Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Λαγὼς καθεύδων: ἐπὶ τῶν προςποιουμένων καθεύδειν, ἢ ἐπὶ τῶν προρποιουμένων τι δρᾶν καὶ οὐκ ἐξ ἀληθείας πραττόντων.

Λήμνιον κακόν: ἀπὸ τῶν ἐν Λήμνῳ κακῶν γυναικῶν ἡ παραβολή.

Λυδὸς καπηλεύει: λέγεται Κῦρον περιγενόμενον τῶν Λυδῶν προςτάξαι αὐτοῖς καπηλεύειν.

Λύκου πτερά: ἐπὶ τῶν ἀδυνάτων. Πῶς γὰρ ἂν πτηνός τις γένοιτο λύκος;

Λαγὼς περὶ κρεῶν: ἐπὶ τῶν διακινδυνευόντων καὶ περὶ ψυχῆς ἀγωνιζομένων. Καὶ γὰρ κἀκεῖνος περὶ τῶν ἑαυτοῦ κρεῶν τρέχει.

Λούσαιο τὸν Πελίαν: ἀπὸ τῶν τῷ Πελίᾳ συμβάντων παρήχθη.

Λέρνη κακῶν: Ὡς, Ἰλιὰς κακῶν. Διὰ τὸ τοὺς Ἀργείους ἐκεῖσε ἐν τῇ Λέρνῃ τὰ καθάρματα βάλλειν.

Λευκὴ στάθμη: ἐπὶ τῶν μηδὲν συνιέντων· καὶ ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειουμένων.

Λευκὴ ψῆφος: ἐπὶ τῶν εὐδαιμόνως βιούντων

Λημνίᾳ χειρί: ὠμῇ καὶ παρανόμῳ. Ἀπὸ τῶν συμβάντων.

Λιβυκὸν θηρίον: ἐπὶ τῶν ποικίλων καὶ πο λυειδῶν τοῖς τρόποις. Πολυθήρου γὰρ οὔσης τῆς Λιβύης καὶ πολλῶν ζώων συνιόντων καὶ ἀλλήλοις ἐπιβαινόντων, ἐξηλλαγμένα ἀποτελεῖ καὶ σύμμικτα ζῶα.

Λευκὴν μᾶζαν φυρῶ σοι: ἐπὶ τῶν μεγάλως ὑπισχνουμένων.

Λιμοῦ πεδίον: ἐπὶ τῶν ὑπὸ λιμοῦ πιεζομένων πόλεων. Λιμοῦ γάρ ποτε ὄντος, ἔχρησεν ὁ θεὸς Ἀθηναίοις ἀνεῖναι τῷ λιμῷ πεδίον, εἰ μέλλοιεν ἀπαλλαγῆναι τοῦ λιμοῦ· διὸ καὶ ἐποίησαν.

Λιμῷ Μηλίῳ: ἐπὶ τῶν σφόδρα λιμωττόντων. Τοὺς γὰρ Μηλίους Ἀθηναῖοι ἰσχυρῶς ἐκάκωσαν.

Λίνδιοι τὴν θυσίαν: ἐπὶ τῶν σκωπτόντων καὶ δυςφήμως ἱερουργούντων. Ἡρακλῆς γὰρ ἥρπασε τὸν βοῦν τινὸς τῶν Λινδίων καὶ ἐθοινήσατο· ὁ δ’ ἐλοιδορεῖτο αὐτῷ.

Λίνῳ λίνον συνάπτεις: ἐπὶ τῶν τὰ ἀσθενῆ ἀσθενέσι συναπτόντων.

Λοκρῶν σύνθημα: ἐπὶ τῶν παρακρουομένων. Λοκροὶ γὰρ τὰς συνθήκας παρέβησαν.

Λυδὸς ἐν μεσημβρίᾳ: ἐπὶ τῶν ἀκολάστων. Τοιαύτῃ γὰρ ὥρᾳ οἱ αἰπόλοι ἀκολασταίνουσιν ἐκεῖσε.

Λύκος ἀετὸν φεύγει: ἐπὶ τῶν ἀφύκτων.

Λύκος ἔχανεν: ἐπὶ τῶν τῆς ἐλπίδος ἀποτυγχανόντων. Οἱ γὰρ λύκοι ἀθηρίᾳ περιπεσόντες, χαίνουσι διερχόμενοι.