Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

ψύλλα ποτὲ πηδήσασα ἐπὶ πόδα ἀνδρὸς ἐκάθισεν· ὁ δὲ τὸν Ἡρακλῆν ἐπὶ συμμαχίαν ἐκάλει. Τῆς δὲ ἐκεῖθεν αὖθις ἀφαλομένης, στενάξας εἶπεν· ,,ὡ Ἡράκλεις, εἰ ἐπὶ ψύλλῃ οὐ συνεμάχησας, πῶς ἐπὶ μείζοσιν ἀνταγωνισταῖς συνεργήσεις;“

Ὁ μῦθος δηλοῖ μὴ δεῖν ἐπὶ τῶν ἐλαχίστων τοῦ θείου δεῖσθαι, ἀλλʼ ἐπὶ τῶν ἀναγκαίων.

Ψύλλα ποτὲ πηδήσασα, ἐκάθισεν ἐπὶ πόδα ἀνδρὸς ἀθλητοῦ σοβοῦντος, καὶ ἁλλομένη ἐνῆκε δῆγμα. Ὁ δὲ ἀκροχολήσας ηὐτρέπισε τούς ὄνυχας, ὅπως συνθλάσῃ ταύτην· ἡ δὲ ἀφʼ ὁρμῆς φυσικῆς πήδημα λαβοῦσα, ἀπέδρα, τοῦ θανεῖν ἀπαλλαγεῖσα. Καὶ ὅς στενάξας εἶπεν· ,,ὡ Ἡράκλεις, διὰ τί ἐπὶ κακοὺς ἀνταγωνιστὰς οὐκ εἶ συνεργός;“

Ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα εὐθύς τούς θεούς ἐπικαλεῖσθαι, ἀλλʼ ἐπὶ ταῖς μείζοσιν ἀνάγκαις καὶ συμφοραῖς.