Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ὁ τῷ πηλῷ κρυπτόμενος σκώληξ, εἰς γῆν ἐξελθὼν, ἔλεγε πᾶσι τοῖς ζώοις· ,,ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷός ἐστιν ὁ τῶν θεῶν ἰατρὸς Παιών.“ Καὶ ,,πῶς“ εἶπεν ἀλώπηξ ,,ἄλλους ἰώμενος σαυτὸν χωλὸν ὄντα οὐκ ἰάσω;“
Ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ ἡ πεῖρα, πᾶς λόγος ἀργὸς ὑπάρχει.
Ὁ βάτραχος τῆς τῶν ἰατρῶν κατηλαζονεύετο τέχνης, πάντα μὲν εἰδέναι φάρμακα γῆς ὑπισχνούμενος, πᾶσι δὲ μόνος εἰς ὑγίειαν ἀρκέσειν. Καὶ παρεστῶσα τοῖς λόγοις ἀλώπηξ τὸ ψεῦδος ἀπὸ τοῦ χρώματος ἤλεγχεν, ,,τί δῆτα “ λέγουσα ,,νόσου μὲν τούς ἄλλους ἐλευθεροῖς, νόσου δὲ φέρεις ἐπὶ τῆς ὄψεως σύμβολον;“
Ἀλαζονεία τὸν ἔλεγχον οἴκοθεν εὕρατο.