Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

μέγιστον δὴ καὶ παλαιότατον τῶν Θετταλῶν σύστημα, ὧν τὰ μὲν Ὅμηρος εἴρηκε τὰ δʼ ἄλλοι πλείους. Αἰτωλοὺς δʼ Ὅμηρος μὲν ἀεὶ ἑνὶ ὀνόματι λέγει, πόλεις οὐκ ἔθνη τάττων ὑπʼ αὐτοῖς, πλὴν εἰ τοὺς Κουρῆτας, οὓς ἐν μέρει τακτέον Αἰτωλικῶν. ἀπὸ Θετταλῶν δʼ ἀρκτέον, τὰ μὲν σφόδρα παλαιὰ καὶ μυθώδη καὶ οὐχ ὁμολογούμενα τὰ πολλὰ ἐῶντες, καθάπερ καὶ ἐν τοῖς ἄλλοις ἐποιήσαμεν, τὰ δὲ φαινόμενα ἡμῖν καίρια λέγοντες.

ἔστι δʼ αὐτῆς πρὸς θαλάττῃ μὲν ἡ ἀπὸ Θερμοπυλῶν μέχρι τῆς ἐκβολῆς τοῦ Πηνειοῦ καὶ τῶν ἄκρων τοῦ Πηλίου παραλία βλέπουσα πρὸς ἕω καὶ πρὸς τὰ ἄκρα τῆς Εὐβοίας τὰ βόρεια. ἔχουσι δὲ τὰ μὲν πρὸς Εὐβοίᾳ καὶ Θερμοπύλαις Μαλιεῖς καὶ οἱ Φθιῶται Ἀχαιοί, τὰ δὲ πρὸς τῷ Πηλίῳ Μάγνητες. αὕτη μὲν οὖν ἡ πλευρὰ τῆς Θετταλίας ἑῴα λεγέσθω καὶ παραλία.

p.606
ἑκατέρωθεν δʼ ἀπὸ μὲν Πηλίου καὶ Πηνειοῦ πρὸς τὴν μεσόγαιαν Μακεδόνες παράκεινται μέχρι Παιονίας καὶ τῶν Ἠπειρωτικῶν ἐθνῶν, ἀπὸ δὲ τῶν Θερμοπυλῶν τὰ παράλληλα τοῖς Μακεδόσιν ὄρη τὰ Οἰταῖα καὶ Αἰτωλικά, τοῖς Δωριεῦσι καὶ τῷ Παρνασσῷ συνάπτοντα. καλείσθω δὲ τὸ μὲν πρὸς τοῖς Μακεδόσι πλευρὸν ἀρκτικόν, τὸ δʼ ἕτερον νότιον. λοιπὸν δʼ ἐστὶ τὸ ἑσπέριον, ὃ περικλείουσιν Αἰτωλοὶ καὶ Ἀκαρνᾶνες καὶ Ἀμφίλοχοι καὶ τῶν Ἠπειρωτῶν Ἀθαμᾶνες καὶ Μολοττοὶ καὶ ἡ τῶν Αἰθίκων ποτὲ λεγομένη γῆ καὶ ἁπλῶς ἡ περὶ Πίνδον --- πλὴν τοῦ Πηλίου καὶ τῆς Ὄσσης. ταῦτʼ ἐξῆρται μὲν ἱκανῶς, οὐ μήν γε πολλὴν περιλαμβάνει κύκλῳ χώραν, ἀλλʼ εἰς τὰ πεδία τελευτᾷ.

ταῦτα δʼ ἐστὶ τὰ μέσα τῆς Θετταλίας, εὐδαιμονεστάτη χώρα πλὴν ὅση ποταμόκλυστός ἐστιν. ὁ γὰρ Πηνειὸς διὰ μέσης ῥέων καὶ πολλοὺς δεχόμενος ποταμοὺς ὑπερχεῖται πολλάκις· τὸ δὲ παλαιὸν καὶ ἐλιμνάζετο, ὡς λόγος, τὸ πεδίον ἔκ τε τῶν ἄλλων μερῶν ὄρεσι περιειργόμενον καὶ τῆς παραλίας μετεωρότερα τῶν πεδίων ἐχούσης τὰ χωρία ὑπὸ δὲ σεισμῶν ῥήγματος γενομένου κατὰ τὰ νῦν καλούμενα Τέμπη καὶ τὴν Ὄσσαν ἀποσχίσαντος ἀπὸ τοῦ Ὀλύμπου, διεξέπεσε ταύτῃ πρὸς θάλατταν ὁ Πηνειὸς καὶ ἀνέψυξε τὴν χώραν ταύτην. ὑπολείπεται δʼ ὅμως ἥ τε Νεσσωνὶς λίμνη μεγάλη καὶ ἡ Βοιβηὶς ἐλάττων ἐκείνης καὶ πλησιεστέρα τῇ παραλίᾳ.