Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Χειμών ἔσκωψε εἰς τὸ ἔαρ, καὶ αὐτὸ ὠνείδισεν, ὅτι εὐθύς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδεὶς, ἀλλʼ ὁ μέν τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται, ὅτῳ ἂρα φίλον δρέπεσθαι ἀνθέων καὶ κρίνων, ἤ καὶ ῥόδον τι, περιαγαγεῖν τε τοῖς ἑαυτοῦ ὄμμασιν, καὶ παραθέσθαι [ἢ] παρὰ τὴν κόμην· ὁ δὲ ἐπιβὰς νεὼς καὶ διαβαίνων πέλαγος, ἢν τύχῃ, παρʼ ἄλλους ἤδη ἀνθρώπους ἔρχεται· καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμβρων ὕδατος ἔχουσι φροντίδα οὐκέτι. μἄγώ δʼ“ ἔφη ,, ἂρχοντι καὶ αὐτοδεσπότῃ ἔοικα, καὶ οὐδὲ εἰς οὐρανὸν, ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν, καὶ δεδιέναι καὶ τρέμειν, καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἴκοι ἠνάγκασα.“ ,,Τοιγαροῦν “ ἔφη τὸ ἔαρ ,,σοῦ μὲν καὶ ἀπαλλαγεῖεν ἂν ἄνθρωποι ἀσμένως· ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ τοὔνομα, καὶ νὴ μὰ Δία γε
Χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν· ὑποτυχοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὸν εἶπεν· ,,ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν σῶμα καὶ χειμῶνι παρατείνεται.“
Ὁ λόγος δηλοῖ, ὅτι ἡ τοῦ σώματος παράτασις εὐπρεπείας καλλίων.