Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ταῦτα μὲν οὖν ἐᾶν δεῖ ὡς παιδικά. ἃ δʼ ἄν τις αἰτιάσαιτο τοῦ Ἐρατοσθένους τοιαῦτά ἐστι. καθάπερ γὰρ ἡ κατὰ μέλος τομὴ τῆς ἄλλως κατὰ μέρος διαφέρει (διότι ἡ μὲν καὶ τὰ μέρη λαμβάνει περιγραφὴν ἔχοντα φυσικήν, ἀρθρώσει τινὶ καὶ τύπῳ

p.110
σημειώδη[*](postσημειώδη· καθʼ ὃ καὶ τοῦτο εἴρηται τὸν δὲ διὰ μελεϊστὶ ταμών ), ἡ δʼ οὐδὲν ἔχει τοιοῦτον), χρώμεθα δʼ οἰκείως ἑκατέρᾳ τὸν καιρὸν καὶ τὴν χρείαν σκοποῦντες, οὕτως ἐπὶ τῶν γεωγραφικῶν δεῖ μὲν τομὰς ποιεῖσθαι τῶν μερῶν τὰ καθʼ ἕκαστα ἐπιόντας, μιμεῖσθαι δὲ τὰς κατὰ μέλος τομὰς μᾶλλον ἢ τὰς ὡς ἔτυχε. τὸ γὰρ σημειῶδες καὶ τὸ εὐπεριόριστον ἐκεῖθεν λαβεῖν ἔστιν, οὗ χρείαν ἔχει ὁ γεωγράφος· εὐπεριόριστον δέ, ὅταν ἢ ποταμοῖς ἢ ὄρεσιν ἢ θαλάττῃ δυνατὸν ᾖ, καὶ ἔθνει δὲ ἢ ἔθνεσι καὶ μεγέθει ποσῷ καὶ σχήματι, ὅπου τοῦτο δυνατόν. πανταχοῦ δὲ ἀντὶ τοῦ γεωμετρικῶς τὸ ἁπλῶς καὶ ὁλοσχερῶς ἱκανόν. μέγεθος μὲν οὖν ἱκανόν ἐστιν, ἂν τὸ μέγιστον εἴπῃς μῆκος καὶ πλάτος, ὡς τῆς οἰκουμένης ἑπτὰ μυριάδων εἰ τύχοι μῆκος, πλάτος δʼ ἔλαττον ἢ ἥμισυ μικρῷ τοῦ μήκους· σχῆμα δʼ, ἂν τῶν γεωμετρικῶν τινὶ σχημάτων εἰκάσῃς, ὡς τὴν Σικελίαν τριγώνῳ, ἢ τῶν ἄλλων γνωρίμων τινὶ σχημάτων, οἷον τὴν Ἰβηρίαν βύρσῃ, τὴν Πελοπόννησον πλατάνου φύλλῳ· ὅσῳ δʼ ἂν μεῖζον ᾖ τὸ τεμνόμενον, τοσῷδε καὶ ὁλοσχερεστέρας πρέποι ἂν ποιεῖσθαι τὰς τομάς.

̔η μὲν οὖν οἰκουμένη δίχα διῄρηται τῷ τε Ταύρῳ καὶ τῇ ἐπὶ στήλας θαλάττῃ καλῶς. καὶ τοῦ νοτίου μέρους ἡ μὲν Ἰνδικὴ περιώρισται πολλοῖς· καὶ γὰρ ὄρει καὶ ποταμῷ καὶ θαλάττῃ καὶ ἑνὶ ὀνόματι ὡς[*](post ὡς· ἔθνος) ἑνὸς ἔθνους· ὥστε καὶ τετράπλευρος ὀρθῶς λέγεται καὶ ῥομβοειδής. ἡ δʼ Ἀριανὴ ἧττον μὲν τὸ εὐπερίγραφον ἔχει διὰ τὸ τὴν ἑσπερίαν πλευρὰν συγκεχύσθαι, διώρισται δʼ ὅμως ταῖς τε τρισὶ πλευραῖς ὡς ἂν εὐθείαις, καὶ τῷ ὀνόματι ὡς ἂν ἑνὸς ἔθνους. ἡ δὲ τρίτη σφραγὶς τελέως ἀπερίγραφός ἐστιν, οὕτω γε ἀφορισθεῖσα· ἥ τε γὰρ κοινὴ πλευρὰ αὐτῇ τε καὶ τῇ Ἀριανῇ συγκέχυται, ὡς

p.111
προείρηται, καὶ ἡ νότιος πλευρὰ ἀργότατα εἴληπται· οὔτε γὰρ περιγράφει τὴν σφραγῖδα, διὰ μέσης τε αὐτῆς βαδίζουσα καὶ πολλὰ μέρη ἀπολείπουσα πρὸς νότον, οὔτε μῆκος ὑπογράφει τὸ μέγιστον (τὸ γὰρ προσάρκτιον πλευρὸν μεῖζον), οὔθʼ ὁ Εὐφράτης ἑσπέριόν ἐστι πλευρὸν οὐδʼ εἰ ἐπʼ εὐθείας ῥέοι, τῶν ἄκρων αὐτοῦ μὴ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κειμένων. τί γὰρ μᾶλλον ἑσπέριον ἢ νότιον; χωρὶς δὲ τούτων, ὀλίγης οὔσης τῆς ἐπὶ θάλατταν λοιπῆς τὴν Κιλίκιον καὶ τὴν Συριακήν, τὸ μὴ μέχρι δεῦρο προάγειν δεῖν τὴν σφραγῖδα οὐ πιθανόν, τῆς τε Σεμιράμιδος καὶ τοῦ Νίνου Σύρων λεγομένων, ὧν τῆς μὲν ἡ Βαβυλὼν κτίσμα καὶ βασίλειον, τοῦ δὲ Νίνος ὡς ἂν μητρόπολις τῆς Συρίας. καὶ τῆς διαλέκτου δὲ μέχρι νῦν διαμενούσης τῆς αὐτῆς τοῖς τε ἐκτὸς τοῦ Εὐφράτου καὶ τοῖς ἐντός, τὸ ἐνταῦθα μέντοι τοιούτῳ μερισμῷ διασπᾶν ἔθνος γνωριμώτατον καὶ τὰ μέρη συνάπτειν τοῖς ἀλλοεθνέσιν ἥκιστα ἂν πρέποι. οὐδὲ γὰρ ὑπὸ μεγέθους ἀπηναγκάσθαι λέγοι ἄν· καὶ γὰρ τὸ μέχρι θαλάττης οὐ μήν πω ἂν ἐξισάζοιτο τῇ Ἰνδικῇ, ἀλλʼ οὐδὲ τῇ Ἀριανῇ, προσλαβὸν καὶ τὸ μέχρι τῶν ὅρων τῆς εὐδαίμονος Ἀραβίας καὶ τῆς Αἰγύπτου· ὥστε πολὺ κρεῖττον ἦν μέχρι δεῦρο προελθεῖν, τῆς τρίτης εἰπόντα σφραγῖδος τοσαύτῃ προσθήκῃ τῇ μέχρι τῆς Συριακῆς θαλάττης τὸ μὲν νότιον πλευρὸν οὐχ ὥσπερ ἐκεῖνος εἶπεν ἔχον, οὐδʼ ἐπʼ εὐθείας, ἀλλʼ ἀπὸ τῆς Καρμανίας εὐθὺς τὴν δεξιὰν παραλίαν εἰσπλέοντι τὸν Περσικὸν κόλπον μέχρι τῆς ἐκβολῆς τοῦ Εὐφράτου, καὶ μετὰ ταῦτα τοῖς ὁρίοις τῆς Μεσήνης καὶ τῆς Βαβυλωνίας συνάπτον, ἥπερ ἐστὶν ἀρχὴ τοῦ διορίζοντος τὴν εὐδαίμονα Ἀραβίαν ἀπὸ τῆς ἄλλης ἠπείρου, εἶτʼ ἐφεξῆς αὐτὸν τοῦτον διεξιόν, διῆκόν τε μέχρι τοῦ
p.112
μυχοῦ τοῦ Ἀραβίου κόλπου καὶ Πηλουσίου, καὶ ἔτι τοῦ Κανωβικοῦ στόματος τοῦ Νείλου· τοῦτο μὲν τὸ νότιον πλευρόν, τὸ δὲ λοιπὸν ἑσπέριον τὴν ἀπὸ τοῦ Κανωβικοῦ στόματος μέχρι τῆς Κιλικίας παραλίαν.

τετάρτη δʼ ἂν εἴη σφραγὶς ἡ συνεστῶσα ἔκ τε τῆς εὐδαίμονος Ἀραβίας καὶ τοῦ Ἀραβίου κόλπου καὶ τῆς Αἰγύπτου πάσης καὶ τῆς Αἰθιοπίας. ταύτης δὲ τῆς μερίδος μῆκος μὲν ἔσται τὸ ἀφοριζόμενον ὑπὸ δυεῖν μεσημβρινῶν· ὁ μὲν γὰρ γράφεται διὰ τοῦ δυσμικωτάτου σημείου τοῦ ἐπʼ αὐτῆς, ὁ δὲ διὰ τοῦ ἑωθινωτάτου· πλάτος δὲ τὸ μεταξὺ δυεῖν παραλλήλων, ὧν ὁ μὲν γράφεται διὰ τοῦ βορειοτάτου σημείου, ὁ δὲ διὰ τοῦ νοτιωτάτου· ἐπὶ γὰρ τῶν ἀνωμάλων σχημάτων, ἐφʼ ὧν πλευραῖς οὐ δυνατὸν ἀφορίσαι πλάτος καὶ μῆκος, οὕτω τὸ μέγεθος ἀφοριστέον. καθόλου δὲ νοητέον, ὅτι οὐχ ὡσαύτως λέγεται μῆκος καὶ πλάτος ἐπὶ ὅλου καὶ μέρους· ἀλλʼ ἐφʼ ὅλου μὲν τὸ μεῖζον διάστημα καλεῖται μῆκος, τὸ δʼ ἔλαττον πλάτος, ἐπὶ μέρους δὲ μῆκος μὲν τὸ παράλληλον τῷ τοῦ ὅλου μήκει τμῆμα ἐκείνου, ὁπότερον ἂν ᾖ μεῖζον, κἂν τὸ ληφθὲν διάστημα ἐν τῷ πλάτει μεῖζον ᾖ τοῦ ληφθέντος ἐν τῷ μήκει διαστήματος. διὸ καὶ τῆς οἰκουμένης ἀπʼ ἀνατολῆς ἐπὶ δύσιν μηκυνομένης, ἀπὸ δὲ ἄρκτων ἐπὶ νότον πλατυνομένης, καὶ τοῦ μὲν μήκους ἐπὶ παραλλήλου τινὸς τῷ ἰσημερινῷ γραφομένου, τοῦ δὲ πλάτους ἐπὶ μεσημβρινοῦ, δεῖ καὶ τῶν μερῶν λαμβάνεσθαι μήκη μὲν τὰ παράλληλα τῷ μήκει τμήματα αὐτῆς, πλάτη δὲ τὰ τῷ πλάτει. οὕτω γὰρ ἂν ἄμεινον ὑπογράφοιτο πρῶτον μὲν τὸ μέγεθος τῆς οἰκουμένης ὅλης, ἔπειτα καὶ ἡ διάθεσις καὶ τὸ σχῆμα τῶν μερῶν, καθʼ ἃ μὲν ἀπολείπειν καθʼ ἃ δὲ πλεονάζειν φαινομένων τῇ τοιαύτῃ παραθέσει.