Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Γεωργοῦ παῖδα ὄφις ἑρπύσας ἀπέκτεινεν. Ὁ δὲ ἐπὶ τούτῳ δεινοπαθήσας πέλεκυν ἀνέλαβε, καὶ παραγενόμενος εἰς τὸν φωλεὸν αὐτοῦ εἱστήκει, παρατηρούμενος, ὅπως, ἄν ἐξίῃ, εὐθέως αὐτὸν πατάξῃ. Παρακύψαντος δὲ τοῦ ὄφεως κατενεγκών τὸν πέλεκυν τοῦ μὲν διήμαρτε, τὴν δὲ παρακειμένην πέτραν διέκοψεν. Εὐλαβηθεὶς δὲ ὕστερον παρεκάλει αὐτὸν, ὅπως αὐτῷ διαλλαγῇ· ὁ δὲ εἶπεν· ,,ἀλλ’ οὕτε ἐγώ δύναμαί σοι εὐνοῆσαι, ὁρῶν τὴν κεχαραγμένην πέτραν, οὔτε σὺ ἐμοὶ, ἀποβλέπων εἰς τὸν τοῦ παιδὸς τάφον.“
Ὁ λόγος δηλοῖ, ὅτι αἱ μεγάλαι ἔχθραι οὐ ῥαδίως τὰς μεταλλαγὰς ἔχουσι.
Ὄφις, ἐν γεωργοῦ προθύροις φωλεύων, ἀνεῖλεν αὐτοῦ τὸ νήπιον παιδίον. Πένθος δὲ τοῖς γονεῦσιν ἐγένετο μέγα. Καὶ ὁ πατὴρ, ὑπὸ τῆς λύπης πέλεκυν λαβὼν, ἔμελλε τὸν ὄφιν ἐξελθόντα φονεύσειν. Ὡς δὲ ἔκυψε μικρὸν, σπεύσας ὁ γεωργὸς τοῦ πατάξαι αὐτὸν. ἠστόχησε, μόνον κρούσας τὴν τῆς τρώγλης ὀπήν. Ἀπελθόντος δὲ τοῦ ὄφεως, ὁ γεωργὸς, νομίσας τὸν ὄφιν μηκέτι μνησικακεῖν, λαβών ἄρτον καὶ ἅλας, ἔθηκεν ἐν τῇ τρώγλῃ. Ὁ δὲ ὄφις, λεπτὸν συρίξας, εἶπεν· ,,οὐκ ἔσται ἡμῖν ἀπάρτι πίστις ἢ φιλία, ἕως ἂν ἐγὼ τὴν πέτραν ὁρῶ, σύ δὲ τὸν τύμβον τοῦ τέκνου.“
Ὁ μῦθος δηλοῖ, ὅτι οὐδεὶς μίσους ἢ ἀμύνῃς ἐπιλανθάνεται, ἐφʼ ὅσον βλέπει μνημόσυνον, διʼ οὗ ἐλυπήθη.
Γέρων τις γεωργὸς χειμῶνος ὥρᾳ ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα, τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον ἔθετο. Θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβών τὴν ἰδίαν φύσιν, ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε· θνήσκων δὲ ἔλεγε· ,,δίκαια πάσχω, τὸν πονηρὸν οἰκτείρας.“
Ὁ λόγος δηλοῖ, ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ μέγιστα φιλανθρωπεύωνται.
Ὁδοιπόρος χειμῶνος ὁδεύων, ὡς ἐθεάσατο ἔχιν ὑπὸ τοῦ κρύους διαφθειρόμενον, τοῦτον ἐλεήσας ἀνείλετο, καὶ βαλὼν εἰς τὸν ἑαυτοῦ κόλπον, θερμαίνειν ἐπειρᾶτο. Ὁ δὲ, μέχρι μὲν ὑπὸ τοῦ ψύχους συνείχετο, ἠρέμει· ἐπειδὴ δὲ ἐθερμάνθη, καὶ ἀνεζωώθη, τὴν αὐτοῦ
Ὁ λόγος δηλοῖ, ὅτι πονηρία εὐεργετουμένη πρὸς τῷ ἀμοιβὰς οὐκ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν ἀναπτεροῦται.
Γεωργός τις, μέλλων καταλύειν τὸν βίον, καὶ βουλόμενος τούς ἑαυτοῦ παῖδας πεῖραν λαβεῖν τῆς γεωργίας, προσκαλεσάμενος αὐτούς ἔφη· ,,παῖδες ἐμοὶ, ἐγὼ μὲν ἤδη τοῦ βίου ὑπέξειμι, ὑμεῖς δʼ, ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται, ζητήσαντες, εὑρήσετε πάντα.· Οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι, πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποβίωσιν τοῦ πατρὸς κατέσκαψαν· καὶ θησαυρῷ μὲν οὐ περιέτυχον, ἡ δὲ ἄμπελος, καλῶς σκαφεῖσα, πολλαπλασίονα τὸν καρπὸν ἀνέδωκεν.
Ὁ μῦθος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις.
Ἀνὴρ γεωργὸς μέλλων τελευτᾶν καὶ βουλόμενος τοὺς αὐτοῦ παῖδας ἐμπείρους ποιῆσαι τῆς γεωργίας, μετακαλεσάμενος αὐτοὺς ἔφη· ,,τεκνία μου, ἐν ἐνί μου τῶν ἀμπελώνων θησαυρὸς ἀπόκειται.“ Οἱ δὲ μετὰ τὴν αὐτοῦ τελευτὴν ὕννας τε καὶ δικέλλας λαβόντες πᾶσαν αὐτῶν τὴν γεωργίαν ὤρυξαν, καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον, ἡ δʼ ἄμπελος πολλαπλασίονα τὴν φορὰν αὐτοῖς ἀντεδίδου.
Ὁ λόγος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις
Δυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δʼ ὥρη· καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψας ἐφύλασσεν ἑστώς· καὶ γὰρ ἄκριτον πλήθει μέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων, ψᾶρές τʼ ὀρύκται σπερμάτων ἀρουραίων. τῷ δʼ ἠκολούθει σφενδόνην ἔχων κοίλην παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης ἤκουον, εἰ τὴν σφενδόνην πότʼ ᾐτήκει, καὶ πρὶν λαβεῖν ἔφευγον. εὗρε δὴ τέχνην ὁ γεωργὸς ἄλλην, τόν τε παῖδα φωνήσας ἐδίδασκεν· ,, ὦ παῖ, χρὴ γὰρ ὀρνέων ἡμᾶς σοφὸν δολῶσαι φῦλον· ἡνίκʼ ἂν τοίνυν ἔλθωσ’, ἐγὼ μὲν“ εἶπεν ,,ἄρτον αἰτήσω, σὺ δʼ οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις.“ οἱ ψᾶρες ἦλθον κἀνέμοντο τὴν χώρην. ὁ δʼ ἄρτον ᾔτει, καθάπερ εἶχε συνθήκην· οἱ δʼ οὐκ ἔφευγον. τῷ δʼ ὁ παῖς λίθων πλήρη τὴν σφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψας τοῦ μὲν τὸ βρέγμα, τοῦ δʼ ἔτυψε τὴν κνήμην, ἑτέρου τὸν ὦμον· οἱ δʼ ἔφευγον ἐκ χώρης. γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων. καί τις κολοιῶν εἶπε· ,,φεύγετʼ ἀνθρώπων γένος πονηρὸν, ἄλλα μὲν πρὸς ἀλλήλους λαλεῖν μαθόντων, ἄλλα δʼ ἔργα ποιούντων.“
Δεινὸν τὸ φῦλον τῶν δόλῳ τι πραττόντων.]
Ἐν ἀρούρᾳ παγίδας γεωργὸς ἔστησε. Θηρεύσας δὲ γεράνους, τούς τὸν σπόρον φθείροντας, σὺν αὐτοῖς καὶ πελαργὸν εἰλήφει. Ὁ δὲ χωλεύων ἱκέτευεν ἀφεθῆναι λέγων· ,,οὐ γάρ εἰμι γέρανος· πελαργός εἰμι,
Ὅτι καλόν ἐστι φεύγειν, καὶ μὴ συγκοινωνεῖν ἀνδράσι κακοῖς, μή πως κινδύνοις σύν αὐτοῖς ἐμπέσῃς.
Ὀρνιθοθήρας δίκτυα γεράνοις ἀναπετάσας, πύῥῥωθεν ἐθεώρει τὴν ἄγραν. Πελαργοῦ δὲ σύν τοῖς γεράνοις ἐπικαθίσαντος, ἐπιδραμὼν μετʼ ἐκείνων καὶ αὐτὸν συνέλαβε. Τοῦ δὲ δεομένου μὴ θῦσαι αὐτὸν καὶ λέγοντος, ὡς οὐ μόνον [αὐτὸς] ἀβλαβής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος· τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμβάνων ἀναιρεῖν, ὁ ὀρνιθοθήρας ἔφη· ,,ἀλλʼ εἰ τὰ μάλιστα οὐ φαῦλος εἶ, διὰ τοῦτο κολάσεως ἄξιος, ὅτι μετὰ πονηρῶν κεκάθικας.“
Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνουσίας φεύγειν, ἵνα μὴ καὶ αὐτοὶ ἐκείνων τῆς κακίας κοινωνεῖν δόξωμεν.
Γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. Καθʼ ἑκάστην οὖν τὴν Γῆν, ὡς ὑπʼ αὐτῆς εὐεργετηθεὶς, ἔστεφε. Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· ,,ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη; Κἰ γὰρ ὁ καιρὸς μεταβάλοι, καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδʼ ὅτι τηνικαῦτα ἐμὲ, τὴν Τύχην, μέμψῃ.“
Ὁ μῦθος δηλοῖ, ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινωσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.
Φυτὸν ἦν εἰς γεωργοῦ χώραν, καρπὸν μὴ φέρον, ἀλλὰ μόνον στρουθῶν καὶ τεττίγων κελαδούντων ἠν καταφυγή. Ὁ δὲ γεωργὸς ὡς ἄκαρπον ἐκτέμνειν ἤμελλε· καὶ δὴ τὸν πέλεκυν λαβών ἐπέφερε τὴν πληγήν. Οἱ δὲ τέττιγες καὶ οἱ στρουθοὶ ἱκέτευον τὴν καταφυγὴν αὐτῶν μὴ ἐκκόψαι, ἀλλʼ ἐᾶσαι, ὥστε ᾄδειν ἐν αὐτῷ, καὶ αὐτὸν τὸν γεωργὸν τέρπειν. Ὁ δὲ μηδὲν αὐτῶν φροντίσας, καὶ δευτέραν πληγὴν καὶ τρίτην ἐπέφερε. ῾Ως δὲ ἐκοίλανε τὸ δένδρον, σμῆνος μελισσῶν καὶ μέλι εὗρε. Γευσάμενος δὲ τὸν πέλεκυν ἔῤῥιψε, καὶ τὸ φῦ τὸν ἐτίμα ὡς ἱερὸν, καὶ ἐπεμελεῖτο.
Ὅτι οὐ τοσοῦτον οἱ ἄνθρωποι φύσει τὸ δίκαιον ἀγαπῶσι καὶ τιμῶσιν, ὅσον τὸ κερδαλέον ἐπιδιώκουσιν.
Γεωργοῦ παῖδες ἐστασίαζον· ὁ δʼ, ὡς πολλὰ παραινῶν οὐκ ἡδύνατο πεῖσαι αὐτούς λόγοις μεταβάλλεσθαι, ἔγνω δεῖν πρᾶγμα τοῦτο πρᾶξαι. Καὶ παρηῄνεσεν αὐτοῖς ῥάβδων δέσμην κομίσαι. Τῶν δὲ τὸ προσταχθὲν ποιησάντων, τὸ μὲν πρῶτον δοὺς αὐτοῖς ἀθρόας τὰς ῥάβδους ἐκέλευσε κατεάσσειν· ἐπειδὴ δὲ καὶ περιβιαζόμενοι οὐκ ἠδύναντο, ἐκ δευτέρου λύσας τὴν δέσμην ἀνὰ μίαν αὐτοῖς ῥάβδον ἐδίδου· τῶν δὲ ῥᾳδίως κατακλώντων, ἔφη· ,,ἀτὰρ οὖν καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν μὲν ὁμοφρονῆτε, ἀχείρωτοι τοῖς ἐχθροῖς ἔσεσθε· ἐὰν δὲ στασιάζητε, εὐάλωτοι.“
Ὁ λόγος δηλοῖ, ὅτι τοσοῦτον ἰσχυρότερόν ἐστιν ἡ ὁμόνοια, ὅσον εὐκαταγώνιστος ἡ στάσις.
ὄνον τις ἔχων καὶ τῷ βοῒ συζεύξας ἠροτρία, πτωχῶς μὲν, ἀλλʼ ἀναγκαίως. Ἐπεὶ δὲ τὸ ἔργον ἐπληρώθη,
Γλαύξ, σοφὴ οὖσα, ξυνεβούλευε τοῖς ὀρνέοις, τῆς δρυὸς ἐν ἀρχῇ φυομένης, μὴ ἐᾶσαι, ἀλλʼ ἀνελεῖν πάντα τρόπον· ἔσεσθαι γὰρ φάρμακον ἀπʼ αὐτῆς ἄφυκτον, ὑφʼ οὗ ἁλώσονται, τὸν ἰξόν. Πάλιν δὲ τὸ λίνον τῶν ἀνθρώπων σπειρόντων, ἐκέλευε καὶ τοῦτο ἐκλέγειν τὸ σπέρμα· μὴ γὰρ ἐπʼ ἀγαθῷ φυήσεσθαι. Τρίτον δὲ, ἰδοῦσα τοξευτήν τινα ἄνδρα, προέλεγεν, ὅτι οὗτος ὁ ἀνὴρ φθάσει ὑμᾶς τοῖς ὑμετέροις πτεροῖς, πεζὸς ὢν αὐτὸς πτηνὰ ἐπιπέμπων βέλη. Τὰ δὲ ἠπίστει τοῖς λόγοις καὶ ἀνόητον αὐτὴν ἡγοῦντο καὶ μαίνεσθαι ἔφασκον· ὕστερον δὲ πειρώμενα ἐθαύμαζε καὶ τῷ ὄντι σοφωτάτην ἐνόμιζεν. Καὶ διὰ τοῦτο, ἐπὰν φανῇ, πρόσεισιν ὡς πρὸς ἅπόντα ἐπισταμένην· ἡ δὲ ξυμβουλεύει μὲν οὐδὲν ἔτι αὐτοῖς, ὀδύρεται δὲ μόνον.
Αἴσωπος ξυνετίθει λόγον τοιοῦτον· ὡς τὰ ὄρνεα ξυνῆλθε πρὸς τὴν γλαῦκα καὶ ἐδεῖτο, τῆς μὲν ἀπὸ τῶν οἰκοδομημάτων σκέπης ἀπανίστασθαι, πρὸς δὲ τὰ δένδρα τὴν καλιὰν, ὥσπερ καὶ αὐτὰ, καὶ τούς τούτων μεταπήγνυσθαι κλῶνας, ἀφʼ ὧν καὶ ᾄδειν ἔστιν εὐσημότερον· καὶ δὴ καὶ πρὸς δρῦν ἄρτι ταυτηνὶ φυομένην, ἐπειδὰν πρὸς ὥραν ἀφίκηται, ἑτοίμως ἔχειν ἱζάνειν καὶ τῆς χλοερὰς κόμης ἀπόνασθαι. Ἀλλʼ οὖν τήν γε γλαῦκα μὴ τοῦτο τοῖς ὀρνέοις ποιεῖν παραινεῖν μηδὲ φυτοῦ βλάστῃ ἐφήδεσθαι ἰξὸν πεφυκότος φέρειν, πτηνοῖς ὄλεθρον. Τὰ δὲ μὴ τῆς ξυμβουλῆς ἀποδέχεσθαι τὴν
Γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμούς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσεν· ὁ δὲ εἰσιὼν, ὁπότε αὐτὴν ἔχριε, διετέλει ἐκείνης συμμυούσης καθʼ ἕν ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος. Ἐπεὶ δὲ πάντα ἐκφορήσας κὰκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν συνταχθέντα μισθόν. Μὴ βουλομένης δʼαὐτῆς ἐπιδοῦναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. Ἠ δʼ ἔλεγε, τὸν μὲν μισθὸν ὑπισχνεῖσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς ὁράσεις· νῦν δὲ χεῖρον διατεθῆναιναι· ,,τότε μὲν γὰρ ἔβλεπον“ ἔφη ,,πάντα τὰ ἐπὶ τῆς οἰκίας μου σκεύη, νῦν δὲ οὐδὲν ἰδεῖν δύναμαι.“
Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθʼ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.
Γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμούς νοσοῦσα, ἰατρόν τινα ἐπὶ μισθῷ ἰατρεῦσαι αὑτὴν παρεκάλει, στοιχήσασα ἐνώπιον μαρτύρων, ὅτι ἐὰν θεραπεύσῃ αὐτῆς τοὺς ὀφθαλμοὺς, πολὺν λήψεται παρʼ αὐτῆς τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπευθῇ, ἐπιμείνῃ δὲ ἡ ἀῤῥωστία, μηδὲν αὐτῷ παράσχῃ. Καὶ οὕτω γενομένου, ὅσον ὅσον ὁ
Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθʼ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.
Γυνή τις ἄνδρα μέθυσον εἶχε· τοῦ δὲ πάθους αὐτὸν ἀπαλλάξαι θέλουσα, τοιόνδε τι σοφίζεται. Κεκαρωμένον γὰρ αὐτὸν ὑπὸ τῆς μέθης παρατηρήσασα καὶ νεκροῦ δίκην ἀναισθητοῦντα, ἐπʼ ὤμων ἄρασα, ἐπὶ τὸ πολυάνδριον ἀπενεγκοῦσα κατέθετο καὶ ἀπῆλθεν. Ἡνίκα δʼ αὐτὸν ἤδη ἀνανήφειν ἐστοχάσατο, προσελθοῦσα τὴν θύραν ἔκοπτε τοῦ πολυανδρίου. Ἐκείνου δὲ φήσαντος ,,τίς ὁ τὴν θύραν κόπτων;“ ἡ γυνὴ ἀπεκρίνατο· ,,ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ πάρειμι·“ Κἀκεῖνος· ,,μή μοι φαγεῖν, ἀλλὰ πιεῖν, ὦ βέλτιστε, μᾶλλον προσένεγκε· λυπεῖς γάρ με βρώσεως, ἀλλὰ
Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν ἐγχρονίζειν. Ἔστι γὰρ ὅτε καὶ μὴ θέλοντι τῷ ἀνθρώπῳ τὸ ἔθος ἐπιτίθεται.
Γυνή τις, προσφάτως τὸν ἑαυτῆς ἄνδρα θάψασα, καθʼ ἡμέραν ἀπιοῦσα πρὸς τὸ μνημεῖον ἐθρήνει. Ἀροτριῶν δέ τις οὐ πόῤῥω τοῦ μνήματος εἰς ἐπιθυμίαν ἧκε τῆς γυναικὸς, καὶ καταλιπών τοὺς βόας ἦλθε καὶ αὐτὸς πρὸς τὸ μνῆμα, καὶ καθίσας συνεθρήνει τῇ γυναικί. Τῆς δὲ πυθομένης, τί δήποτε καὶ αὐτὸς οὕτως ὀδύρεται; ,,ὅτι κἀγὼ “ φησὶν ,,εὐπρεπῆ γυναῖκα κατώρυξα, καὶ, ἐπειδὰν κλαύσω, τῆς λύπης κουφίζομαι.“ Ἡ δὲ ,,κἀμοὶ τοῦτʼ αὐτὸ προσγίνεται.“ Κἀκεῖνος· ,,εἰ τοίνυν τοῖς αὐτοῖς περιπεπτώκαμεν πάθεσι, τί δήποτε ἀλλήλοις μὴ σύνέσμεν; ἐγώ τε γὰρ φιλήσω σε ὡς ἐκείνην, κἀμὲ σὺ πάλιν ὡς τὸν σαυτῆς ἄνδρα.“ Ταῦτα ἔπεισε τὴν γυναῖκα, καὶ δὴ συνῆλθον. Ἐν τούτῳ δὲ κλέπτης ἐλθών καὶ τοὺς βόας λύσας ἀπήλασεν. Ὁ δὲ ἐπανελθών καὶ τοὺς βόας μὴ εὑρηκὡς, κόπτεσθαί τε καὶ οἰμώζειν ἰσχυρῶς ἐνεστήσατο. Ἐλθοῦσα δὲ καὶ ἡ γυνὴ καὶ ὀλοφυρόμενον εὑροῦσα, φησί ,,πάλιν κλαίεις ;“ κἀκεῖνος ,,νῦν·“ εἶπεν ,,ἐπʼ ἀληθείας κλαίω.“
Γυνὴ χήρα φιλεργὸς, θεραπαινίδας ἔχουσα, ταύτας εἰώθει νυκτὸς ἐγείρειν ἐπὶ τὰ ἔργα πρὸς τὰς τῶν ἀλεκτρυόνων ᾠδάς. Αἱ δὲ, συνεχῶς τῷ πόνῳ
Ὁ μῦθος δηλοῖ, ὅτι πολλοῖς ἀνθρώποις τὰ βουλεύματα κακῶν αἴτια γίνεται.