Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Χελιδὼν ἔφη πρὸς τὴν κορώνην· ,,ἐγὼ παρθένος καὶ Ἀθηναία καὶ βασίλισσα καὶ βασιλέως τῶν Ἀθηνῶν θυγάτηρ·“ προσέθηκε δὲ καὶ τοῦΤηρέως τὴν βίαν, καὶ τὴν ἀποκοπὴν τῆς γλώττης. Καὶ ἡ κορώνη ἔφη· ,,τί ἂν ἐποίησας, εἰ τὴν γλῶτταν εἶχες, ὅπου τμηθείσης τοσαῦτα λαλεῖς;“

Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες ψευδολογοῦντες ἑαυτοῖς ἔλεγχος καθίστανται.

Ἐπέσκωπτον αἱ χελιδόνες τῶν κύκνων τὸ μὴ ἐθέλειν ὁμιλεῖν τοῖς ἀνθρώποις, μηδὲ δημοσιεύειν τὴν μουσικὴν, ἀλλʼ ἀμφὶ τοὺς λειμῶνας διάγειν καὶ τούς ποταμοὺς, καὶ τὴν ἐρημίαν ἀσπάζεσθαι, καὶ βραχέα μὲν ᾄδειν, ἅ δὲ καὶ ᾄδοιεν, ᾄδειν ἐν σφίσιν αὐτοῖς, ὥσπερ αἰσχυνομένους τὴν μουσικήν. ,,Ἡμῶν δὲ· ἔφασαν ,,εἰσὶν αἱ πόλεις καὶ οἱ ἄνθρωποι καὶ οἱ θάλαμοι, καὶ περιλαλοῦμεν τοῖς ἀνθρώποις, καὶ τὰ ἡμέτερα αὐτοῖς διηγούμεθα, ταῦτα δὴ [ταῦτα] τὰ ἀρχαῖα καὶ Ἀττικὰ, τὸν Πανδίονα, τὰς Ἀθήνας, τὸν Τηρέα, τὴν Θρᾴκην, τὴν ἀποδημίαν, τὸ κῆδος, τὴν ὕβριν, τὴν

201
ἐκτομὴν τῆς γλώττης, τὰ γράμματα, καὶ ἐπὶ πᾶσι τὸν Ἴτυν, καὶ ὡς ἐγενόμεθα ἐξ ἀνθρώπων ὄρνιθες.“ Οί δὲ μόλις μὲν αὐτὰς ήξίωσαν καὶ λόγον, τῆς ἀδολεσχίας μισήσαντες· ἐπεὶ δὲ ήξίωσαν· ,,ἀλλʼ ἡμῶν μὲν ἕνεκεν, ὧ αὗταί, κἄν εἰς τὴν ἐρημίαν ἀφίκοιτό τις, ὥστε ἀκοῦσαι τῆς μουσικῆς, ὅταν ἀνῶμεν τῷ ζεφύρῳ τὰς πτέρυγας ἐμπνεῖν ἡδύ τι καὶ ἐναρμόνιον· ὥστʼ εἰ μὴ πολλὰ καὶ ἐν πολλοῖς ᾄδομεν, ἀλλʼ αὐτὸ δὴ τοῦτο κάλλιστόν ἐστιν ἡμῶν, ὅτι μέτρῳ φιλοσοφοῦμεν τὸ μέλος, καὶ οὐκ ἀναμίγνυμεν θορύβοις τὴν μουσικήν. Ὑμᾶς δὲ καὶ εἰσοικιζομένας οἱ ἄνθρωποι δυσχεραίνουσι, καὶ ᾀδούσας ἀποστρέφονται, καὶ μάλα ἐν δίκῃ, αἵγε οὐδὲ ἐκτμηθεῖσαι τὴν γλῶτταν δύνασθε σιωπᾶν, ἀλλʼ αὐταὶ τὴν ἀφωνίαν ὑμῶν ὀδυρύμεναι καὶ τὸ ἐφʼ ὑμῖν πάθος, ἔπειτά ἐστε λαλίστεραι τίνος οὐχὶ τῶν εὐγλώττων καὶ μουσικῶν;“