Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν αὐτοῦ συγγενῶν ἐδιώκετο. Γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμὸν, λύκου αὐτῷ ἀπαντήσαντος, φοβηθεὶς ἀνέβη ἐπί τι δένδρον τῷ ποταμῷ παρακείμενον, κἀκεῖ ἐκρύπτετο. Θεασάμενος δὲ ἐνταῦθα ἔχιν κατʼ αὐτοῦ ἐρχόμενον, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν· ἐν δὲ τούτῳ ὑποδεξάμενος αὐτὸν κροκόδειλος κατεθοινήσατο.

Ὁ λόγος δηλοῖ, ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε γῆς οὔτε ἀέρος οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστιν.

Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ παρὰ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο

25
ἑκατόμβην ποιῆσαι, ἐπαγγειλάμενος καὶ ἀναθήματα καθιερώσειν, ἐὰν ἐξαναστῇ. Τῆς δὲ γυναικὸς, ἐτύγχανε γὰρ αὐτὴ παρεστῶσα, πυνθανομένης ,,καὶ πόθεν αὐτὰ ἀποδώσεις ;“ ἔφη· ,, νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτα οἱ θεοὶ ἀπαιτήσωσι;“

Ὁ λόγος δηλοῖ, ὅτι ταῦτα ῥᾳδίως οἱ ἄνθρωποι κατεπαγγέλλονται, ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσι.