Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινα τῶν φίλων αὐτῷ καὶ οἰκείων. Ὁ δὲ κύων αὐτοῦ ἄλλον
Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ θαῤῥεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις.
Ποτὲ συνώδευσε λέων ἀνθρώπῳ. Ἐκαυχῶντο οὖν πρὸς ἀλλήλους τοῖς λόγοις. Εὖρον δὲ ἐν τῇ ὁδῷ πετρίνην στήλην ὁμοίαν ἀνδρὶ, ἑτέραν στήλην λέοντος συμπνίγουσαν. Καὶ ὁ ἄνθρωπος ὑποδείξας πρὸς αὐτὴν, ταῦτα ἔφη· ,,ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων, καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον.“ Ὑπολαβὼν δὲ ὁ λέων ἔφη· ,,ὑφʼ ὑμῶν εἰσιν οὕτω ταῦτα γινόμενα καὶ πραττόμενα· εἰ γὰρ ᾔδεσαν λέοντες γλύφειν λίθους, πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων.“
Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι.