Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

τὸ δʼ ὄρος διατείνει ἀπὸ Θερμοπυλῶν καὶ τῆς ἀνατολῆς μέχρι πρὸς τὸν κόλπον τὸν Ἀμβρακικὸν καὶ τὴν ἑσπέραν· τρόπον δέ τινα καὶ πρὸς ὀρθὰς τέμνει τὴν ἀπὸ τοῦ Παρνασσοῦ μέχρι Πίνδου καὶ τῶν ὑπερκειμένων βαρβάρων ὀρεινὴν τὸ ὄρος τοῦτο. τούτου δὴ τὸ μὲν πρὸς Θερμοπύλας νενευκὸς μέρος Οἴτη καλεῖται σταδίων διακοσίων τὸ μῆκος, τραχὺ καὶ ὑψηλόν, ὑψηλότατον δὲ κατὰ τὰς Θερμοπύλας· κορυφοῦται γὰρ ἐνταῦθα καὶ τελευτᾷ πρὸς ὀξεῖς καὶ ἀποτόμους μέχρι τῆς θαλάττης κρημνούς, ὀλίγην δʼ ἀπολείπει πάροδον τοῖς ἀπὸ τῆς παραλίας ἐμβάλλουσιν εἰς τοὺς Λοκροὺς ἐκ τῆς Θετταλίας.

τὴν μὲν οὖν πάροδον Πύλας καλοῦσι καὶ στενὰ καὶ Θερμοπύλας· ἔστι γὰρ καὶ θερμὰ πλησίον ὕδατα τιμώμενα ὡς Ἡρακλέους ἱερά· τὸ δʼ ὑπερκείμενον ὄρος Καλλίδρομον· τινὲς δὲ καὶ τὸ λοιπὸν τὸ διʼ Αἰτωλίας καὶ τῆς Ἀκαρνανίας διῆκον μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου Καλλίδρομον προσαγορεύουσι. πρὸς δὲ

p.604
ταῖς Θερμοπύλαις ἐστὶ φρούρια ἐντὸς τῶν στενῶν, Νίκαια μὲν ἐπὶ θάλατταν Λοκρῶν, Τειχιοῦς δὲ καὶ Ἡράκλεια ὑπὲρ αὐτῆς, ἡ Τραχὶν καλουμένη πρότερον, Λακεδαιμονίων κτίσμα· διέχει δὲ τῆς ἀρχαίας Τραχῖνος περὶ ἓξ σταδίους ἡ Ἡράκλεια· ἑξῆς δὲ ἡ Ῥοδουντία, χωρίον ἐρυμνόν.

ποιεῖ δὲ δυσείσβολα τὰ χωρία ταῦτα ἥ τε τραχύτης καὶ τὸ πλῆθος τῶν ὑδάτων φάραγγας ποιούντων, ἃς διέξεισι. πρὸς γὰρ τῷ Σπερχειῷ τῷ παραρρέοντι τὴν Ἀντικύραν καὶ ὁ Δύρας ἐστίν, ὅν φασιν ἐπιχειρῆσαι τὴν Ἡρακλέους σβέσαι πυράν· καὶ ἄλλος Μέλας διέχων Τραχῖνος εἰς πέντε σταδίους. πρὸς δὲ μεσημβρίαν τῆς Τραχῖνος φησὶν Ἡρόδοτος εἶναι βαθεῖαν διασφάγα, διʼ ἧς Ἀσωπός, ὁμώνυμος τοῖς εἰρημένοις Ἀσωποῖς, εἰς τὴν θάλατταν ἐκπίπτει τὴν ἐκτὸς Πυλῶν, παραλαβὼν καὶ τὸν Φοίνικα ἐκ τῆς μεσημβρίας συμβάλλοντα αὐτῷ, ὁμώνυμον τῷ ἥρωι, οὗ καὶ τάφος πλησίον δείκνυται· στάδιοι δʼ εἰσὶν ἐπὶ Θερμοπύλας ἀπὸ τοῦ Ἀσωποῦ πεντεκαίδεκα.