Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ποδῶν χελώνης κατεγέλα λαγωὸς καὶ ἀργίας· ἡ δὲ

204
ἔφη· ,,ἐγὼ σὲ τὸν ταχύν ἐν τοῖς ποσὶ νικήσω.“ Ὁ δέ ,,λόγῳ μόνῳ, χελώνη, λέγεις τοῦτο· ἀλλʼ ἔριζε καὶ γνώσῃ. Τίς δὲ τὸν τόπον ὁριεῖ καὶ βραβεύσει τὴν νίκην;“ Ἀλώπηξ δʼ ἡ δικαία καὶ σοφωτάτη ἔταξεν ὀδὸν τῶν δρόμων τὴν εὐθεῖαν. Ἡ δὲ χελώνη μὴ ῥᾳθυμήσασα ἢρξατο τῆς ὁδοῦ, πρὸς τὸ αὐτῆς ἀφορῶσα δυσκίνητον. Ὁ δὲ λαγωὸς, θαδῥῶν τοῖς ποσὶν, ἐκοιμήθη· καὶ ἐλθών ἐπὶ τοῦ ὡρισμένου τόπου, εὗρε νικῶσαν τὴν βραδεῖαν χελώνην.

Ὅτι πολλοὶ τῇ μὲν φύσει ἀργοὶ, τῇ δὲ συντομιᾳ τοὺς φύσει ταχεῖς, ῥᾳθύμους δὲ, νικῶσιν.

Χῆνες καὶ γέρανοι ἐπὶ ταὐτοῦ λειμῶνος ἐνέμοντο. Τῶν δὲ θηρευτῶν ἐπιφανέντων, οἱ μὲν γέρανοι, κοῦφοι ὄντες, ταχέως ἀπέπτησαν, οἱ δὲ χῆνες, διὰ τὸ βάρος τῶν σωμάτων μείναντες, συνελήφθησαν.

Ὁ μῦθος δηλοῖ, ὅτι καὶ ἐν ἁλώσει πόλεως οἱ μὲν ἀκτήμονες εὐχερῶς φεύγουσιν, οἱ δὲ πλούσιοι δουλεύουσιν ἁλισκόμενοι.