Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Γυνή τις χήρα ὄρνιν εἶχε καθʼ ἑκάστην ἡμέραν ὠὸν αὐτῇ τίκτουσαν. Νομίσασα δὲ, ὡς, εἰ πλείους τῇ ὄρνιθι κριθὰς παραβάλοι, δὶς τέξεται τῆς ἡμέρας, τοῦτο πεποίηκεν. Ἡ δʼ ὄρνις, κιμελὴς γενομένη, οὐδʼ ἅπαξ τῆς ἡμέρας τεκεῖν ἡδύνατο.
Ὁ μῦθος δηλοῖ, ὅτι οἱ διὰ πλεονεξίαν τῶν πλειόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀποβάλλουσι.
Γυνὴ μάγος ἐπῳδὰς θείων μηνιμάτων ἐπαγγελλομένη διετέλει πολλὰ ποιοῦσα, κἀκ τούτου οὐ μικρὸν βίον πορίζουσα. Ἐπὶ τούτῳ γραψάμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα εἰς δίκην ὑπήγαγον, καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν ἐπὶ θανάτῳ. Θεασάμενος δέ τις αὐτὴν ἐκ τῶν δικαστηρίων, ἔφη αὐτῇ· ,,ἡ τὰς δαιμόνων ὀργὰς τρέπειν ἐπαγγελλομένη πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης;“
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς γυναῖκα πλάνον, ἥτις τὰ μείζονα κατεπαγγελλομένη τοῖς μετρίοις ἀδύνατος ἀπελέγχεται.
Γυνὴ μάγος, θείων μηνιμάτων ἀποτροπιασμοὺς ἐπαγγελλομένη, πολλὰ διετέλει ποιοῦσα, καὶ κέρδος
Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ μεγάλα ἐπαγγέλλονται, μηδὲ μικρὰ ποιῆσαι δυνάμενοι.
Δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον, ἐταλάνιζεν αὐτὸν ἐπὶ τῷ κόπῳ. Ἐπειδὴ δὲ ἑορτὴ κατέλαβε, τὸν βοῦν ἀπολύσαντες, τὴν δάμαλιν ἐκράτησαν τοῦ σφάξαι. Ἰδῶν δὲ ὁ βοῦς ἐμειδίασε καὶ πρὸς αὐτὴν εἶπεν· ,, ὦ δάμαλις, διὰ τοῦτο ἤργεις, διότι ἔμελλες ἀρτίως τυθῆναι.“
Ὁ μῦθος δηλοῖ, ὅτι τὸν ἀργοῦντα κίνδυνος μένει.
Λέοντός τινος ἴχνη ἐζήτει κυνηγός· δρυοτόμον δὲ ἐρωτήσας, εἰ εἶδεν ἴχνη λέοντος, καὶ ποῦ κοιτάζει, ἔφη· ,,καὶ αὐτὸν τὸν λέοντα ἤδη σοι δείξω.“ Ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόβου, καὶ τούς ὀδόντας συγκρούων εἶπεν· ,,ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα.“
Ὅτι τούς θρασεῖς καὶ δειλούς ὁ λόγος ἐλέγχει, τούς τολμηροὺς ἐν τοῖς λόγοις μόνοις καὶ οὐκ ἐν τοῖς ἔργοις.
Ἔν τινι ποίμνῃ δέλφαξ εἰσελθών ἐνέμετο. Καὶ δή ποτε τοῦ ποιμένος συλλαμβάνοντος αὐτὸν, ἐκεκράγει τε καὶ ἀντέτεινε· τῶν δὲ προβάτων αὐτὸν αἰτιωμένων ἐπὶ τῷ βοᾶν, καὶ λεγόντων, ,,ἡμᾶς μὲν συνεχῶς συλλαμβάνει, καὶ οὐ κράζομεν,· ἔφη πρὸς ταῦτα· ,,ἀλλʼ οὐχ ὁμοία τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ. τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα· ἐμὲ δὲ διὰ τὸ κρέας.“
Ὁ λόγος δηλοῖ, ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν, οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστὶν, ἀλλὰ περὶ αὐτῆς τῆς σωτηρίας.
Ὄνῳ τις ἐπιθεὶς αἶγα καὶ πρόβατον καὶ δέλφακα, ἤλαυνεν εἰς ἄστυ. Τοῦ δὲ δέλφακος παρʼ ὅλην τὴν ὁδὸν κεκραγότος, ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν, διʼ ἣν, τῶν λοιπῶν μεθʼ ἡσυχίας φερομένων, μόνος αὐτὸς βοᾷ. Ὁ δὲ ὑποτυχών ἔφη· ,,ἀλλʼ ἔγωγε οὐ μάτην ὀδύρομαι· εὖ γὰρ οἶδα, ὅτι τοῦ μὲν προβάτου ἔριά τε καὶ ἄρνας παρεχομένου ὁ δεσπότης ἀφέξεται· ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τούς ἐρίφους· ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι, πάντως με θύσει.“
Οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσὶν, ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται.
Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὶ πολὺ δὲ τῆς μάχης κορυφουμένης, κωβιὸς ἀνέδυ (ἔστι δὲ οὗτος μικρὸς ἰχθὺς), καὶ ἐπειρᾶτο αὐτούς διαλλάττειν. Εἷς δέ τις τῶν δελφίνων ὑπολαβών ἔφη πρὸς αὐτόν· ,,ἀλλʼ ἡμῖν ἀνεκτότερόν ἐστι μαχομένοις ὑπʼ ἀλλήλων διαφθαρῆναι, ἢ σοῦ διαλλακτοῦ τυχεῖν.“
Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.
Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὶ πολύ δὲ τῆς στάσεως αὐτῶν σφοδρυνομένης, καρὶς ἀναδῦσα ἐπειρᾶτο αὐτοὺς διαλύειν. Κἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη πρὸς αὐτήν· ,,ἀλλʼ ἡμῖν
Οὕτως ἔνιοι τῶν ἀνθρώπων, οὐδενὸς ἄξιοι ὄντες, ἂν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.
Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις, ἐκείνων οὐ πάνυ αὐτῷ προσεχόντων, ἐδεήθη αὐτῶν, ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν. Τῶν δὲ προτρεψαμένων, αὐτὸς ἀρξάμενος ἔλεγε· ,, Δήμητρα καὶ χελιδών καὶ ἔγχελυς τὴν αὐτὴν ἐβάδιξον ὁδόν· γενομένων δὲ αὐτῶν κατά τινα ποταμὸν, ἡ μὲν χελιδνων ἀνέπτη, ἡ δὲ ἔγχελυς κατέδυ·“ καὶ ταῦτα εἰπών ἐσιώπησεν. Ἐρομένων δʼ αὐτῶν ,,τί οὖν ἡ Δήμητρα ἔπαθεν ;“ ἔφη· ,,κεχόλωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀντέχεσθε.“
Οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται.
Ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδών τις, ἀδίκως ἔλεγε τούς θεούς κρίνειν· ,,διʼ ἕνα γὰρ ἀσεβῆ συναπώλοντο καὶ ἀναίτιοι.· Ταῦτα αὐτοῦ λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῷ τόπῳ, ἐν ᾧ ἔτυχεν ἱστάμενος, συνέβη ὑφʼ ἑνὸς δηχθῆναι τούτων. Ὁ δὲ ὑφ’ ἑνὸς δηχθεὶς συνεπάτησε τοὺς πάντας. Ἑρμῆς δʼ ἐπιστὰς αὐτῷ καὶ τῇ ῥάβδῳ παίων, εἶπεν· ,,εἶτα οὐκ ἀνέχῃ σὺ τούς θεούς δικαστὰς εἶναι, οἷος εἶ σὺ τῶν μυρμήκων;“
Ὁ λόγος διδάσκει ἡμᾶς, μηδὲν ψέγειν τὰς τοῦ θεοῦ περὶ τοὺς ἀνθρώπους ἀκαταλήπτους οἰκονομίας, κἂν ἄδικοι τοῖς ἀπαιδεύτοις δοκοῖεν εἶναι.
Διογένης ὁ κυνικὸς ὁδοιπορῶν, ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἰστήκει ἀμηχανῶν. Εἷς δέ τις τῶν διαβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα, προσελθὼν, καὶ ἀράμενος αὐτὸν σὺν φιλοφροσύνῃ, διεπέρασεν αὐτόν. Ὁ δὲ εἱστήκει τὴν αὐτοῦ πενίαν μεμφόμενος, διʼ ἣν ἀμείψασθαι τὸν εὐεργέτην οὐ δύναται. Ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου, ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον, προσδραμών καὶ αὐτὸν διεπέρασε. Καὶ ὁ Διογένης προσελθών αὐτῷ εἶπεν· ,,ἀλλʼ ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γὰρ, ὅτι οὐ κρίσει, ἀλλὰ νόσῳ αὐτὸ σποιεῖς.“
Ὁ λόγος δηλοῖ, ὅτι οἱ μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίαν δὲ μᾶλλον ὀφλισκάνουσι.
Δράκων καὶ ἀετὸς συμπλακέντες ἀλλήλοις ἐμάχοντο· καὶ ὁ μὲν δράκων εἶχε τὸν ἀετὸν συλλαβών. Γεωργὸς δὲ ἰδὼν, λύσας τὴν πλοκὴν τοῦ δράκοντος, αὐτόνομον ἀφῆκε τὸν ἀετόν. Χαλεπήνας δὲ ἐπὶ τούτοις ὁ δράκων, ἰὸν ἀφῆκε τῷ τοῦ σώσαντος πόματι. Πιεῖν δὲ τοῦ γεωργοῦ πρὸς ἄγνοιαν μέλλοντος, ὁ ἀετὸς καταπτὰς τῶν τοῦ γεωργοῦ χειρῶν ἐξαιρεῖται τὴν κύλικα.
Τοὺς εὖ ποιοῦντας μένουσι χάριτες.
Ὁ τὸν δραπέτην ἰδὼν διὰ χρόνου καὶ διώκων, ὡς κατέφυγε φθάσας εἰς μυλῶνα, ,,ποῦ δʼ ἂν “ ἔφη ,,σὲ μᾶλλον εὑρεῖν ἐβουλήθην ἢ ἐνταῦθα;“
Ὁ μῦθος δηλοῖ, ὅτι οἱ ἀδικοῦντες τοὺς εὐεργέτας ὑπὸ θεοῦ κολάζονται.
Ἔλαφος δίψει συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγήν. Πίνουσα δὲ ὡς ἐθεάσατο τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος, ἐπὶ μὲν τοῖς κέρασιν ἠγάλλετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν, ἐπὶ δὲ τοῖς ποσὶ σφόδρα ἤχθετο ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. Ἔτι δʼ αὐτῆς διανοουμένης, λέων ἐπιφανεὶς ἐδίωκεν αὐτὴν, κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχε. Μέχρι μὲν οὖν ψιλὸν ἦν τὸ πεδίον, ἡ μὲν προθέουσα ἐσώζετο· ἐπεὶ δὲ ἐγένετο κατά τινα ὑλώδη τόπον, τηνικαῦτα συνέβη, τῶν κεράτων αὐτῆς ἐμπλακέντων τοῖς κλάδοις, μὴ δυναμένην τρέχειν συλληφθῆναι τῷ λέοντι. Μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη πρὸς ἑαυτήν· ,,δειλαία ἐγὼ, ἥτις, ὑφʼ ὧν μὲν ᾠόμην προδοθήσεσθαι, ἐσωζόμην ὑπὸ τούτων, οἷς δὲ καὶ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων ἀπόλλυμαι.“
Οὕτω πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων σωτῆρες ἐγένοντο, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται.
Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ λέων ἦν, καὶ ἐνταῦθα εἰσῄει κρυβησομένη· συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη εἶπε
Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φόβον ἐλαττόνων κινδύνων ἑαυτοὺς εἰς μείζονα κακὰ εἰσιᾶσιν.
Ἔλαφον ἡ μήτηρ ἐνουθέτει, ταῦτα λέγουσα· ,,κέρας, ὦ παῖ, παρὰ τῆς φύσεως εἴληφας, μεγέθει δὲ διενήνοχας σώματος, καὶ οὐκ οἶδ’ ὅ, τι παθών ἀποδιδράσκεις ἐπιόντας τοὺς κύνας.“ Ταῦτα ἦν, καὶ κυνῶν δρόμος ἠκούετο πόῤῥωθεν. δὲ μένειν τῷ παιδὶ παραινέσασα αὐτὴ τῆς φυγῆς προκατήρξατο.
Παραινεῖν ἕτοιμον, ἃ ποιεῖν ἀπορώτερον.
Ἔλαφος νόσῳ περιπεσοῦσα, ἐπί τινος τόπου πεδινοῦ κατεκέκλιτο. Τινὰ δὲ τῶν θηρίων εἰς θέαν αὐτῆς ἐλθόντα, τὴν παρακειμένην τῇ ἐλάφῳ νομὴν κατεβοσκήθησαν· εἶτα ἐκείνη τῆς νόσου ἀπαλλαγεῖσα, τῇ ἐνδείᾳ δεινῶς κατετρύχετο, καὶ τῇ νομῇ τὸ ζῆν προσαπώλεσεν.
Ὁ μῦθος δηλοῖ, ὡς οἱ περιττοὺς καὶ ἀνονήτους κτώμενοι φίλους ἀντὶ κέρδους ὑπʼ αὐτῶν ζημίαν μᾶλλον ὑφίστανται.
Ζεὺς ἐν πίθῳ τὰ χρηστὰ πάντα συλλέξας ἔθηκεν αὐτὸν πωμάσας παρʼ ἀνθρώπῳ. ὁ δʼ ἀκρατὴς ἄνθρωπος εἰδέναι σπεύδων, τί ποτʼ ἦν ἐν αὐτῷ, καὶ τὸ πῶμα κινήσας, διῆκʼ ἀπελθεῖν αὐτὰ πρὸς θεῶν οἴκους, κἀκεῖ πέτεσθαι τῆς τε γῆς ἄνω φεύγειν. μόνη δʼ ἔμεινεν Ἐλπὶς, ἣν κατειλήφει τεθὲν τὸ πῶμα. τοιγὰρ Ἐλπὶς ἀνθρώποις
Τῇ ἑορτῇ φασι τὴν ὑστεραίαν ἐρίσαι λέγουσαν, ὡς ἐκείνη μὲν ἀσχολιῶν τε μεστὴ καὶ κοπώδης ἐστὶν, ἐν αὐτῇ δὲ πάντες ἀπολαύουσι τῶν παρεσκευασμένων σχολάζοντες· τὴν δʼ ἑορτὴν πρὸς ταῦτʼ εἰπεῖν· ,,ἀληθῆ λέγεις· ἀλλʼ ἐμοῦ μὴ γενομένης, σὺ οὐκ ἂν ἦσθα.“