Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Βόες ἅμαξαν εἷλκον· τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· ,,ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ τί κράζεις;“

Οὕτω καὶ ἔνιοι ἑτέρων μοχθούντων αὐτοὶ προσποιοῦνται κάμνειν.

Βόες μαγείρους ἀπολέσαι πότʼ ἐζήτουν, ἔχοντας αὐτοῖς πολεμίαν ἐπιστήμη. καὶ δὴ συνηθροίζοντο, πρὸς μάχην ἤδη

40
κέρατʼ ἀποξύνοντες· εἷς δέ τις λίην γέρων ἐν αὐτοῖς (πολλὰ δʼ ἦν ἀροτρεύσας), ,,οὗτοι μὲν ἡμᾶς“ εἶπε ,,χερσὶν ἐμπείροις σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης· ἢν δʼ εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους, διπλοῦς τότʼ ἔσται θάνατος· οὐ γὰρ ἐλλείψει τὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψῃ.“ [Ὁ τὴν παροῦσαν πημονὴν φεύγειν σπεύδων ὁρᾶν ὀφείλει, μή τι χεῖρον ἐξεύρῃ.]

Ὁ μῦθος τοῦτο δηλοῖ, ὅτι ἅμεινον δουλεύειν σοφοῖς καὶ ἐπιεικέσιν ἢ δεσπόζεσθαι ὑπὸ σκαιῶν τε καὶ ἀπαιδεύτων.

Βοηλάτης ἐκ κώμης ἅμαξαν ἄγων, καὶ ταύτης ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν, ἀργὸς ἵστατο τῷ Ἡρακλεῖ προσευχόμενος· ἐκεῖνον γὰρ ἐκ πάντων ἀσπαζόμενος ἐτίμα. Ὁ δὲ θεὸς ἐπιστας εἶπε· ,,τῶν τροχῶν ἅπτου, καὶ τοὺς βόας νύττε, καὶ τότε τῷ θεῷ εὔχου, ὅταν καὐτός τι ποιῇς· μὴ μέντοιγε μάτην εὔχου.“

Βορέας καὶ Ἥλιος περὶ δυνάμεως ἤριζον· ἔδοξε δὲ αὐτοῖς ἐκείνῳ τὴν νίκην ἀπονεῖμαι, ὃς ἂν αὐτῶν ἄνθρωπον ὁδοιπόρον ἐκδύσῃ. Καὶ ὁ Βορέας ἀρξάμενος σφοδρὸς ἦν· τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος, μᾶλλον ἐπέκειτο. Ὁ δὲ, ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον, καὶ περιττοτέραν ἐσθῆτα προσελάμβανεν, ἕως ἀποκαμών ὁ Βορέας τῷ Ἡλίῳ μετὰ τοῦτο παρέδωκε. Κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου, σφοδρότερον τὸ καῦμα ἐπέτεινε, μέχρις οὐ

41
πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος, ἀποδυσάμενος ποταμοῦ ῥέοντος ἐπὶ λουτρὸν ἀπῄει.

Ὁ λόγος δηλοῖ, ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυτικώτερόν ἐστι.

Ὁ ἥλιος τὸν βορέαν ἐνίκησεν. Ὁ γὰρ ἄνθρωπος, τοῦ μὲν ἀνέμου βιαζομένου τὸ ίμάτιον ἀφελέσθαι καὶ λαμπρὸν καταπνέοντος, μᾶλλον ἔσφιγγε καὶ συνεῖχε τὴν περιβολήν. Τοῦ δὲ ἡλίου μετὰ τὸ πνεῦμα θερμοῦ γενομένου θαλπόμενος, εἶτα καυματιζόμενος, καὶ τὸν χιτῶνα τῷ ἱματίῳ προσαπεδύσατο.

Τοῦτο ποιοῦσιν αἱ πλεῖσται γυναῖκες. Ἀφαιρουμένοις τοῖς ἀνδράσι βίᾳ τὴν τρυφὴν καὶ πολυτέλειαν διαμάχονται καὶ χαλεπαίνουσιν· ἂν δὲ πείθωνται μετὰ λόγου, πρᾴως ἀποτίθενται καὶ μετριάζουσιν.

Βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον· περιελθών δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διὶ, ἐὰν τὸν κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. Ἐλθών δὲ εἴς τινα δρυμῶνα, καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μό- σχον, περίφοβος γενόμενος, ἐπάρας εἰς τὸν οὐρανὸν τὰς χεῖρας εἶπε· δέσποτα λεῦ, πάλαι μέν σοι ηὐξάμην ἔρι- φον θῦσαι, ἐὰν τὸν κλέπτην εὕρω· νῦν δὲ ταῦρον θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω.“

Οὗτος ὁ λόγος λεχθείη ἂν κατʼ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων· ἐλθοῦσα δʼ αὐτόσʼ (οὐ παρῆν γὰρ) ἡ μήτηρ

42
παρὰ τῶν ἀδελφῶν, ποῦ ποτʼ ἦν, ἐπεζήτει. ,,τέθνηκε, μῆτερ· ἄρτι γὰρ πρὸ τῆς ὥρης ἦλθεν πάχιστον τετράπουν, ὑφʼ οὐ κεῖται χηλῇ μαλαχθείς.“ ἡ δὲ φρῦνος ἠρώτα, φυσῶσʼ ἑαυτὴν, εἰ τοιοῦτον ἦν ὄγκῳ τὸ ζῶον. οἱ δὲ μητρὶ ,,παῦε, μὴ πρίου· θᾶσσον σεαυτὴν·“ εἶπον ,,ἐκ μέσου ῥήξεις, ἢ τὴν ἐκείνου ποιότητα μιμήσῃ.“

Ὅτι ἐπικίνδυνον τοῖς ἐλάττοσι παρατείνεσθαι τοῖς μείζοσι.

Βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς ᾖδε· νυκτερὶς δὲ προσελθοῦσα ἐπυνθάνετο αὐτῆς τὴν αἰτίαν, διʼ ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. Τῆς δὲ λεγούσης, ὡς οὐ μάτην τοῦτο πράττει· ,,ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθην, διὸ ἀπʼ ἐκείνου ἐσωφρονίσθην· ἡ νυκτερὶς εἶπεν· ,ἀλλ’ οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ συλληφθῆναι.“

λόγος δηλοῖ, ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκε.

Γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον, τὴν ἐκεῖ κειμένην ῥίνην περιέλειχε. Συνέβη δὲ ἐκτριβομένης τῆς γλώσσης πολὺ αἷμα φέρεσθαι. Ἡ δὲ ἐτέρπετο, ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, μέχρι παντελῶς ἀπέβαλε τὴν γλῶσσαν.

Ὁ λόγος εἴρηται πρὸς τούς ἐν φιλονεικίαις ἑαυτούς καταβλάπτοντας.

43

Ἦν τις ἀνὴρ τὴν τέχνην σκυτεύς γαλῆν ἔχων τὸ χρῶμα λευκὴν, ἣ τῶν κατʼ οἶκον μυῶν καθʼ ἡμέραν ἐθήρευεν ἕνα. Αὕτη λαθοῦσά ποτε κατὰ μέσην κρημνίζεται τὴν λεκάνην, ἐν ᾗ τὸ τὰ σκύτη μελαῖνον ὁ σκυτεύς ἐκεῖνος εἶχεν ὑγρὸν, καὶ μόλις ἐκεῖθεν ἄνεισι μέλαν ἔχουσα χρῶμα. Ἔδοξεν οὖν τοῖς μυσὶν, ἐκείνην ἴσως μηκέτι κρεωφαγεῖν ἐθελήσειν εἰς μοναδικὸν ἑαυτὴν μεταμείψασαν σχῆμα. Ὅθεν καὶ ἀδεῶς ἑαυτοὺς ἐς τὸ ἕδος ἐφήπλωσαν, ῥινηλατοῦντες ἄνω καὶ κάτω οἷς τραφήσονται. ἀλλʼ ἐκείνη πρὸς τοσοῦτον ἄγρας παρελθοῦσα θέατρον, πάντας μὲν ὁμοῦ σαγηνεύειν οὐκ εἶχε καὶ μάλα ἐθέλουσα· δύο δʼ οὖν ὅμως συλλαβοῦσα κατεθοινήσατο. Οἱ δʼ ἕτεροι πάντες ᾤχοντο φεύγοντές τε ἅμα καὶ θαυμάζοντες, ὅπως ἀπηνεστέρα γέγονεν, ἀφʼ οὐ τὸ μοναδικὸν περιέθετο σχῆμα.

Γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρεποῦς ηὔξατο τῇ Ἀφροδίτῃ, ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. Καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ· καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. Καθημένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη, εἰ μεταβαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον κατήλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν· ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων, ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν ἐδίωκε, καταφαγεῖν θέλουσα. Καὶ ἡ θεὸς ἀγανακτήσασα κατʼ αὐτῆς, πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν.

Οὕτως καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροὶ κατὰ

44
πάντα, κἂν τὴν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐ μεταλλάσσουσι.

Γάλην δόλῳ τις συλλαβών τε καὶ δήσας ἔπνιγε βάλλων ὑδάτων συναγκείᾳ. τῆς δʼ αὖ λεγούσης ,, ὡς κακὴν χάριν τίνεις ὧν σʼ ὠφέλουν, θηρῶσα μῦς τε καὶ σαύρας, ,,ἐπιμαρτυρῶ σοι“ φησίν· ,,ἀλλὰ καὶ πάσας ἔπνιγες ὄρνεις, πάντα δʼ οἶκον ἠρήμους, κρεῶν (δʼ) ἀνέῳγες ἄγγος, ὥστε τεθνήξῃ, βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ’ ἡμᾶς.“

Πρὸς τοὺς μετρίως μὲν ὠφελοῦντας, βλάπτοντας δὲ τὰ μεγάλα, εὔκαιρός ἐστιν ὁ λόγος.

Γέρων ποτὲ ξύλα κόψας [καὶ] ταῦτα φέρων πολλὴν ὀδὸν ἐβάδιζε. Διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου φανέντος καὶ πυθομένου, διʼ ἣν αἰτίαν αὐτὸν παρακαλεῖται, ὁ γέρων ἔφη· ,,ἵνα τὸ φορτίον ἄρῃς.“ [θανεῖν δὲ οὐ θέλω.]

Ὁ λόγος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλόζωος ἐν τῷ βίῳ, κἂν δυστυχῇ.

Γέρων ποτὲ ξύλα τεμών ἐξ ὄρους κἀπὶ τῶν ὤμων ἀράμενος, ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐβάδισεν, ἀπειρηκὼς ἀπέθετό τε τὰ ξύλα, καὶ τὸν Θάνατον ἐλ- θεῖν ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου εὐθὺς ἐπιστάντος, καὶ τὴν αἰτίαν πυνθανομένου, διʼ ἥν αὐτὸν καλοίη, ὁ γέρων ἔφη· ,,ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῇς μοι.“

Ὁ μῦθος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος, φιλόζωος ὢν,

45
κἂν μυρίοις κινδύνοις περιπεσὼν δοκῇ θανάτου ἐπιθυμεῖν, ὅμως τὸ ζῆν πολὺ πρὸ τοῦ θανάτου αἱρεῖται.

Ἀνὴρ γεωργὸς ἀμπελῶνα ταφρεύων καὶ τὴν δίκελλαν ἀπολέσας ἀνεζήτει, μὴ τῶν παρόντων τήνδʼ ἔκλεψεν ἄγροικος. ἠρνεῖθ’ ἕκαστος· οὐκ ἔχων δʼ ὃ ποιήσει, εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων· τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθεις ἀγροὺς κατοικεῖν, τοὺς δʼ ἐσωτέρω τείχους εἶναί τʼ ἀληθεῖς καὶ τὰ πάντʼ ἐποπτεύειν. ὡς δʼ εἰσιόντες τὰς πύλας ἐπὶ κρήνης τοὺς πόδας ἔνιζον κἀπέθεντο τὰς πήρας, κῆρυξ ἐφώνει χιλίας ἀριθμήσειν μήνυτρα σύλων, ὧν ὁ θεὸς ἐσυλήθη. ὁ δὲ τοῦτʼ ἀκούσας εἶπεν· ,,ὡς μάτην ἥκω! κλέπτας γὰρ ἄλλους πῶς θεός γʼ ἂν εἰδείη, ὃς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γιγνώσκει, ζητεῖ δὲ μισθοῦ, μή τις οἶδεν ἀνθρώπων;“

Ὅτι χρὴ ἀπιστεῖν τοῖς ὑπισχνουμένοις ὧν οὐκ εἰσὶ δεσπόται.

Γεωργὸς ἀετὸν εὑρὼν ἀγρευόμενον, τὸ κάλλος αὐτοῦ θαυμάσας, ἀπέλυσεν αὐτὸν ἐλεύθερον. Ὁ δὲ οὐκ ἄμοιρος αὐτῷ χάριτος κατεφάνη, ἀλλʼ ὑπὸ τεῖχος σαθρὸν καθήμενον ἰδὼν, προσπετάσας τοῖς ποσὶν ἦρε τὸν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φάκελον. Ὁ δὲ ἐξαναστὰς ἐδίωκε· τοῦτον δὲ ὁ ἀετὸς ἔῤῥιψε. Καὶ ἀναλαβόμενος αὐτὸν καὶ ὑποστρέψας, εὗρε τὸ τεῖχος συμπεπτωκὸς, ἔνθα ἐκάθητο, καὶ τὴν ἀμοιβὴν ἐθαυμάσατο.

Ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ἀντευεργετεῖν χρή.

46

Γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρην, ἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ. ὁ δʼ ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων, ἐδίωκεν αὐτὰς τῷ φόβῳ καταπλήσσων. αἱ δʼ ὡς ἐπέσχον σφενδονῶντα τὰς αὔρας, κατεφρόνησαν λοιπὸν, ὥστε μὴ φεύγειν, ἕως ἐκεῖνος οὐκέθʼ, ὡς πρὶν εἰώθει, λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους. αἱ δʼ ἐκλιποῦσαι τὴν ἄρουραν, ἀλλήλαις ,,φεύγωμεν “ ἐκραύγαζον ,,εἰς τὰς Πυγμαίων· ἅνθρωπος οὗτος οὐκέτʼ ἐκφοβεῖν ἡμᾶς ἔοικεν· ἤδη δʼ ἄρχεταί τι καὶ πράσσειν.“

Παραίνεσιν ὁ λόγος ἔχει, δεῖν ταῖς ἐκ λόγων παραινέσεσι πταίοντας εἴκειν, ἵνα μὴ ταῖς ἐξ ἔργων ὀψέ ποτε πειραθεῖεν ὀδύναις.

Γεωργός τις ἰδὼν ναῦν ἐν θαλάσσῃ κυμαινομένην καὶ βυθῷ πεμπομένην, κατηρᾶτο τὴν θάλασσαν δακρύων. δὲ πρὸς αὐτὸν ἀνεβόα τοιαῦτα· ,,ἵνα τι, ἄνθρωπε, μέμφῃ με μάτην; οὐ γὰρ ἔγωγε τῶν κινδύνων αἰτία, ἀλλʼ οἱ ἄνεμοι οἱ ἐκταράττοντές με. Εἰ δὲ βουληθῇς χωρὶς τούτων πλεῦσαι, ἡμερωτέραν δή με τῆς γῆς εὑρήσεις.

Ὅτι γαληνοὺς δεσπότας οί χαιρέκακοι παραφυσῶντες ἐπεγείρουσι πρὸς ὀργάς τε καὶ ζάλας.

Ναυαγὸς ἐκβρασθεὶς εἴς τινα αἰγιαλὸν διὰ τὸν κόπον ἐκοιμᾶτο μετὰ δὲ μικρὸν ἐξαναστὰς, ὡς ἐθεάσατο πρὸς τὴν θάλασσαν, ἐμέμφετο αὐτὴν, ὅτι δελεάζουσα τοὺς ἀνθρώπους τῇ τῆς ὄψεως λαμπρότητι, ἡνίκα ἂν

47
αὐτοὺς προσδέξηται, ἐξαγριουμένη διαφθείρει. Ἡ δὲ γυναικὶ ὁμοιωθεῖσα πρὸς αὐτὸν ἔφη· ,,ἀλλʼ ὦ οὗτος, μὴ μέμφου ἐμὲ, ἀλλὰ τοὺς ἀνέμους· ἐγὼ γὰρ φύσει τοιαύτη εἰμὶ, ὁποία ἡ γῆ· οἱ δὲ αἰφνίδιοι ἐμπίπτοντες κυματοῦσι καὶ ἐξαγριαίνουσιν.“

Ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς δρῶντας αἰτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι τοὺς δὲ τούτοις ἐπιστατοῦντας.

Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει, ἐπειδὴ οὐκ ἠδύνατο προελθὼν τροφὴν ἑαυτῷ πορίσασθαι, τὸ μὲν πρῶτον τὰ πρόβατα κατέφαγεν· ἐπειδὴ δὲ ὁ χειμών ἐπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο· ἐκ τρίτου δὲ, ὡς οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τούς ἀροτῆρας βοῦς ἐχώρησεν. Οἱ δὲ κύνες θεασάμενοι τὰ πραττόμενα, ἔφασαν πρὸς ἀλλήλους· ,,ἀπιτέον ἡμῖν ἐντεῦθεν· ὁ δεσπότης γὰρ εἰ οὐδὲ τῶν συνεργαζομένων βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται;“

Ὁ λόγος δηλοῖ, ὅτι δεῖ τούτους φυλάττεσθαι μάλιστα, οἳ οὐδὲ τῆς τῶν οἰκείων ἀδικίας ἀπέχονται.