Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Εἰς ἔριν ἀλλήλοις ἀνήρ τε καὶ λέων προῆλθον· καὶ ὁ μὲν ἀνὴρ τὸ τῶν ἀνθρώπων κρεῖττον ἀπέφηνε γένος, ὁ δὲ τοῖς λέουσιν ἐδίδου τὸ πλέον. Ἁμιλλωμένων δὲ περὶ τοῦ κρείττονος, πίστιν ὁ ἀνὴρ ἐξ εἰκόνος ἐλάμβανεν, ἐν ᾗ λέων ἐγέγλυπτο ἐξ ἀνδρὸς ἁλισκόμενος. Καὶ πρὸς ἐκεῖνον ὁ λέων· ,,εἰ καὶ παρʼ ἡμῖν ἦσαν οἱ γλύ- φοντες, πλείους ἂν εἶδες ἑαλωκότας ἐκ λεόντων ἀν- θρώπους ἢ παρʼ ἀνθρώπων λέοντας.“
Ὁ τοῖς ἴσοις δικαίως χρώμενος οὐκ ἀπορήσει τῆς νίκης.
Ἄνθρωπόν ποτε λέγεται πρὸς Σάτυρον φιλίαν σπείσασθαι. Καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύ- χους γενομένου ὁ ἄνθρωπος τὰς χεῖρας τῷ στόματι ἐπέ- πνει. Τοῦ δὲ Σατύρου τὴν αἰτίαν ἐρομένου, διʼ ἣν τοῦτο πράττει, ἔλεγεν, ὅτι θερμαίνει τὰς χεῖρας διὰ τὸ κρύος. Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ σφόδρα ὄντος, ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προσέφερε καὶ ἐφύσα· πυνθανομένου δὲ πάλιν τοῦ Σατύρου, τί τοῦτο ποιεῖ; ἔφασκε καταψύχειν τὸ ἔδεσμα, ἐπεὶ λίαν θερμόν ἐστι. Κἀκεῖνος ἔφη πρὸς αὐτόν· ,,ἀλλʼ ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς.“
Ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.