Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ξένη χελιδών, ἡ τοῖς ἀνθρώποις συνοικοῦσα, ἐν δικαστηρίῳ τὴν ἑαυτῆς ἔπηξε καλιὰν ἐν τοίχῳ, κἀκεῖ γίνεται ἑπτὰ νεοττῶν μήτηρ. Ὄφις δὲ ἐκ τρώγλης συρεὶς τοὺς αὐτῆς κατέφαγε νεοττούς. Ἡ δὲ χελιδών θρηνοῦσα ἐκεκράγει· ,,οἴμοι τῇ ξένῃ, ὅτι ἔνθα πάντες δικαιοῦνται, μόνη ἔγωγε ήδίκημαι.“
Χελιδὼν ἔν τινι δικαστηρίῳ νεοττοποιησαμένη ἐξέπτη· ὄφις δὲ προσερπύσας κατέφαγεν αὐτῆς τοὺς
203
νεοττούς. δὲ ἐπανελθοῦσα καὶ τὴν καλιὰν κενὴν εὑροῦσα, ὑπερπαθοῦσα ἔστενεν· ἑτέρας δὲ χελιδόνος παρηγορεῖν αὐτὴν βουλομένης, καὶ λεγούσης ,,μόνον ἅρα σοὶ τὰ τέκνα ἀποβαλεῖν συμβέβηκεν;“ ὑποτυχοῦσα ἔφη· ,,ἀλλʼ ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω, ὅσον ὅτι ἐν τούτῳ τῷ τόπῳ ἠδίκημαι, ἐν ᾧ οἱ ἀδικούμενοι βοηθοῦνται.“Ὁ λόγος δηλοῖ, ὅτι χαλεπώτεραι γίνονται τοῖς πάσχουσιν αἱ συμφοραὶ, ὅταν ὑφʼ ὧν ἢκιστα προσεδόκησαν πάσχωσι.