Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ἀλώπεκά τις ἐχθρὰν ἔχων, ὡς βλάπτουσαν αὐτὸν κρατήσας, καὶ θέλων ἐπὶ πολὺ τιμωρήσασθαι, στυππεῖα ἐλαίῳ βεβρεγμένα τῇ οὐρᾷ προσδήσας ὑφῆψε. Ταύτην δὲ δαίμων εἰς τὰς ἀρούρας τοῦ λαβόντος ὡδήγει· ἦν δὲ καιρὸς ἀμητοῦ. δὲ ἠκολούθει θρηνῶν μηδὲν θερίσας.

Ὅτι πρᾷον εἶναι χρὴ, καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις τυγχάνει βλάβην γίνεσθαι μεγάλην τοῖς δυσοργήτοις.

Γεωργῷ πονηρῷ φθόνον ἐνεποίει τὸ τοῦ γείτονος αὐξανόμενον λήϊον, καὶ διαφθείρειν τοὺς ἐκείνου πόνους ἐζήτει. Καὶ θηράσας ἀλώπεκα, προσάψας δαλὸν, πρὸς τὸ τοῦ γείτονος ἀφίησι λήϊον. Ἡ δὲ καθʼ ἧς ἀφεῖτο μὴ παριοῦσα, βουλομένου τοῦ δαίμονος τὸ τοῦ πέμψανττος ἐνέπρησεν λήϊον.

Πονηροὶ γείτονες πρῶτοι τῆς ἑτέρων μετέχουσι βλάβης.