Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Μῦς ἄρτι πίττης γεύεται: ἐπὶ τῶν νεωστὶ πασχόντων κακῶς.

Μυσῶν λείαν: ἐπὶ τῶν κακῶς διαρπαζομένων. Οἱ γὰρ ** κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληΐζοντο.

Μέτρῳ ὕδωρ πίνοντες, ἀμετρὶ δὲ μᾶζαν ἔδοντες.

Μέγα φρονεῖ ἢ Πηλεὺς ἐπὶ τῇ μαχαίρᾳ: σωφροσύνης γὰρ δῶρον αὐτῷ ἐδόθη.

Μῦς λευκός: ἐπὶ τῶν ἀσελγῶν καὶ ἀκρατῶν· τοιοῦτοι γὰρ οἱ κατοικίδιοι μύες.

Μὴ παιδὶ μάχαιραν: μὴ τοῖς ἀπείροις ἐγχειρεῖν μεγάλα πράγματα, μή πως καθ’ ἑαυτῶν χρήσωνται.

Μανίαι οὐ πᾶσιν ὅμοιαι: τῶν μανιῶν αἱ μέν εἰσιν ἄτοποι, αἱ δ’ ἀρετῆς καὶ εὐχῆς ἄξιαι, ὡς αἱ τῶν χρησμολόγων.

Μέγα στόμα τὸ ἐνιαυτοῦ: τουτέστι πολλὴ παῤῥησία εὐθηνίας γενομένης.

Μυσὶ κανθαρίς: ἐπὶ τῶν μηδενὸς ἀξίων.

Μετὰ Μουσῶν κόρυδος: ἐπὶ τῶν ἀπαιδεύτων πεπαιδευμένοις συνόντων. Ὁμοία, Καρικὴ Μοῦσα. Καὶ, Κόρχορος ἐν λαχάνοις.

Μέλιτος μυελός: ἐπὶ τοῦ ἄγαν ἡδέος.

Μείζονα βοᾷ δάφνης χλωρᾶς καιομένης: ἐπὶ τῶν μεγάλα βοώντων.

Μὴ εἰκῇ τὴν Ἄβυδον: λείπει, παραπλεῖν. Ἐπὶ τῶν παρακινδυνευόντων.

Μὴ κινεῖν κακὸν εὖ κείμενον: ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐγειρόντων.

Μηδὲν κατὰ βοὸς εὔξῃ: μὴ πάντα ἐπιτρέπειν ταῖς εὐχαῖς.

Μήτε νεῖν, μήτε γράμματα: ἐπὶ τῶν ἀμαθῶν. Ταῦτα γὰρ ἐκπαιδόθεν ἐν ταῖς Ἀθήναις ἐμάνθανον.

Μηδέποτε μηδεὶς Μεγαρέων γένοιτο σοφώτερος: ἐπὶ τοῦ ἀναισθήτου. Χαριεντιζόμενοι δὲ τοῦτο ἔλεγον.

Μηδὲ μέλι, μηδὲ μελίσσας: ἐπὶ τῶν μὴ βουλομένων παθεῖν τι ἀγαθὸν μετὰ ἀπευκτοῦ.

Μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης: ἐπὶ τῶν τὴν ἰσχὺν ἀνίσων.

Μὴ λόγους ἀντ’ ἀλφίτων: ἐπὶ τῶν τινὸς ἀξιούντων τυχεῖν.