Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

206

Ψύλλα ποτέ τινι πολλὰ ἠνώχλει· καὶ δὴ συλλαβών ,,τίς εἶ σύ “ ἀνεβόα, ,,ὅτι πάντα μου τὰ μέλη κατεβοσκήσω, εἰκῇ καὶμάτην ἐμὲ καταναλίσκων;“ Ἡ δὲ ἐβόα· ,,ὦ οὗτος, σῶζέ με, μὴ κτεῖνε· μέγα γὰρ κακὸν οὐ δύναμαι ποιεῖν.“ Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη· ,,ἄρτι τεθνήξῃ χερσί μου ταῖς ἰδίαις· ἅπαν γὰρ κακὸν, εἴτε μικρὸν εἴτε μέγα, οὐδʼ ὅλως πρέπει που φῦναι.“

Ὅτι κακῷ οὐ πρέπει ἐλεηθῆναι, κἄν μέγας ᾖ κἂν μικρός.

ψύλλα δήποτε τὸν βοῦν οὕτως ἠρώτα· ,,τί δὴ παθών ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος τυγχάνων, ἐμοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης, καὶ τὸ αἷμα χανδὸν πινούσης;“ Καὶ ὅς ,,οὐκ ἄχαρις ἔσομαι “ φησὶ ,,μερόπων γένει· στέργομαι γὰρ παρʼ αὐτῶν καὶ φιλοῦμαι ἐκτόπως, τρίβομαί τε συχνῶς μέτωπόν τε καὶ ῶμους.“ Ἡ δὲ ,,ἀλλʼ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ ἡ σοὶ φίλη τρίψις οἴκτιστος μόρος, ὅτε καὶ τύχῃ, συμβαίνει.“

Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς ἡττῶνται.