Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Βάτραχοι λυπούμενοι ἐπὶ τῇ αὑτῶν ἀναρχίᾳ, πρέσβεις ἔπεμψαν, ἱκετεύοντες τὸν Δία, ὅπως αὐτοῖς

38
βασιλέα παράσχῃ. Ὁ δὲ συνιδών αὐτῶν τὴν εὐήθειαν, ξύλον ἔπηξε μέσον τῆς λίμνης. Συστελλόμενοι δὲ τῷ φόβῳ οἱ βάτραχοι, εἰς τὰ βάθη ἑαυτούς κατέδυον. Χρόωου δὲ πολλοῦ παρωχηκότος, ὡς ἑώρων τὸ ξύλον ἀκίνητον, ἀπεβάλοντο τὸν φόβον, καὶ τοσοῦτον κατεφρόνησαν αὐτοῦ, ὥστε ἐπιβαίνειν καὶ ἐπικαθέζεσθαι τούτῳ. Μὴ ἀξιοῦντες δὲ αὐτὸν ἔχειν βασιλέα, ἐκ δευτέρου ἦλθον πρὸς τὸν Δία, καὶ παρεκάλουν ἀλλάξαι αὐτόν. Τότε δʼ ἔδωκεν αὐτοῖς βασιλέα ἔγχελυν. Ἰδόντες δὲ αὐτοῦ τὴν εὐήθειαν, οὐκ ἀπεδέξαντο αὐτόν. Ἦλθον οὖν ἐκ τρίτου πρὸς τὸν Δία, ὅπως καὶ τοῦτον ἀλλάξῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῶν, ὕδραν ἔπεμψεν, ἥτις ἕνα καθʼ ἕνα τῶν βατράχων ἤσθιεν.

Ὁ μῦθος δηλοῖ, ὅτι ἄμεινόν ἐστι θεῷ πείθεσθαι, καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας καὶ ταραχοποιούς.

Γάμοις ἔχαιρον βάτραχοι τοῖς Ἡλίου. Καί τις πρὸς αὐτούς εἶπεν· ,,ὦ δειλὸν γένος· εἰ γὰρ μόνου τρέμοιμεν αὐγὰς ἡλίου, τίς, εἴγε τεκνώσειε, τοῦτον βαστάσει; “ Πρὸς τούς ἐπʼ ἰδίᾳ βλάβῃ ἀγνωσίᾳ χαίροντας.