Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Λύκος περὶ φρέσρ χορεύει: ἐπὶ τῶν πονοῦν των περί τι μάτην. Ὁ γὰρ λύκος ἄπρακτος περίεισιν, ὅταν διψήσῃ. Ὁμοία τῇ, Κύων παρ’ ἐντέροις.

Λευκώλενον λίνον κερδογαμεῖς: ἐπὶ τῶν αἰσχρὰς ἐπὶ κέρδει γαμούντων.

Λοκρικὸς βοῦς: ἐπὶ τῶν εὐτελῶν. Λοκροὶ γὰρ ἀποροῦντες βοῶν πρὸς θυσίας, ξύλα σχηματίσαντες εἰς βοῦν, οὕτω τὸ θεῖον ἱλάσκονται.

Λυδοὶ πονηροὶ, δεύτεροι δ’ Αἰγύπτιοι, τρίτοι δὲ πάντων Κᾶρες ἐξωλέστατοι:

Λέοντα ξυρᾷς: ἐπὶ τῶν καθ’ ἑαυτῶν τι ποιούντων.

Λύκος πρὸ βοῆς σπεύδει: ἐπὶ τῶν ὑπερσπευδόντων. Καὶ γὰρ τὸ θηρίον ἁρπάξαν φεύγει.

Λύχνον ἐν μεσημβρίᾳ ἅπτειν: ἐπὶ τῶν παρὰ καιρόν τι ποιούντων. Ὅμοιον τῇ, Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις.

Παρὰ Λύδιον ἅρμα: ἐπὶ τῶν πολὺ ἀπολειπομένων ἐν ἀγῶνι τινί.

Λυδίῳ νόμῳ: μαντικῷ· μάντεις γὰρ οἱ Λυδοί.

Λακωνικὰς Σελήνας: ἐπὶ τῶν ἀμφιβόλως συνθήκας ποιουμένων. Οὗτοι γὰρ βοήθειαν αἰτούμενοι ἀνεβάλλοντο, τὴν σελήνην προφασιζόμενοι. Ἀκεσσαίου σελήνη, τὸ ἐναντίον.

Λιπαρώτερος λύχνου, καὶ Λιπαρώτερος ληκυθίου: ἐπὶ τῶν ὑπερβολικῶν. Ὁμοία τῇ, Ἀκόνην σιτίζεις.

Λύω λέσχας: Πλάτων φησὶ λέγων ὁπόταν ἐπὶ τὰ ἔργα ἐξήρχοντο.

Μασχάλην αἴρειν: ἀντὶ τοῦ κωθωνίζεσθαι καὶ πίνειν.

Μεγαρέων δάκρνα: ἐπὶ τῶν πρὸς βίαν δακρυόντων. Τοῦ βασιλέως αὐτῶν ἀποθανόντος ἠναγκάσθησαν, πάντες ὑπὸ τῆς αὐτοῦ γυναικὸς δακρῦσαι. Ὁμοία τῇ, Πρὸς σῆμα μητρυιᾶς θρηνεῖν.

Μεγαρικαὶ σφίγγες: πόρνας τινὰς οὕτως ἐκάλουν.

Μετὰ Λέσβιον ᾠδόν: ἐπὶ τῶν τὰ δεύτερα φε ρομένων.

Μηδικὴ τράπεζα: ἐπὶ τῶν πολυτελῶν καὶ ἁβρῶν.

Μὴ μελαμπύγου τύχῃς: μή τινος ἀνδρείου καὶ ἰσχυροῦ.

Μία λόχμη οἰ τρέφει δύο: ἐπὶ τῶν ἐκ μικροῦ πολλὰ κερδαίνειν βουλομένων.

Μύλλος πάντα ἀκούει: ἐπὶ τῶν κωφότητα προςποιουμένων, καὶ πάντα ἀκουόντων. Μύλλος γὰρ κωμῳδιῶν ποιητὴς, ὃς μὴ ἀκούειν ὑπεκρίνετο.