Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Βόες ἅμαξαν εἷλκον· τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· ,,ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ τί κράζεις;“
Οὕτω καὶ ἔνιοι ἑτέρων μοχθούντων αὐτοὶ προσποιοῦνται κάμνειν.
Βόες μαγείρους ἀπολέσαι πότʼ ἐζήτουν, ἔχοντας αὐτοῖς πολεμίαν ἐπιστήμη. καὶ δὴ συνηθροίζοντο, πρὸς μάχην ἤδη
40
κέρατʼ ἀποξύνοντες· εἷς δέ τις λίην γέρων ἐν αὐτοῖς (πολλὰ δʼ ἦν ἀροτρεύσας), ,,οὗτοι μὲν ἡμᾶς“ εἶπε ,,χερσὶν ἐμπείροις σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης· ἢν δʼ εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους, διπλοῦς τότʼ ἔσται θάνατος· οὐ γὰρ ἐλλείψει τὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψῃ.“ [Ὁ τὴν παροῦσαν πημονὴν φεύγειν σπεύδων ὁρᾶν ὀφείλει, μή τι χεῖρον ἐξεύρῃ.]Ὁ μῦθος τοῦτο δηλοῖ, ὅτι ἅμεινον δουλεύειν σοφοῖς καὶ ἐπιεικέσιν ἢ δεσπόζεσθαι ὑπὸ σκαιῶν τε καὶ ἀπαιδεύτων.