Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- ὅσοι γε μὲν Ἑλλάδʼ ἔχουσιν, οὔτι[ς,
- ὦ μεγαίνητε Ἱέρων, θελήσει
- φάμ]εν σέο πλείονα χρυσὸν
- Λοξί]ᾳ πέμψαι βροτῶν.
- εὖ λέγ]ειν πάρεστιν, ὅσ-
- τις μὴ φθόνῳ πιαίνεται,
- θεοφι]λῆ φίλιππον ἄνδρʼ ἀρήϊον,
- τεθμ]ίου σκᾶπτρον Διὸς
- ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν·
- ὡς δʼ ἐν] Μαλέᾳ ποτέ, [χεῖμα δαί]μων
- ἐπʼ ἔθ]νος ἐφάμερον α[ἶψʼ ἵησι.
- καίρι]α σκοπεῖς· βραχ[ὺς ἄμμιν αἰών·
- δολό]εσσα δʼ ἐλπὶς ὑπ[ὸ κέαρ δέδυκεν
- ἐφαμ]ερίων· ὁ δʼ ἄναξ [Ἀπόλλων
- ὁ βουκό]λος εἶπε Φέρη[τος υἷι· [*](Column 5)
- θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν
- γνώμας, ὅτι τʼ αὔριον ὄψ εα ι
- μοῦνον ἁλίου φάος,