Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. Πακτωλός· ἀεικελίως γυναῖκες
  2. ἐξ ἐϋκτίτων μεγάρων ἄγονται·
  3. τὰ πρόσθε δʼ ἐχθρὰ φίλα· θανεῖν γλύκιστον.
  4. τόσʼ εἶπε, καὶ ἁβροβάταν κέλευσεν
  5. ἅπτειν ξύλινον δόμον. ἔ[κλαγ]ον δὲ
  6. παρθένοι, φίλας τʼ ἀνὰ ματρὶ χεῖρας
  7. ἔβαλλον· ὁ γὰρ προφανὴς θνα-
  8. τοῖσιν ἔχθιστος φόνων·
  9. ἀλλʼ ἐπεὶ δεινοῦ πυρὸς
  10. λαμπρὸν διάϊ[σσεν μέ]νος,
  11. Ζεὺς ἐπιστάσα[ς μελαγκευ]θὲς νέφος
  12. σβέννυεν ξανθὰ[ν φλόγα.
  13. ἄπιστον οὐδέν, ὅ τι θ[εῶν μέ]ριμνα
  14. τεύχει· τότε Δαλογενὴς Ἀπόλλων
  15. φέρων ἐς Ὑπερβορέους γέροντα
  16. σὺν τανισφύροις κατένασσε κούραις
  17. δι’ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν.
  18. ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ.