Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

τότε μὲν οὖν ἦν ἐνδοξότατα τὰ χωρία ταῦτα, ἡνίκα τῶν κλείθρων ἐκυρίευε τῶν περὶ τὰ στενά, καὶ τοῖς ἔξω τῶν στενῶν πρὸς τοὺς ἐντὸς ἦσαν ἀγῶνες πρωτείων· καθάπερ καὶ πέδας ἐκάλει Φίλιππος τῆς Ἑλλάδος τὴν Χαλκίδα καὶ τὴν Κόρινθον, πρὸς τὰς ἐκ τῆς Μακεδονίας ἀφορμὰς βλέπων· ἐπιδέσμους δʼ οἱ ὕστερον προσηγόρευον ταύτας τε καὶ ἔτι τὴν Δημητριάδα· καὶ γὰρ αὕτη παρόδων ἦν κυρία τῶν περὶ τὰ Τέμπη, τό τε Πήλιον ἔχουσα καὶ τὴν Ὄσσαν. ὕστερον δὲ πάντων ὑπὸ μίαν ἐξουσίαν ὑπηγμένων, ἅπαντʼ ἀτελεύεται πᾶσι καὶ ἀνέῳγε.

περὶ δὲ τὰ στενὰ ταῦτα οἱ περὶ Λεωνίδαν μετὰ ὀλίγων τῶν ὁμόρων τοῖς τόποις ἀντέσχον πρὸς τὰς

p.605
τοσαύτας τῶν Περσῶν δυνάμεις, μέχρι περιελθόντες διʼ ἀτραπῶν τὰ ὄρη κατέκοψαν αὐτοὺς οἱ βάρβαροι. καὶ νῦν τὸ πολυάνδριον ἐκείνων ἐστὶ καὶ στῆλαι καὶ ἡ θρυλουμένη ἐπιγραφὴ τῇ Λακεδαιμονίων στήλῃ οὕτως ἔχουσα ὦ ξένʼ ἀπάγγειλον Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις.

ἔστι δὲ καὶ λιμὴν μέγας αὐτόθι καὶ Δήμητρος ἱερόν, ἐν ᾧ κατὰ πᾶσαν Πυλαίαν θυσίαν ἐτέλουν οἱ Ἀμφικτύονες. ἐκ δὲ τοῦ λιμένος εἰς Ἡράκλειαν τὴν Τραχῖνα πεζῇ στάδιοι τετταράκοντα, πλοῦς δʼ ἐπὶ τὸ Κήναιον ἑβδομήκοντα. ἔξω δὲ Πυλῶν εὐθὺς ὁ Σπερχειὸς ἐκδίδωσιν. ἐπὶ δὲ Πύλας ἀπὸ Εὐρίπου στάδιοι πεντακόσιοι τριάκοντα. καὶ ἡ μὲν Λοκρὶς τέλος ἔχει. τὰ δʼ ἔξω Θετταλῶν ἐστι τὰ πρὸς ἕω καὶ τὸν Μαλιακὸν κόλπον, τὰ δὲ πρὸς δύσιν Αἰτωλῶν καὶ Ἀκαρνάνων. Ἀθαμᾶνες δὲ καὶ αὐτοὶ ἐκλελοίπασι.