Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Γάμοι τοῦ Ἡλίου θέρους ἐγίνοντο· πάντα δὲ τὰ ζῶα ἔχαιρον ἐπὶ τούτῳ, ἠγάλλοντο δὲ καὶ βάτραχοι. Εἷς δὲ τούτων εἶπεν· ,,ὦ μῶροι, εἰς τί ἀγάλλεσθε; εἰ γὰρ μόνος ὤν ὁ Ἥλιος πᾶσαν ὕλην ἀποξηραίνει, ἐὰν γήμας ὅμοιον αὐτῷ γεννήσῃ, τί οὐ πάθωμεν κακῶν;“

Ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ, καὶ τοῖς ζώοις πᾶσιν ἀναβοήσαντος, ,,ἔγὼ ἰατρός εἰμι φαρμάκων

39
ἐπιστήμων,“ ἀλώπηξ ἀκούσασα ἔφη· ,,πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων;“

Ὁ μῦθος δηλοῖ, ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται;