Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Χύτραν ὀστρακίνην καὶ χαλκῆν ποταμὸς κατέφερεν. Ἡ δὲ ὀστρακίνη τῇ χαλκῇ ἔλεγεν· ,,μακρόθεν μου κολύμβα, καὶ μὴ πλησίον· ἐὰν γάρ μοι σὺ προσψψαύσῃς, κατακλῶμαι, κἂν [τε] ἐγὼ μὴ θέλω σοι προσψαῦσαι.“

“Οτι ἐπισφαλής ἐστι βίος πένητι, δυναστοῦ ἂρχοντος πλησίον παροικοῦντος.

Ψττακόν τις ἀγοράσας, ἀφῆκεν ἐπὶ τῆς οἰκίας νέμεσθαι· ὁ δὲ τῇ ἡμερότητι χρησάμενος, ἀναπηδήσας

205
ἐπὶ τὴν ἑστίαν ἐκάθισε, κἀκεῖθεν τερπνὸν ἐκεκράγει. Γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ, τίς ἐστι, καὶ πόθεν ἦλθεν· ὁ δὲ εἶπεν· ,,ὁ δεσπότης με νεωστὶ ἐπρίατο.“ ,,Οὐκοῦν, ἰταμώτατε ζώων,“ ἔφη ,,πρόσφατος ὤν τοσαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ οὐκ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλʼ ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με.“ Ὁ δὲ ἀπεκρίνατο λέγων· ,,οίκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν· οὐ γὰρ ὁμοίως δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ φωνῇ καὶ ἐπὶ τῇ σῇ.“

Ὁ μῦθος οὐτος πρὸς ἂνδρα φιλόψογον, ἑτέροις ἀεὶ αἰτίας προσάπτειν ἐπιχειροῦντα.