Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἀνὴρ Ἀθηναῖός τις ἀνδρὶ Θηβαίῳ κοινῶς ὁδεύων, ὥσπερ εἰκὸς, ὡμίλει· ῥέων δʼ ὁ μῦθος ἦλθε μέχρις ἡρώων, μακρὴ μὲν ἄλλως ῥῆσις οὐδʼ ἀναγκαίη. τέλος δʼ ὁ μὲν Θηβαῖος υίὸν Ἀλκμήνης μέγιστον ἀνδρῶν, νῦν δὲ καὶ θεῶν ὕμνει· ὁ δʼ ἐξ Ἀθηνῶν ἔλεγεν ὡς πολὺ κρείσσων Θησεὺς γένοιτο, καὶ τύχης ὁ μὲν θείης ὄντως λέλογχεν, Ἡρακλῆς δὲ δουλείης. λέγων δʼ ἐνίκα· στωμύλος γὰρ ἦν ῥήτωρ· ὁ δʼ ἄλλος, ὡς Βοιωτὸς, οὐκ ἔχων ἴσην λόγοις ἅμιλλαν, εἶπεν ἀγρίῃ μούσῃ· ,,πέπαυσο· νικᾷς. τοιγαροῦν χολωθείη Θησεὺς μὲν ἡμῖν, Ἡρακλῆς δʼ Ἀθηναίοις·“
Ὅτι οὐ δεῖ τοὺς μεγιστᾶνας κινεῖν εἰς ὀργὴν κατὰ τῶν ὑπεξουσίων. [Είς ματαιολογίας καὶ ἔριδας.]
Ἀνήρ τις ἐπωχεῖτο θηλείᾳ τινὶ ἵππῳ ἐγκύῳ ὑπαρχούσῃ, καὶ ὁδοιποροῦντος αὐτοῦ πῶλον ἡ ἵππος ἀπέτεκεν. Ὁ δὲ πῶλος κατόπιν αὐτῆς εὐθὺς πορευόμενος, καὶ ταχέως ἰλιγγιάσας, πρὸς τὸν τῆς ἰδίας μητρὸς ἐπιβάτην ἔλεγεν· ,,ἰδοὺ, ὁρᾷς με βραχύτατον καὶ πρὸς πορείαν ἀδύνατον· γίνωσκε τοίνυν, ὡς εἰ ἐνταῦθα
Ὁ μῦθος δηλοῖ, ὡς ἐκείνους χρὴ εὐεργετεῖν, ὑφʼ ὧν καὶ ἡ ἀντάμειψις τῆς εὐποιίας ἐλπίζεται.