Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

τοιαύτη δʼ οὖσα εἰς τέτταρα μέρη διῄρητο· ἐκαλεῖτο δὲ τὸ μὲν Φθιῶτις τὸ δὲ Ἑστιαιῶτις τὸ δὲ Θετταλιῶτις τὸ δὲ Πελασγιῶτις. ἔχει δʼ ἡ μὲν Φθιῶτις τὰ νότια τὰ παρὰ τὴν Οἴτην ἀπὸ τοῦ Μαλιακοῦ κόλπου καὶ Πυλαϊκοῦ μέχρι τῆς Δολοπίας καὶ τῆς Πίνδου διατείνοντα, πλατυνόμενα δὲ μέχρι Φαρσάλου καὶ τῶν

p.607
πεδίων τῶν Θετταλικῶν· ἡ δʼ Ἑστιαιῶτις τὰ ἑσπέρια καὶ τὰ μεταξὺ Πίνδου καὶ τῆς ἄνω Μακεδονίας· τὰ δὲ λοιπὰ οἵ τε ὑπὸ τῇ Ἑστιαιώτιδι νεμόμενοι τὰ πεδία, καλούμενοι δὲ Πελασγιῶται, συνάπτοντες ἤδη τοῖς κάτω Μακεδόσι, καὶ οἱ ἐφεξῆς τὰ μέχρι Μαγνητικῆς παραλίας ἐκπληροῦντες χωρία. κἀνταῦθα δʼ ἐνδόξων ὀνομάτων ἔσται ἀρίθμησις καὶ ἄλλως καὶ διὰ τὴν Ὁμήρου ποίησιν· τῶν δὲ πόλεων ὀλίγαι σώζουσι τὸ πάτριον ἀξίωμα, μάλιστα δὲ Λάρισα.

ὁ δὲ ποιητὴς εἰς δέκα μέρη καὶ δυναστείας διελὼν τὴν σύμπασαν γῆν ἣν νῦν Θετταλίαν προσαγορεύομεν, προσλαβών τινα καὶ τῆς Οἰταίας καὶ τῆς Λοκρικῆς, ὡς δʼ αὕτως καὶ τῆς ὑπὸ Μακεδόσιν νῦν τεταγμένης, ὑπογράφει τι κοινὸν καὶ πάσῃ χώρᾳ συμβαῖνον, τὸ μεταβάλλεσθαι καὶ τὰ ὅλα καὶ τὰ καθʼ ἕκαστα παρὰ τὰς τῶν ἐπικρατούντων δυνάμεις.

πρώτους δὴ καταλέγει τοὺς ὑπʼ Ἀχιλλεῖ[*](ante τοὺς· καὶ) τοὺς τὸ νότιον πλευρὸν κατέχοντας καὶ παρακειμένους τῇ τε Οἴτῃ καὶ τοῖς Ἐπικνημιδίοις Λοκροῖς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον, οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνʼ ἐνέμοντο, οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα, Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί. συζεύγνυσι δὲ τούτοις καὶ τοὺς ὑπὸ τῷ Φοίνικι καὶ κοινὸν ἀμφοῖν ποιεῖ τὸν στόλον. ὁ μὲν οὖν ποιητὴς οὐδαμοῦ μέμνηται Δολοπικῆς στρατιᾶς κατὰ τοὺς περὶ Ἴλιον ἀγῶνας· οὐδὲ γὰρ αὐτῶν τὸν ἡγεμόνα Φοίνικα πεποίηκεν εἰς τοὺς κινδύνους ἐξιόντα, καθάπερ τὸν Νέστορα· ἄλλοι δʼ εἰρήκασι, καθάπερ καὶ Πίνδαρος μνησθεὶς τοῦ Φοίνικος ὃς Δολόπων ἄγαγε θρασὺν ὅμιλον σφενδονᾶσαι, ἱπποδάμων

p.608
Δαναῶν βέλεσι πρόσφορον. τοῦτο δὴ καὶ παρὰ τῷ ποιητῇ κατὰ τὸ σιωπώμενον, ὡς εἰώθασι λέγειν οἱ γραμματικοί, συνυπακουστέον. γελοῖον γὰρ τὸ τὸν βασιλέα μετέχειν τῆς στρατείας[*](post στρατείας· ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων), τοὺς δʼ ὑπηκόους μὴ παρεῖναι αὐτῷ· οὐδὲ γὰρ συστρατεύειν ἂν τῷ Ἀχιλλεῖ δόξειεν, ἀλλὰ μόνον[*](post μόνον· ὀλίγων ἐστὶν) ἐπιστάτης καὶ ῥήτωρ ἕπεσθαι, εἰ δʼ ἄρα, σύμβουλος. τὰ δʼ ἔπη βούλεται καὶ τοῦτο δηλοῦν· τοιοῦτον γὰρ τὸ μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων. --- ταῦτα λέγων.