Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- χὥτι πεντήκοντʼ ἔτ εα
- ζωὰν βαθύπλουτον τελεῖς.
- ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρ
- κερδέων ὑπέρτατον.
- φρον έο ντι συνετὰ γαρύω· βαθὺς μὲν
- αἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντου
- οὐ σάπεται· εὐφροσύνα δʼ ὁ χρυσός·
- ἀνδρὶ δʼ οὐ θέμις, πολιὸν π[αρ]έντα
- γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι
- ἥβαν. ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει
- βροτῶν ἅμα σ[ώμα]τι φέγγος, ἀλλὰ
- Μοῦσά νιν τρ[έφει]. Ἱέρων, σὺ δʼ ὄλβου
- κάλλιστʼ ἐπεδ[είξ]αο θνατοῖς
- ἄνθεα· πράξα[ντι] δʼ εὖ
- οὐ φέρει κόσμον σιω-
- πά· σὺν δʼ ἀλαθείᾳ καλῶν
- καὶ μελιγλώσσου τις ὑμνήσει χάριν
- Κηΐας ἀηδόνος.