Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἔχων τις γυναῖκα πρὸς πάντας τοὺς κατʼ οἶκον λίαν τὸ ἦθος ἀργαλέαν ἠβουλήθη γνῶναι, εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας ὁμοίως διάκειται· ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. Μετὰ δὲ ὀλίγας ἡμέρας ἀνελθούσης αὐτῆς ἐπυνθάνετο, πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο; Τῆς δὲ εἰπούσης· ,,οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο,“ ἔφη πρὸς αὐτήν· ,,ἀλλʼ ὦ γύναι, εἰ τούτοις ἀπήχθου, οἵ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων, οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριβες;“
Οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται.
Ἀνήρ τις τῶν εὐλαβῶν τυγχάνων [τάχα], καὶ τοῖς πρακτέοις σεμνὸς, ἐπὶ χρόνον ἱκανὸν εὐμαρῶς τοῖς ἰδίοις παισὶ συμβιοτεύων, μετὰ ταῦτα ἐνδείᾳ περιπίπτει ἐσχάτῃ, καὶ τὴν ψυχὴν καιρίως ἀλγῶν, ἐβλασφήμει τὸ θεῖον, καὶ ἑαυτὸν ἀνελεῖν ἀπηναγκάζετο. Λαβὼν οὖν σπάθην, ἐπί τινα τῶν ἐρημικῶν τόπων ἐξῄει, θανεῖν μᾶλλον αἱρετισάμενος, ἤπερ κακῶς ζῆν. Πορευόμενος δὲ λάκκον τινὰ βαθύτατον ἔτυχεν εὑρηκὼς, ἐν ᾧ χρυσίον οὐκ ὀλίγον παρά τινος τῶν γιγανταίων ἀπετέθειτο, ᾧ Κύκλωψ τὸ ὄνομα. Ἰδὼν δὲ ὁ [δῆθεν]
μῦθος οὗτος δηλοῖ, ὡς τοῖς σκαιοῖς ἀνδράσιν ἀκολούθως ἐπισυμβαίνει τὰ φαῦλα· τοῖς δὲ ἀγαθοῖς καὶ εὐλαβέσι τὰ ἀγαθὰ ταμιεύεται.