Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ἄρτι τοῦ ἰξοῦ φυομένου ἡ χελιδών αἰσθομένη τὸν ἐνιστάμενον τοῖς πτηνοῖς κίνδυνον, συναθροίσασα πάντα τὰ ὄρνεα, συνεβούλευεν αὐτοῖς μάλιστα μὲν ταῖς ἰξοφόροις δρυσὶν (τὸν ἰξὸν) ἐκκόψαι, εἰ δʼ ἄρα τοῦτο αὐτοῖς ἀδύνατον, ἐπὶ τούς ἀνθρώπους καταφυγεῖν, καὶ τούτους ἱκετεύσοι, ὅπως μὴ χρησάμενοι τῇ τοῦ ἰξοῦ ἐνεργείᾳ συλλαμβάνωσιν αὐτά. Τῶν δὲ ἐγκαλεσάντων αὐτῇ ὡς ματαιολογούσῃ, αὕτη παραγενομένη ἱκέτις τῶν ἀνθρώπων ἐγένετο· οἱ δʼ ἀποδεξάμενοι αὐτὴν ἐπὶ τῇ συνέσει, καὶ σύνοικον αὐτοῖς προσλαβόμενοι, οὕτω συνέβη, τὰ λοιπὰ ὄρνεα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγον καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι.

Ὀ λόγος δηλοῖ, ὅτι οἱ τὰ μέλλοντα προορώμενοι εἰκότως τούς κινδύνους διακρούονται.

202

Χελιδὼν, ἐκκλησίαν τῶν ὀρνέων συναθροίσασα, παρῄνει φάσκουσα κράτιστον εἶναι, τὸ μὴ προσκόπτειν ἀνθρώποις, ἀλλὰ φιλίαν συνθεμένους οἰκείως διακεῖσθαι πρὸς αὐτούς. Τῶν δὲ ὀρνέων τις τὰ ἐναντία τῇ χελιδόνι ἔλεγεν· ,,ἀλλὰ τὸ σπέρμα τοῦ λίνου μᾶλλον κατεσθίοντες ἀναλίσκωμεν καὶ ἀφανὲς ποιῶμεν, ἵνα μηκέτι ἔχωσι πλέκειν δίκτυα καθʼ ἡμῶν.“ Ἡ μὲν οὖν χελιδὼν, ἀρίστην γνώμην ἔχουσα, ἀκίνδυνος ἐγένετο, ἐν ταῖς πόλεσι διατρίβουσα, καὶ ἐνίαις οἰκίαις τίκτουσα παρʼ ἀνθρώποις, οὐδὲν ὑπʼ αὐτῶν πάσχει κακόν. Τὰ δὲ λοιπὰ ὄρνεα, ὡς μᾶλλον ὑπομείναντα κατεσθίειν τὸ σπέρμα, ὡς πάντων ὄντος κακῶν αἰτίου, συμβαίνει λιπαρὰ γίνεσθαι, καὶ μάλα δικαίως ὑπὸ ἀνθρώπων συλλαμβανόμενα δαπανᾶσθαι· οὕτως τε ταύτην τὴν κακογνωμοσύνην ὑπομείναντα, μετενόησε μὴ μετʼ ἀνθρώπων μένειν, ἀλλʼ ἐν ἀέρι πέτεσθαι.

Οὕτω καὶ τῶν ἀνθρώπων ὅσοι ἔν τοῖς βιωτικοῖς πράγμασι τῷ τῆς ἀγχινοίας βουλεύματι ἐχρήσαντο, ἀκίνδυνοι διεφυλάχθησαν.