴν ζητοίη. ἀλλʼ ὥσπερ τὰ ὕδατα ὅσα μαντικὰ καὶ πνεύματα αὐτόθεν ἰσχύει, οὕτως καὶ

οὗτος ὁ χῶρος ὥσπερ ἀνιέναι δοκεῖ τὴν τοῦ δικαίου γνῶσιν ἐναργῆ καὶ τῆς παρὰ τοῖς θεοῖς ὡς δυνατὸν ἐγγυτάτω. καὶ τοσούτῳ τετίμηται παρὰ πάντων τῷ συγκεχωρηκότι, ὥσθʼ οἱ μὲν ἡττώμενοι στέργουσιν ὁμοίως τοῖς κεκρατηκόσιν, ἀρχαὶ δὲ πᾶσαι καὶ συνέδρια τά τε ἄλλα καὶ τὸ μέγιστον ὁ δῆμος πάντες ἰδιῶται πρὸς τὰς ἐν τούτῳ τῷ τόπῳ δίκας εἰσὶν εἴκοντες. καὶ μεταβολὴ

τοῦ χωρίου τούτου μόνου ἤδη σχεδὸν οὐχ ἥψατο, οἷα δὴ τὰ ἀνθρώπινα, ἀλλʼ ὥσπερ ἀγωνιστήριον τοῖς θεοῖς ἀνεῖται καὶ οἷς ἐξ ἐκείνου καθήκει καὶ πάντες παράδειγμα δικαιοσύνης νομίζοντες οὕτω τιμῶσιν αἰδοῖ τῶν θεῶν. ἑτέρα δὲ γίγνεται κρίσις ὕστερον μικτὴ τοῖς ἀγωνισταῖς, θεία δὲ καὶ αὕτη τοῖς δικασταῖς, ἣν ἀγωνίζεται τῶν Πελοπιδῶν ἀνὴρ δυστυχῶν πρὸς τὰς νῦν προσοίκους τῷ τόπῳ θεὰς σεμνὰς, καταφυγὼν καὶ δοὺς ὥσπερ ἔφεσιν εἰς τὴν πόλιν, ὡς ἐνταῦθα εἴπερ που τὴν δικαίαν φιλανθρωπίαν οὖσαν, καὶ τυχὼν τῆς θεοῦ τῶν μανιῶν ἀπαλλάττεται.

περὶ μὲν δὴ γένους καὶ τροφῆς καὶ τῆς ἐκ θεῶν τιμῆς καὶ τῶν δωρεῶν, ἃς αὐτοί τε εὕροντο καὶ τοῖς ἄλλοις ἔνειμαν, εἴρηται, τῶν μὲν πραγμάτων ἴσως ἧττον, οὐχ ἧττον δὲ ἢ τοῖς πρὸ ἡμῶν. νῦν δὲ παντοδαπῶν ἐπιόντων ἀκόλουθον ἴσως ἐστὶ λέγειν ὧν μέρος ἐγγέγραπται

τοῖς εἰρημένοις, ὅσῃ τινὶ καὶ οἵᾳ τῇ περιουσίᾳ τῆς φιλανθρωπίας εἰς ἅπαντας ἐχρήσαντο καὶ ὅπως εἰς τὸ κοινὸν ἐπολιτεύσαντο. ἄνειμι δὲ κἀνταῦθα μικρόν. ὥσπερ γὰρ τοῖς θεοῖς οὐκ ἀπέχρησε διʼ ἑνός τινος τρόπου τὴν εὔνοιαν ἐνδείξασθαι τῇ πόλει, οὕτως οὐδʼ ἐκεῖνοι τοῦ σίτου τὴν κοινωνίαν τοῖς ἀνθρώποις ἔκριναν ἐξαρκεῖν, ἀλλʼ ὁδῷ προῄεσαν αὔξοντες τὴν φιλοτιμίαν, ὥσπερ οἱ τὰ σπέρματα. μεγίστη δὲ καὶ κοινοτάτη τῶν εὐεργεσιῶν ἡ τῶν πανταχόθεν δυστυχούντων ὑποδοχὴ καὶ παραμυθία. οὐ γάρ ἐστι γένος οὐδὲν τῆς Ἑλλάδος, ὡς ἔπος εἰπεῖν, ὃ τῆσδε τῆς πόλεως ἀπείρατόν ἐστιν, οὐδʼ ἄοικον ἐπὶ